- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.2.29-3.2.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬提议严明军纪,并建议组成空心方阵行军,由海里索福斯为先锋、年轻将领殿后;全军举手表决一致通过该决议。
λοιπόν μοι εἰπεῖν ὅπερ καὶ μέγιστον νομίζω εἶναι. ὁρᾶτε γὰρ καὶ τοὺς πολεμίους ὅτι οὐ πρόσθεν ἐξενεγκεῖν ἐτόλμησαν1 πρὸς ἡμᾶς πόλεμον πρὶν τοὺς στρατηγοὺς ἡμῶν συνέλαβον, νομίζοντες ὄντων μὲν τῶν ἀρχόντων καὶ ἡμῶν πειθομένων ἱκανοὺς εἶναι ἡμᾶς περιγενέσθαι τῷ πολέμῳ, λαβόντες δὲ τοὺς ἄρχοντας ἀναρχίᾳ ἂν καὶ ἀταξίᾳ ἐνόμιζον ἡμᾶς ἀπολέσθαι.2
我剩下要说的,正是被我认为是最重要的一点。因为你们也看到,敌人在捕获我们的将领之前,根本不敢向我们公开发动战争;他们以为,只要军官尚存而我们服从军令,我们就有能力在战争中取胜,但一旦拿下了军官,他们便认为我们会因群龙无首和秩序混乱而自取灭亡。
δεῖ οὖν πολὺ μὲν τοὺς ἄρχοντας ἐπιμελεστέρους γενέσθαι τοὺς νῦν τῶν πρόσθεν, πολὺ δὲ τοὺς ἀρχομένους εὐτακτοτέρους καὶ πειθομένους μᾶλλον τοῖς ἄρχουσι νῦν ἢ πρόσθεν·
因此,如今的军官必须比以往的军官更加警醒尽责,而受指挥的部众也必须比以往更加守纪律、更加服从军官。
ἢν δέ τις ἀπειθῇ, ψηφίσασθαι τὸν ἀεὶ ὑμῶν ἐντυγχάνοντα σὺν τῷ ἄρχοντι κολάζειν· οὕτως οἱ πολέμιοι πλεῖστον ἐψευσμένοι ἔσονται· τῇδε γὰρ τῇ ἡμέρᾳ μυρίους ὄψονται ἀνθʼ ἑνὸς Κλεάρχους τοὺς οὐδενὶ ἐπιτρέψοντας κακῷ εἶναι.
如果有人违抗命令,请大家表决:凡在场的任何人,都要同军官一道严惩违令者。这样一来,敌人的算盘就将落得最大程度的落空;因为在今天,他们将看到不是仅有一个克莱阿尔科斯,而是一万个绝不容许任何人胆怯苟且的克莱阿尔科斯。
ἀλλὰ γὰρ καὶ περαίνειν ἤδη ὥρα· ἴσως γὰρ οἱ πολέμιοι αὐτίκα παρέσονται. ὅτῳ οὖν ταῦτα δοκεῖ καλῶς ἔχειν, ἐπικυρωσάτω ὡς τάχιστα, ἵνα ἔργῳ περαίνηται. εἰ δέ τι ἄλλο βέλτιον ἢ ταύτῃ, τολμάτω καὶ ὁ ἰδιώτης διδάσκειν· πάντες γὰρ κοινῆς σωτηρίας δεόμεθα.
然而,现在已经到了必须结束发言的时候,因为敌人或许片刻间就会杀到。因此,无论谁认为这些建议是妥善的,请尽快加以表决通过,以便付诸实行。如果有人有比这更好的意见,即便是一介平民士兵也当大胆提出;因为我们所有人都需要共同的拯救。
μετὰ ταῦτα Χειρίσοφος εἶπεν· ἀλλʼ εἰ μέν τινος ἄλλου δεῖ πρὸς τούτοις οἷς λέγει Ξενοφῶν, καὶ αὐτίκα ἐξέσται ποιεῖν· ἃ δὲ νῦν εἴρηκε δοκεῖ μοι ὡς τάχιστα ψηφίσασθαι ἄριστον εἶναι· καὶ ὅτῳ δοκεῖ ταῦτα, ἀνατεινάτω τὴν χεῖρα.
在此之后,海里索福斯说道:“要是除了色诺芬所说的之外还需要别的什么,随后立刻也可以办;但他方才所陈述的内容,我认为尽快表决通过乃是上策;赞同此项提议的人,请举起手来。”
ἀνέτειναν πάντες. ἀναστὰς δὲ πάλιν εἶπε Ξενοφῶν· ὦ ἄνδρες, ἀκούσατε ὧν προσδοκεῖ μοι. δῆλον ὅτι πορεύεσθαι ἡμᾶς δεῖ ὅπου ἕξομεν τὰ ἐπιτήδεια· ἀκούω δὲ κώμας εἶναι καλὰς οὐ πλέον εἴκοσι σταδίων ἀπεχούσας·
所有人都举起了手。色诺芬再次站起身来说道:“诸位,请听听我认为还需要补充的事宜。显而易见,我们必须行军到能获得给养的地方去;我听说在不到二十斯塔迪昂的地方就有许多优良的村落。
οὐκ ἂν οὖν θαυμάζοιμεν εἰ οἱ πολέμιοι, ὥσπερ οἱ δειλοὶ κύνες τοὺς μὲν παριόντας διώκουσί τε καὶ δάκνουσιν, ἢν δύνωνται, τοὺς δὲ διώκοντας φεύγουσιν, εἰ καὶ αὐτοὶ ἡμῖν ἀπιοῦσιν ἐπακολουθοῖεν.
所以,如果敌人就像那些怯懦的恶犬一样——它们追赶并撕咬过路的人(若它们能办到),却对追击它们的人望风而逃——如果我们撤退时他们也尾随在后,我们便不必惊异。
ἴσως οὖν ἀσφαλέστερον ἡμῖν πορεύεσθαι πλαίσιον ποιησαμένους τῶν ὅπλων, ἵνα τὰ σκευοφόρα καὶ ὁ πολὺς ὄχλος ἐν ἀσφαλεστέρῳ εἴη. εἰ οὖν νῦν ἀποδειχθείη τίνας χρὴ ἡγεῖσθαι τοῦ πλαισίου καὶ τὰ πρόσθεν κοσμεῖν καὶ τίνας ἐπὶ τῶν πλευρῶν ἑκατέρων εἶναι, τίνας δʼ ὀπισθοφυλακεῖν, οὐκ ἂν ὁπότε οἱ πολέμιοι ἔλθοιεν βουλεύεσθαι ἡμᾶς δέοι, ἀλλὰ χρῴμεθα ἂν εὐθὺς τοῖς τεταγμένοις.
因此,我们把重装步兵列成空心方阵来行军,让辎重队和庞大的随军杂役处于更加安全的位置,或许会更为稳妥。所以,如果现在就指定好由谁统领方阵前锋并整饬前队,由谁负责两翼,由谁担任后卫,那么等敌人来袭时,我们便无需临时商议,而是能立即指派已部署好的人员行动。
εἰ μὲν οὖν ἄλλο τις βέλτιον ὁρᾷ, ἄλλως ἐχέτω· εἰ δὲ μή, Χειρίσοφος μὲν ἡγοῖτο, ἐπειδὴ καὶ Λακεδαιμόνιός ἐστι· τῶν δὲ πλευρῶν ἑκατέρων δύο τὼ πρεσβυτάτω στρατηγὼ ἐπιμελοίσθην· ὀπισθοφυλακοῖμεν δʼ ἡμεῖς οἱ νεώτατοι ἐγὼ καὶ Τιμασίων τὸ νῦν εἶναι.3
如果有人看到更好的方案,就按别的方式办;如果没有,那么海里索福斯既是拉刻代蒙人,就由他统率前锋;两侧翼由最年长的两位将军负责;而后卫则由我们这些最年轻的人,即我和蒂玛西昂,暂时来担任。
τὸ δὲ λοιπὸν πειρώμενοι ταύτης τῆς τάξεως βουλευσόμεθα ὅ τι ἂν ἀεὶ κράτιστον δοκῇ εἶναι. εἰ δέ τις ἄλλο ὁρᾷ βέλτιον, λεξάτω. ἐπεὶ δʼ οὐδεὶς ἀντέλεγεν, εἶπεν· ὅτῳ δοκεῖ ταῦτα, ἀνατεινάτω τὴν χεῖρα. ἔδοξε ταῦτα.
今后我们在实际试用这种队形时,再随时商议何者最为妥善。如果有人看到更好的方案,请讲出来。”在无人提出异议后,他说道:“赞成这一提议的人,请举手。”方案获准通过。
νῦν τοίνυν, ἔφη, ἀπιόντας ποιεῖν δεῖ τὰ δεδογμένα. καὶ ὅστις τε ὑμῶν τοὺς οἰκείους ἐπιθυμεῖ ἰδεῖν, μεμνήσθω ἀνὴρ ἀγαθὸς εἶναι· οὐ γὰρ ἔστιν ἄλλως τούτου τυχεῖν· ὅστις τε ζῆν ἐπιθυμεῖ, πειράσθω νικᾶν· τῶν μὲν γὰρ νικώντων τὸ καίνειν,4 τῶν δὲ ἡττωμένων τὸ ἀποθνῄσκειν ἐστί· καὶ εἴ τις δὲ χρημάτων ἐπιθυμεῖ, κρατεῖν πειράσθω· τῶν γὰρ νικώντων ἐστὶ καὶ τὰ ἑαυτῶν σῴζειν καὶ τὰ τῶν ἡττωμένων λαμβάνειν.
他说:“那么现在,我们在出发时就必须贯彻执行已经通过的决议。你们当中凡渴望见到亲友的人,切记要做勇士,因为不如此便无法如愿;凡渴望求生的人,要竭力争取胜利,因为杀敌属于胜利者,而死亡属于被击败者;如果有人贪求财物,也要力争战胜,因为保全自己的财物并夺取败者的财物,全都是属于胜利者的特权。”
- 3.2.29ὁρᾶτε γὰρ καὶ τοὺς πολεμίους ὅτι οὐ πρόσθεν ἐξενεγκεῖν ἐτόλμησαν
先取句式(prolepsis),从句(ὅτι 从句)中的主语 τοὺς πολεμίους 被提前充当了主句动词 ὁρᾶτε 的直接宾语。
- 3.2.29ἀναρχίᾳ ἂν καὶ ἀταξίᾳ ἐνόμιζον ἡμᾶς ἀπολέσθαι
间接引语中 ἄν 与不定式 ἀπολέσθαι 的结合,对应于直接引语中带有 ἄν 的希求法(ἀπολοίμεθʼ ἄν)或直说法过去时反事实假想的归结分句(ἀπωλόμεθʼ ἄν)。
- 3.2.37τὸ νῦν εἶναι
限定性宾格与绝对不定式构成的固定习语,意为“暂且”、“就目前而言”。
- 3.2.39τῶν μὲν γὰρ νικώντων τὸ καίνειν
表从属或特征的表语性属格,其中带冠词的不定式 τὸ καίνειν 作主语(“击杀乃是胜利者的事/特权”)。后文的 τῶν δὲ ἡττωμένων 以及 τῶν γὰρ νικώντων ἐστὶ καὶ τὰ ἑαυτῶν σῴζειν 亦同属此结构。
