- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.3.1-3.3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军焚毁了多余的辎重准备行军,但识破了假托友谊前来的米特拉达梯实为劝降细作,将军们因而决议在敌境彻底断绝使节往来。渡河后,米特拉达梯率轻装骑兵与弓石手再次来袭,希腊后卫遭受远程骚扰,又因缺乏骑兵和射程受限而追击无果。
τούτων λεχθέντων ἀνέστησαν καὶ ἀπελθόντες κατέκαιον τὰς ἁμάξας καὶ τὰς σκηνάς, τῶν δὲ περιττῶν ὅτου μὲν δέοιτό τις1 μετεδίδοσαν ἀλλήλοις, τὰ δὲ ἄλλα εἰς τὸ πῦρ ἐρρίπτουν. ταῦτα ποιήσαντες ἠριστοποιοῦντο. ἀριστοποιουμένων δὲ αὐτῶν ἔρχεται Μιθραδάτης σὺν ἱππεῦσιν ὡς τριάκοντα, καὶ καλεσάμενος τοὺς στρατηγοὺς εἰς ἐπήκοον λέγει ὧδε. ἐγώ, ὦ ἄνδρες Ἕλληνες, καὶ Κύρῳ πιστὸς ἦν, ὡς ὑμεῖς ἐπίστασθε, καὶ νῦν ὑμῖν εὔνους· καὶ ἐνθάδε δʼ εἰμὶ σὺν πολλῷ φόβῳ διάγων. εἰ οὖν ὁρῴην ὑμᾶς σωτήριόν τι βουλευομένους, ἔλθοιμι ἂν2 πρὸς ὑμᾶς καὶ τοὺς θεράποντας πάντας ἔχων. λέξατε οὖν πρός με τί ἐν νῷ ἔχετε ὡς φίλον τε καὶ εὔνουν καὶ βουλόμενον κοινῇ σὺν ὑμῖν τὸν στόλον ποιεῖσθαι.
说完这些话后,全军起立离去,焚毁了辎重车与营帐;在多余的物资中,凡有人需要的,他们就彼此分发,其余的则投入火中。做完这些事后,他们便去吃早饭。正在他们进早餐时,米特拉达梯带着大约三十名骑兵前来,将诸位将军召至听得见声音的距离内,这样说道: “希腊将士们,正如你们所知,我曾效忠于居鲁士,如今也对你们怀抱善意;我在此地也是怀着极大的恐惧度日。如果我看到你们正在商议某种自保的良策,我便愿意带着所有的扈从归附你们。因此,请把你们的意图告诉我,将我视作愿意与你们同甘共苦、结伴行军的朋友与善意之人。”
βουλευομένοις τοῖς στρατηγοῖς ἔδοξεν ἀποκρίνασθαι τάδε· καὶ ἔλεγε Χειρίσοφος· ἡμῖν δοκεῖ, εἰ μέν τις ἐᾷ ἡμᾶς ἀπιέναι οἴκαδε, διαπορεύεσθαι τὴν χώραν ὡς ἂν δυνώμεθα ἀσινέστατα· ἢν δέ τις ἡμᾶς τῆς ὁδοῦ ἀποκωλύῃ, διαπολεμεῖν τούτῳ ὡς ἂν δυνώμεθα κράτιστα.
将军们商议之后,决定作如下答复;海里索福斯说道:“我们的决定是:如果有人准许我们回乡,我们便尽可能秋毫无犯地穿过这片土地;但如果有人阻截我们的道路,我们将竭尽所能与之一战到底。”
ἐκ τούτου ἐπειρᾶτο Μιθραδάτης διδάσκειν ὡς ἄπορον εἴη3 βασιλέως ἄκοντος σωθῆναι. ἔνθα δὴ ἐγιγνώσκετο ὅτι ὑπόπεμπτος εἴη· καὶ γὰρ τῶν Τισσαφέρνους τις οἰκείων παρηκολουθήκει πίστεως ἕνεκα.
随后米特拉达梯试图劝导他们说,违抗国王的旨意绝无可能脱身。就在这时,人们识破了他不过是被暗中派来的细作;因为提萨斐尼的一个亲信为了监视其忠信正尾随着他。
καὶ ἐκ τούτου ἐδόκει τοῖς στρατηγοῖς βέλτιον εἶναι δόγμα ποιήσασθαι τὸν πόλεμον ἀκήρυκτον εἶναι ἔστʼ ἐν τῇ πολεμίᾳ εἶεν· διέφθειρον γὰρ προσιόντες τοὺς στρατιώτας, καὶ ἕνα γε λοχαγὸν διέφθειραν Νίκαρχον Ἀρκάδα, καὶ ᾤχετο ἀπιὼν νυκτὸς σὺν ἀνθρώποις ὡς εἴκοσι.
由此,将军们认为最好立下一项决议:只要还在敌境之内,战争便断绝军使往来、不立誓约;因为敌人常走近前来腐蚀士兵,他们确实已经策反了一名连长,即阿卡迪亚人尼卡尔霍斯,他已在夜间率领大约二十人叛逃而去。
μετὰ ταῦτα ἀριστήσαντες καὶ διαβάντες τὸν Ζαπάταν ποταμὸν ἐπορεύοντο τεταγμένοι τὰ ὑποζύγια καὶ τὸν ὄχλον ἐν μέσῳ ἔχοντες. οὐ πολὺ δὲ προεληλυθότων αὐτῶν ἐπιφαίνεται πάλιν ὁ Μιθραδάτης, ἱππέας ἔχων ὡς διακοσίους καὶ τοξότας καὶ σφενδονήτας εἰς τετρακοσίους μάλα ἐλαφροὺς καὶ εὐζώνους.
此后,希腊人吃完早饭,渡过扎帕塔斯河,将驮兽与随军队伍置于中央,列队行军。他们刚行进不远,米特拉达梯再次现身,带领约二百名骑兵以及约四百名极其轻便矫捷的弓箭手和投石手。
καὶ προσῄει μὲν ὡς φίλος ὢν πρὸς τοὺς Ἕλληνας· ἐπεὶ δʼ ἐγγὺς ἐγένοντο, ἐξαπίνης οἱ μὲν αὐτῶν ἐτόξευον καὶ ἱππεῖς καὶ πεζοί, οἱ δʼ ἐσφενδόνων καὶ ἐτίτρωσκον. οἱ δὲ ὀπισθοφύλακες τῶν Ἑλλήνων ἔπασχον μὲν κακῶς, ἀντεποίουν δʼ οὐδέν· οἵ τε γὰρ Κρῆτες βραχύτερα τῶν Περσῶν ἐτόξευον καὶ ἅμα ψιλοὶ ὄντες εἴσω τῶν ὅπλων κατεκέκλειντο, οἱ δὲ ἀκοντισταὶ βραχύτερα ἠκόντιζον ἢ ὡς ἐξικνεῖσθαι τῶν σφενδονητῶν.4
他起初宛如朋友一般接近希腊人;但当他们走近时,敌方的骑兵和步兵突然有人射箭,有人投石,造成了伤亡。希腊军的后卫遭受重创,却无力反击;因为克里特弓箭手的射程不如波斯弓箭手,且身为轻装人员被困在重装步兵阵形之内,而标枪手投掷的距离又太短,无法触及敌方的投石手。
ἐκ τούτου Ξενοφῶντι ἐδόκει διωκτέον εἶναι· καὶ ἐδίωκον τῶν ὁπλιτῶν καὶ τῶν πελταστῶν οἳ ἔτυχον σὺν αὐτῷ ὀπισθοφυλακοῦντες· διώκοντες δὲ οὐδένα κατελάμβανον τῶν πολεμίων.
鉴于这种情况,色诺芬认为必须发起追击;于是同他一起担任后卫的重装步兵与轻盾兵便展开追击;然而在追击中,他们一个敌人也没能追上。
οὔτε γὰρ ἱππεῖς ἦσαν τοῖς Ἕλλησιν οὔτε οἱ πεζοὶ τοὺς πεζοὺς ἐκ πολλοῦ φεύγοντας5 ἐδύναντο καταλαμβάνειν ἐν ὀλίγῳ χωρίῳ· πολὺ γὰρ οὐχ οἷόν τε ἦν ἀπὸ τοῦ ἄλλου στρατεύματος διώκειν·
因为希腊人没有骑兵,步兵也无法在狭短的距离内追上早早就在远处奔逃的敌方步兵;因为他们不可能脱离主力大军追出太远。
- 3.3.1τῶν δὲ περιττῶν ὅτου μὲν δέοιτό τις
τῶν περιττῶν 为部分属格,限定关系从句 ὅτου μὲν δέοιτό τις 所修饰的省略先行词。关系代词 ὅτου 采用属格是因动词 δέομαι 要求接属格宾语(或受省略的先行词 τούτου 的格同化)。从属分句中的希求法 δέοιτο 表示过去反复发生的条件(“凡有人需要的东西”)。
- 3.3.2εἰ οὖν ὁρῴην ὑμᾶς σωτήριόν τι βουλευομένους, ἔλθοιμι ἂν
条件从句用 εἰ 搭配希求法(ὁρῴην),主句用 ἄν 搭配希求法(ἔλθοιμι ἄν),构成了标准的将来潜势(或远隔假设)条件句,表示客气或推测性的提议(“若我见到……我便会来”)。
- 3.3.2ὡς ἄπορον εἴη ... ὅτι ὑπόπεμπτος εἴη
两处希求法 εἴη 皆为主句过去时主动词(ἐπειρᾶτο, ἐγιγνώσκετο)之后、由 ὡς 和 ὅτι 引导的间接陈述从句中的间接希求法(optativus obliquus),用以代替直陈式现在时 ἐστί。
- 3.3.7βραχύτερα ἠκόντιζον ἢ ὡς ἐξικνεῖσθαι τῶν σφενδονητῶν
比较级副词 βραχύτερα 之后接 ἢ ὡς 搭配不定词(ἐξικνεῖσθαι),相当于比较级后的 ἢ ὥστε 加不定词结构,表示比例不足以产生某种结果,即“投掷距离太短,以至于达不到投石手(短得无法击中)”。
- 3.3.9ἐκ πολλοῦ φεύγοντας
惯用短语 ἐκ πολλοῦ 作副词性短语,表示空间距离,意为“从很远的前方(已经拉开很大距离)”逃跑,与后文的 ἐν ὀλίγῳ χωρίῳ(在短暂的空间/距离之内)形成对比,解释了为何无法追及。
