- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.4.26-3.4.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊人因敌人居高临下的袭击受挫后,抽调轻盾兵控制山地制高点制约了敌人的追击,并抵达村庄救治大批伤员。进入平原后,希腊军利用就地扎营和波斯军夜间远退的习惯拉开距离,但蛮族在第四天夜间抢先占领了前方的必经山脊。
καὶ πολλοὺς ἐτίτρωσκον καὶ ἐκράτησαν τῶν Ἑλλήνων γυμνήτων καὶ κατέκλεισαν αὐτοὺς εἴσω τῶν ὅπλων·1 ὥστε παντάπασι ταύτην τὴν ἡμέραν ἄχρηστοι ἦσαν ἐν τῷ ὄχλῳ ὄντες καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται.
他们击伤了许多人,战胜了希腊人的轻装兵,将他们逼入重装步兵的方阵之内;以至于在这一整天里,投石兵和弓箭手留在辎重队伍中,完全发挥不了作用。
ἐπεὶ δὲ πιεζόμενοι οἱ Ἕλληνες ἐπεχείρησαν διώκειν, σχολῇ μὲν ἐπὶ τὸ ἄκρον ἀφικνοῦνται ὁπλῖται ὄντες, οἱ δὲ πολέμιοι ταχὺ ἀπεπήδων.
受窘的希腊人试图追击,但由于是重装步兵,他们到达山顶十分缓慢,而敌人却敏捷地跃退逃遁。
πάλιν δὲ ὁπότε ἀπίοιεν πρὸς τὸ ἄλλο στράτευμα ταὐτὰ ἔπασχον, καὶ ἐπὶ τοῦ δευτέρου γηλόφου ταὐτὰ ἐγίγνετο, ὥστε ἀπὸ τοῦ τρίτου γηλόφου ἔδοξεν αὐτοῖς μὴ κινεῖν τοὺς στρατιώτας πρὶν ἀπὸ τῆς δεξιᾶς πλευρᾶς τοῦ πλαισίου ἀνήγαγον πελταστὰς2 πρὸς τὸ ὄρος.
每当他们折返本队时,又遭遇到同样的情形,在第二座丘陵上也发生了同样的事情;因此他们决定,在未从方阵右翼抽调轻盾兵登往高山之前,不从第三座丘陵调动士兵。
ἐπεὶ δʼ οὗτοι ἐγένοντο ὑπὲρ τῶν ἑπομένων πολεμίων, οὐκέτι ἐπετίθεντο οἱ πολέμιοι τοῖς καταβαίνουσι, δεδοικότες μὴ ἀποτμηθείησαν καὶ ἀμφοτέρωθεν αὐτῶν γένοιντο οἱ πολέμιοι.
当这些轻盾兵占据了尾随敌军上方的制高点后,敌人害怕被截断后路而遭到两面夹击,便不再袭击下坡的部队。
οὕτω τὸ λοιπὸν τῆς ἡμέρας πορευόμενοι, οἱ μὲν ἐν τῇ ὁδῷ κατὰ τοὺς γηλόφους, οἱ δὲ κατὰ τὸ ὄρος ἐπιπαριόντες, ἀφίκοντο εἰς τὰς κώμας· καὶ ἰατροὺς κατέστησαν ὀκτώ· πολλοὶ γὰρ ἦσαν οἱ τετρωμένοι.
他们在这一天余下的时间里就这样行进,一部分人走在沿丘陵的道路上,另一部分人则沿山地并排行进,最终抵达了村庄;他们任命了八名军医,因为伤员众多。
ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς καὶ τῶν τετρωμένων ἕνεκα καὶ ἅμα ἐπιτήδεια πολλὰ εἶχον, ἄλευρα, οἶνον, κριθὰς ἵπποις συμβεβλημένας πολλάς. ταῦτα δὲ συνενηνεγμένα ἦν τῷ σατραπεύοντι τῆς χώρας.
他们在此停留了三天,既是为了伤员,也是因为同时拥有充足的补给——面粉、葡萄酒,以及大量为马匹积存的大麦。这些物资原本是为该地总督筹集的。
τετάρτῃ δʼ ἡμέρᾳ καταβαίνουσιν εἰς τὸ πεδίον. ἐπεὶ δὲ κατέλαβεν αὐτοὺς Τισσαφέρνης σὺν τῇ δυνάμει, ἐδίδαξεν αὐτοὺς ἡ ἀνάγκη κατασκηνῆσαι οὗ πρῶτον εἶδον κώμην καὶ μὴ πορεύεσθαι ἔτι μαχομένους· πολλοὶ γὰρ ἦσαν οἱ ἀπόμαχοι, οἵ τε τετρωμένοι καὶ οἱ ἐκείνους φέροντες καὶ οἱ τῶν φερόντων τὰ ὅπλα δεξάμενοι.
第四天他们下到平原。但当蒂萨弗涅斯率大军赶上他们时,形势迫使他们一见到第一个村庄就必须扎营,而不能再边战边行;因为失去战斗力的人很多:伤员、抬伤员的人,以及替抬伤员者拿铠甲兵器的人。
ἐπεὶ δὲ κατεσκήνησαν καὶ ἐπεχείρησαν αὐτοῖς ἀκροβολίζεσθαι οἱ βάρβαροι πρὸς τὴν κώμην προσιόντες, πολὺ περιῆσαν οἱ Ἕλληνες· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμῶντας ἀλέξασθαι ἢ πορευομένους ἐπιοῦσι τοῖς πολεμίοις μάχεσθαι.
当他们扎营后,蛮族人逼近村庄试图进行袭扰交火时,希腊人占据了绝对优势;因为从固定的阵地出击御敌,与一边行军一边同进逼的敌人作战,二者大不相同。
ἡνίκα δʼ ἦν ἤδη δείλη, ὥρα ἦν ἀπιέναι τοῖς πολεμίοις· οὔποτε γὰρ μεῖον ἀπεστρατοπεδεύοντο οἱ βάρβαροι τοῦ Ἑλληνικοῦ ἑξήκοντα σταδίων, φοβούμενοι μὴ τῆς νυκτὸς οἱ Ἕλληνες ἐπιθῶνται αὐτοῖς.
已到傍晚时分,对敌人来说便到了撤离的时刻;因为蛮族人扎营与希腊军队的距离从不少于六十斯塔德,唯恐希腊人在夜间袭击他们。
πονηρὸν γὰρ νυκτός ἐστι στράτευμα Περσικόν. οἵ τε γὰρ ἵπποι αὐτοῖς δέδενται καὶ ὡς ἐπὶ τὸ πολὺ πεποδισμένοι εἰσὶ τοῦ μὴ φεύγειν ἕνεκα εἰ λυθείησαν, ἐάν τέ τις θόρυβος γίγνηται, δεῖ ἐπισάξαι τὸν ἵππον Πέρσῃ ἀνδρὶ καὶ χαλινῶσαι, δεῖ καὶ θωρακισθέντα ἀναβῆναι ἐπὶ τὸν ἵππον. ταῦτα δὲ πάντα χαλεπὰ νύκτωρ καὶ θορύβου ὄντος. τούτου ἕνεκα πόρρω ἀπεσκήνουν τῶν Ἑλλήνων.
波斯军队在夜间是极其脆弱笨拙的。因为他们的战马都被拴着,且大多被束住蹄足,以免挣脱后逃跑;一旦发生骚乱,波斯战士必须给战马配鞍、装上辔头,自己也必须穿上胸甲才能骑上战马。这一切在夜间且处于混乱中都是极困难的。为此他们驻扎在离希腊人很远的地方。
ἐπεὶ δὲ ἐγίγνωσκον αὐτοὺς οἱ Ἕλληνες βουλομένους ἀπιέναι καὶ διαγγελλομένους, ἐκήρυξε τοῖς Ἕλλησι συσκευάζεσθαι ἀκουόντων τῶν πολεμίων. καὶ χρόνον μέν τινα ἐπέσχον τῆς πορείας οἱ βάρβαροι, ἐπειδὴ δὲ ὀψὲ ἐγίγνετο, ἀπῇσαν· οὐ γὰρ ἐδόκει λύειν αὐτοὺς3 νυκτὸς πορεύεσθαι καὶ κατάγεσθαι ἐπὶ τὸ στρατόπεδον.
当希腊人察觉到他们企图撤离并正传达命令时,便在敌人听得见的地方向希腊兵宣告收拾行装。蛮族人暂停了撤退的步伐片刻,但当天色已晚时,他们还是离去了;因为夜间行军返回营地对他们来说似乎并不划算。
ἐπειδὴ δὲ σαφῶς ἀπιόντας ἤδη ἑώρων οἱ Ἕλληνες, ἐπορεύοντο καὶ αὐτοὶ ἀναζεύξαντες καὶ διῆλθον ὅσον ἑξήκοντα σταδίους. καὶ γίγνεται τοσοῦτον μεταξὺ τῶν στρατευμάτων ὥστε τῇ ὑστεραίᾳ οὐκ ἐφάνησαν οἱ πολέμιοι οὐδὲ τῇ τρίτῃ, τῇ δὲ τετάρτῃ νυκτὸς προελθόντες καταλαμβάνουσι χωρίον ὑπερδέξιον οἱ βάρβαροι, ᾗ ἔμελλον οἱ Ἕλληνες παριέναι, ἀκρωνυχίαν ὄρους, ὑφʼ ἣν ἡ κατάβασις ἦν εἰς τὸ πεδίον.
当希腊人清楚地看到敌人已经离去时,他们自己也拔营起行,前进了足有六十斯塔德。两军之间拉开了如此大的距离,以至于次日敌人未曾出现,第三天也未出现;但在第四天,蛮族人在夜间先行进军,占领了希腊人必经之路上的制高点——一座山脉的突起山脊,其下便是通向平原的下坡路。
- 3.4.26εἴσω τῶν ὅπλων
此处 τὰ ὅπλα 并非单纯指武器装备,而是古希腊军事惯用语,指重装步兵所驻防的战线或阵地营区。表明轻装部队被迫退缩至重装步兵构筑的防线之内以避敌矢。
- 3.4.28μὴ κινεῖν τοὺς στρατιώτας πρὶν ἀπὸ τῆς δεξιᾶς πλευρᾶς τοῦ πλαισίου ἀνήγαγον πελταστὰς
由于主句中包含否定词 μή,连词 πρίν 依规则接直陈语气不定过去时(ἀνήγαγον),意为“直到……才”。这表明把轻盾兵派上山是过去实际已发生的确定行动。
- 3.4.36οὐ γὰρ ἐδόκει λύειν αὐτοὺς
不定式 λύειν 在此并非“解开”之意,而是作为非人称用法,表示“有利、划算”(相当于 λυσιτελεῖν)。宾格 αὐτούς 是随后不定式 πορεύεσθαι 与 κατάγεσθαι 的逻辑主语。
