- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.4.1-3.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军刚渡过深谷即遭米特拉达梯大军袭击,但凭借新编骑兵与步兵的反击击溃敌军。随后他们沿底格里斯河行军,途经米底故城拉里萨与梅斯皮拉的废墟,并在那里遭遇集结了大军的蒂萨弗涅斯。
μείναντες δὲ ταύτην τὴν ἡμέραν τῇ ἄλλῃ ἐπορεύοντο πρῳαίτερον ἀναστάντες· χαράδραν γὰρ ἔδει αὐτοὺς διαβῆναι ἐφʼ ᾗ ἐφοβοῦντο μὴ ἐπιθοῖντο αὐτοῖς διαβαίνουσιν οἱ πολέμιοι.1
他们在那一天停留下来,次日起得更早踏上征途;因为他们必须渡过一条深谷,他们担心渡谷时敌人会发起袭击。
διαβεβηκόσι δὲ αὐτοῖς πάλιν φαίνεται Μιθραδάτης, ἔχων ἱππέας χιλίους, τοξότας δὲ καὶ σφενδονήτας εἰς τετρακισχιλίους· τοσούτους γὰρ ᾔτησε Τισσαφέρνην, καὶ ἔλαβεν ὑποσχόμενος, ἂν τούτους λάβῃ, παραδώσειν αὐτῷ τοὺς Ἕλληνας, καταφρονήσας, ὅτι ἐν τῇ πρόσθεν προσβολῇ ὀλίγους ἔχων ἔπαθε μὲν οὐδέν, πολλὰ δὲ κακὰ ἐνόμιζε ποιῆσαι.
当他们渡过之后,米特拉达梯再次出现,率领一千名骑兵以及大约四千名弓箭手和投石兵;因为他向蒂萨弗涅斯请求了这支部队,并因许诺如果得到这些人便将希腊人交到他手中而获得了他们;他之所以轻视希腊人,是因为在前一次袭击中,他仅凭少数兵力就未受丝毫损伤,并自以为造成了极大打击。
ἐπεὶ δὲ οἱ Ἕλληνες διαβεβηκότες ἀπεῖχον τῆς χαράδρας ὅσον ὀκτὼ σταδίους, διέβαινε καὶ ὁ Μιθραδάτης ἔχων τὴν δύναμιν. παρήγγελτο δὲ τῶν τε πελταστῶν οὓς ἔδει διώκειν καὶ τῶν ὁπλιτῶν, καὶ τοῖς ἱππεῦσιν εἴρητο θαρροῦσι διώκειν ὡς ἐφεψομένης ἱκανῆς δυνάμεως.2
当希腊人渡过后距离深谷约八斯塔德时,米特拉达梯也率部开始渡谷。命令已经下达给那些应当负责追击的轻盾兵和重装步兵,骑兵也已接到指令,确信有充足的兵力尾随支援而大胆追击。
ἐπεὶ δὲ ὁ Μιθραδάτης κατειλήφει, καὶ ἤδη σφενδόναι καὶ τοξεύματα ἐξικνοῦντο, ἐσήμηνε τοῖς Ἕλλησι τῇ σάλπιγγι, καὶ εὐθὺς ἔθεον ὁμόσε οἷς εἴρητο καὶ οἱ ἱππεῖς ἤλαυνον· οἱ δὲ οὐκ ἐδέξαντο, ἀλλʼ ἔφευγον ἐπὶ τὴν χαράδραν.
当米特拉达梯赶上,投石与箭矢已经可以打到队伍时,军号向希腊人发出了信号,那些接奉命令的人立刻迎头冲向敌人,骑兵也疾驰突击;而敌人不敢迎击,径直向深谷逃窜。
ἐν ταύτῃ τῇ διώξει τοῖς βαρβάροις τῶν τε πεζῶν ἀπέθανον πολλοὶ καὶ τῶν ἱππέων ἐν τῇ χαράδρᾳ ζωοὶ ἐλήφθησαν εἰς ὀκτωκαίδεκα. τοὺς δὲ ἀποθανόντας αὐτοκέλευστοι οἱ Ἕλληνες ᾐκίσαντο, ὡς ὅτι φοβερώτατον τοῖς πολεμίοις εἴη ὁρᾶν.3
在这场追击中,许多蛮族步兵阵亡,在深谷中大约有十八名骑兵被生俘。对于死者,希腊人自发毁损了他们的尸身,好让敌人看到最恐怖的景象。
καὶ οἱ μὲν πολέμιοι οὕτω πράξαντες ἀπῆλθον, οἱ δὲ Ἕλληνες ἀσφαλῶς πορευόμενοι τὸ λοιπὸν τῆς ἡμέρας ἀφίκοντο ἐπὶ τὸν Τίγρητα ποταμόν.
敌人遭此惨败便撤退了,而希腊人在这一天余下的时间里安全行军,抵达了底格里斯河。
ἐνταῦθα πόλις ἦν ἐρήμη μεγάλη, ὄνομα δʼ αὐτῇ ἦν Λάρισα· ᾤκουν δʼ αὐτὴν τὸ παλαιὸν Μῆδοι. τοῦ δὲ τείχους αὐτῆς ἦν τὸ εὖρος πέντε καὶ εἴκοσι πόδες, ὕψος δʼ ἑκατόν· τοῦ δὲ κύκλου ἡ περίοδος δύο παρασάγγαι· ᾠκοδόμητο δὲ πλίνθοις κεραμεαῖς· κρηπὶς δʼ ὑπῆν λιθίνη τὸ ὕψος εἴκοσι ποδῶν.
那里有一座废弃的大城,名叫拉里萨;古代曾是米底人居住的地方。城墙宽二十五英尺,高一百英尺;周长为二帕拉桑;城墙是用陶砖砌成的,下面有一道高二十英尺的石质基座。
ταύτην βασιλεὺς Περσῶν ὅτε παρὰ Μήδων τὴν ἀρχὴν ἐλάμβανον Πέρσαι πολιορκῶν οὐδενὶ τρόπῳ ἐδύνατο ἑλεῖν· ἥλιον δὲ νεφέλη προκαλύψασα ἠφάνισε μέχρι ἐξέλιπον οἱ ἄνθρωποι, καὶ οὕτως ἑάλω.
当波斯人从米底人手中夺取政权时,波斯王围攻该城,却绝无可能攻克;然而一片云遮蔽了太阳使其隐没,直到城中居民弃城而逃,此城便这样陷落了。
παρὰ ταύτην τὴν πόλιν ἦν πυραμὶς λιθίνη, τὸ μὲν εὖρος ἑνὸς πλέθρου, τὸ δὲ ὕψος δύο πλέθρων. ἐπὶ ταύτης πολλοὶ τῶν βαρβάρων ἦσαν ἐκ τῶν πλησίον κωμῶν ἀποπεφευγότες.
在这座城旁有一座石砌金字塔,宽一普勒特隆,高二普勒特隆。许多蛮族人从附近的村庄逃到了这上面避难。
ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμὸν ἕνα παρασάγγας ἓξ πρὸς τεῖχος ἔρημον μέγα πρὸς τῇ πόλει κείμενον· ὄνομα δὲ ἦν τῇ πόλει Μέσπιλα· Μῆδοι δʼ αὐτήν ποτε ᾤκουν. ἦν δὲ ἡ μὲν κρηπὶς λίθου ξεστοῦ κογχυλιάτου, τὸ εὖρος πεντήκοντα ποδῶν καὶ τὸ ὕψος πεντήκοντα.
他们从那里前行了一程,共六帕拉桑,抵达依城而建的一道巨大的废弃城墙;这座城的名字叫梅斯皮拉,米底人曾经居住于此。基座由带有贝壳的磨光石块筑成,宽五十英尺,高五十英尺。
ἐπὶ δὲ ταύτῃ ἐπῳκοδόμητο πλίνθινον τεῖχος, τὸ μὲν εὖρος πεντήκοντα ποδῶν, τὸ δὲ ὕψος ἑκατόν· τοῦ δὲ τείχους ἡ περίοδος ἓξ παρασάγγαι. ἐνταῦθα λέγεται Μήδεια γυνὴ βασιλέως καταφυγεῖν ὅτε ἀπώλλυσαν τὴν ἀρχὴν ὑπὸ Περσῶν Μῆδοι.
在这座基座上修建了一座砖墙,宽五十英尺,高一百英尺;城墙周长为六帕拉桑。据说当米底人被波斯人夺去政权时,国王的妻子米底亚曾逃难于此。
ταύτην δὲ τὴν πόλιν πολιορκῶν ὁ Περσῶν βασιλεὺς οὐκ ἐδύνατο οὔτε χρόνῳ ἑλεῖν οὔτε βίᾳ· Ζεὺς δὲ βροντῇ κατέπληξε τοὺς ἐνοικοῦντας, καὶ οὕτως ἑάλω.
波斯王围攻这座城,但无论是旷日持久还是动用武力都无法攻克;然而宙斯用雷霆震骇了城中居民,此城便这样陷落了。
ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμὸν ἕνα παρασάγγας τέτταρας. εἰς τοῦτον δὲ τὸν σταθμὸν Τισσαφέρνης ἐπεφάνη, οὕς τε αὐτὸς ἱππέας ἦλθεν ἔχων καὶ τὴν Ὀρόντα δύναμιν4 τοῦ τὴν βασιλέως θυγατέρα ἔχοντος καὶ οὓς Κῦρος ἔχων ἀνέβη βαρβάρους καὶ οὓς ὁ βασιλέως ἀδελφὸς ἔχων βασιλεῖ ἐβοήθει, καὶ πρὸς τούτοις ὅσους βασιλεὺς ἔδωκεν αὐτῷ, ὥστε τὸ στράτευμα πάμπολυ ἐφάνη.
他们从那里前行了一程,共四帕拉桑。在这一程中蒂萨弗涅斯现身了,他带来了自己率领而来的骑兵、娶了波斯王女儿的奥隆塔斯的部队、随居鲁士上行的蛮族人、王弟率领前来增援国王的队伍,此外还有国王赐予他的所有人马,以致整支大军显得极其庞大。
- 3.4.1ἐφʼ ᾗ ἐφοβοῦντο μὴ ἐπιθοῖντο αὐτοῖς διαβαίνουσιν οἱ πολέμιοι
介词短语 ἐφʼ ᾗ 位于引导定语从句的首位,先行词为 χαράδραν,表示地点限制(“在该深谷处”)。紧随的 μὴ ἐπιθοῖντο 是由表示恐惧的动词 ἐφοβοῦντο 引导的恐惧从句(μή + 希求法),意为“担忧敌人趁机袭击他们”。
- 3.4.3ὡς ἐφεψομένης ἱκανῆς δυνάμεως
带有连词 ὡς 的属格独立结构(ἐφεψομένης ἱκανῆς δυνάμεως)。它不仅交代客观事实,更表达骑兵发起追击时的主观确信或理由(“确信/认定有充分兵力随后跟进”)。
- 3.4.5ὡς ὅτι φοβερώτατον τοῖς πολεμίοις εἴη ὁρᾶν
由连词 ὡς 引导的目的从句(“为了使……”),从句中包含用来强化最高级 φοβερώτατον 的惯用副词 ὅτι(“尽可能令人恐惧”)。因主句动词 ᾐκίσαντο 为历史时态,从句动词采用希求法 εἴη。不定词 ὁρᾶν 作限定用法修饰形容词 φοβερώτατον(“看起来可怖”)。
- 3.4.13οὕς τε αὐτὸς ἱππέας ἦλθεν ἔχων καὶ τὴν Ὀρόντα δύναμιν
先行词并入关系从句内部的结构(οὕς ... ἱππέας 相当于 τοὺς ἱππέας οὕς)。该短语与后续的诸宾格成分(τὴν Ὀρόντα δύναμιν 以及 οὓς Κῦρος ... βαρβάρους 等)并列,详细列举了蒂萨弗涅斯在 ἐπεφάνη 的背景下所率领的各部分兵力。
