- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.3.10-3.3.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬因追击无功而受责后,指出敌我远程火力与机动力的差距,提议组建罗得岛投石兵部队与骑兵队,该方案立即获得通过并付诸实施。
οἱ δὲ βάρβαροι ἱππεῖς καὶ φεύγοντες ἅμα ἐτίτρωσκον εἰς τοὔπισθεν τοξεύοντες ἀπὸ τῶν ἵππων, ὁπόσον δὲ διώξειαν οἱ Ἕλληνες, τοσοῦτον πάλιν ἐπαναχωρεῖν μαχομένους ἔδει.1
敌方的骑兵一边奔逃,一边从马背上向后射箭伤人;希腊人追出多远,就必须边战斗边退回多远。
ὥστε τῆς ἡμέρας ὅλης διῆλθον οὐ πλέον πέντε καὶ εἴκοσι σταδίων, ἀλλὰ δείλης ἀφίκοντο εἰς τὰς κώμας. ἔνθα δὴ πάλιν ἀθυμία ἦν. καὶ Χειρίσοφος καὶ οἱ πρεσβύτατοι τῶν στρατηγῶν Ξενοφῶντα ᾐτιῶντο ὅτι ἐδίωκεν ἀπὸ τῆς φάλαγγος καὶ αὐτός τε ἐκινδύνευε καὶ τοὺς πολεμίους οὐδὲν μᾶλλον ἐδύνατο βλάπτειν.
结果,整整一天他们行进不过二十五斯塔德,直到傍晚才抵达村庄。在那里,全军再次陷入沮丧。海里索福斯和最年长的几位将军责备色诺芬,因为他脱离方阵展开追击,不仅让自己身陷险境,而且未能给敌人造成任何打击。
ἀκούσας δὲ Ξενοφῶν ἔλεγεν ὅτι ὀρθῶς αἰτιῷντο καὶ αὐτὸ τὸ ἔργον αὐτοῖς μαρτυροίη. ἀλλʼ ἐγώ, ἔφη, ἠναγκάσθην διώκειν, ἐπειδὴ ἑώρων ἡμᾶς ἐν τῷ μένειν κακῶς μὲν πάσχοντας, ἀντιποιεῖν δὲ οὐ δυναμένους.
色诺芬听后表示,他们的责备是完全正确的,事实本身就为他们作证。“但我,”他说道,“不得不发起追击,因为我看到留守原地只会遭到重创而无法还击。
ἐπειδὴ δὲ ἐδιώκομεν, ἀληθῆ, ἔφη, ὑμεῖς λέγετε· κακῶς μὲν γὰρ ποιεῖν οὐδὲν μᾶλλον ἐδυνάμεθα τοὺς πολεμίους, ἀνεχωροῦμεν δὲ παγχαλέπως.
然而当我们发起追击时,”他说,“你们说的是实情:因为我们丝毫未能伤及敌人,而且退回得极其艰难。
τοῖς οὖν θεοῖς χάρις ὅτι οὐ σὺν πολλῇ ῥώμῃ ἀλλὰ σὺν ὀλίγοις ἦλθον, ὥστε βλάψαι μὲν μὴ μεγάλα, δηλῶσαι δὲ ὧν δεόμεθα.2
因此当感谢众神,敌人并未大举来犯,而是只带了少数人来,因而未能造成严重伤害,反而向我们展示了我们所匮乏之物。
νῦν γὰρ οἱ πολέμιοι τοξεύουσι καὶ σφενδονῶσιν ὅσον οὔτε οἱ Κρῆτες ἀντιτοξεύειν δύνανται οὔτε οἱ ἐκ χειρὸς βάλλοντες ἐξικνεῖσθαι· ὅταν δὲ αὐτοὺς διώκωμεν, πολὺ μὲν οὐχ οἷόν τε χωρίον ἀπὸ τοῦ στρατεύματος διώκειν, ἐν ὀλίγῳ δὲ οὐδʼ εἰ ταχὺς εἴη πεζὸς πεζὸν ἂν διώκων καταλαμβάνοι ἐκ τόξου ῥύματος.3
因为现在敌人在克里特人无法对射、投掷标枪者无法触及的距离外射箭和投石;而每当我们追击他们时,既不可能脱离大军追出太远,在短距离内,即便奔跑极快的步兵,追赶一个相隔一箭之遥起跑的步兵也绝无法将其追上。
ἡμεῖς οὖν εἰ μέλλοιμεν τούτους εἴργειν ὥστε μὴ δύνασθαι βλάπτειν ἡμᾶς πορευομένους, σφενδονητῶν τὴν ταχίστην δεῖ καὶ ἱππέων. ἀκούω δʼ εἶναι ἐν τῷ στρατεύματι ἡμῶν Ῥοδίους, ὧν τοὺς πολλούς φασιν ἐπίστασθαι σφενδονᾶν, καὶ τὸ βέλος αὐτῶν καὶ διπλάσιον φέρεσθαι τῶν Περσικῶν σφενδονῶν.4
因此,如果我们打算阻止这些人使他们无法在行军中伤害我们,就必须以最快速度组建投石兵与骑兵。我听说我军中有罗得岛人,据说他们大多懂得投石,并且他们的弹丸射程甚至可达波斯投石器的两倍。
ἐκεῖναι γὰρ διὰ τὸ χειροπληθέσι τοῖς λίθοις σφενδονᾶν ἐπὶ βραχὺ ἐξικνοῦνται, οἱ δὲ Ῥόδιοι καὶ ταῖς μολυβδίσιν ἐπίστανται χρῆσθαι.
因为波斯人是用握满手掌的大石投掷,所以射程很短,而罗得岛人连铅弹也懂得使用。
ἢν οὖν αὐτῶν ἐπισκεψώμεθα τίνες πέπανται σφενδόνας, καὶ τούτῳ μὲν δῶμεν αὐτῶν ἀργύριον, τῷ δὲ ἄλλας πλέκειν ἐθέλοντι ἄλλο ἀργύριον τελῶμεν, καὶ τῷ σφενδονᾶν ἐν τῷ τεταγμένῳ ἐθέλοντι ἄλλην τινὰ ἀτέλειαν εὑρίσκωμεν, ἴσως τινὲς φανοῦνται ἱκανοὶ ἡμᾶς ὠφελεῖν.
因此,如果我们查验他们当中有谁拥有投石器,为它们付给拥有者银钱,对愿意编织其他投石器的人支付另一笔银钱,并对愿意在编成阵列中担任投石兵者给予免役优待,或许就会出现足以助我们一臂之力的人才。
ὁρῶ δὲ ἵππους ὄντας ἐν τῷ στρατεύματι, τοὺς μέν τινας παρʼ ἐμοί, τοὺς δὲ τῶν Κλεάρχου καταλελειμμένους, πολλοὺς δὲ καὶ ἄλλους αἰχμαλώτους σκευοφοροῦντας. ἂν οὖν τούτους πάντας ἐκλέξαντες σκευοφόρα μὲν ἀντιδῶμεν, τοὺς δὲ ἵππους εἰς ἱππέας κατασκευάσωμεν, ἴσως καὶ οὗτοί τι τοὺς φεύγοντας ἀνιάσουσιν.
此外,我看到军中还有马匹,一些在我手中,一些是克利阿科斯留下的,还有许多其他俘获的马匹正用作载驮。如果我们把这些马全部挑选出来,用驮兽替换它们,并将这些马配备为骑兵,或许他们也能给奔逃的敌人带去一些打击。”
ἔδοξε καὶ ταῦτα. καὶ ταύτης τῆς νυκτὸς σφενδονῆται μὲν εἰς διακοσίους ἐγένοντο, ἵπποι δὲ καὶ ἱππεῖς ἐδοκιμάσθησαν τῇ ὑστεραίᾳ εἰς πεντήκοντα, καὶ σπολάδες καὶ θώρακες αὐτοῖς ἐπορίσθησαν, καὶ ἵππαρχος ἐπεστάθη Λύκιος ὁ Πολυστράτου Ἀθηναῖος.
这些提议也获得了通过。就在当夜组成了约二百名投石兵,次日检验选定了约五十匹战马与骑兵,为他们配备了皮甲与胸甲,并任命雅典人波利斯特拉托斯之子吕基奥斯为骑兵队长。
- 3.3.10ὁπόσον δὲ διώξειαν οἱ Ἕλληνες, τοσοῦτον πάλιν ἐπαναχωρεῖν μαχομένους ἔδει
关系从句中的动词 διώξειαν 为表示过去重复动作的反复祈愿语气(iterative optative)。中性关系词 ὁπόσον 与主句的代词 τοσοῦτον 作为表示空间跨度或距离的外延宾格(accusative of extent)相互照应,表明“追击了多远的距离,就必须退回多远的距离”。
- 3.3.14δηλῶσαι δὲ ὧν δεόμεθα
关系代词 ὧν 省略了指示代词先行词(作为 δηλῶσαι 宾语的宾格 ταῦτα),并按其所在从句动词 δεόμεθα 的支配要求采用属格形式,整句意为“表明我们所匮乏之物”。
- 3.3.15ἐκ τόξου ῥύματος
名词 ῥῦμα(源自 ῥύομαι/ἐρύω,意为“拉引”)在此指“弓箭的一射之距”。与介词 ἐκ 连用构成习惯用语,意为“相隔一箭之遥(起跑)”或“拥有一箭射程的先机”,用以指逃跑的敌兵最初所具有的距离优势。
- 3.3.16τὸ βέλος αὐτῶν καὶ διπλάσιον φέρεσθαι τῶν Περσικῶν σφενδονῶν
此处使用了紧缩比较法(comparatio compendiaria)。在严格语法上本应比较“罗得岛弹丸的射程”与“波斯投石器弹丸的射程”,句中省去了对应成分,直接用比较属格 τῶν Περσικῶν σφενδονῶν(波斯投石器)与罗得岛人的投掷物(τὸ βέλος αὐτῶν)相对比。
