- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.2.20-3.2.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬驳斥了士兵们对向导、粮饷以及渡河问题的忧虑,在指明就地定居之可能的同时敦促大家坚决返乡,并提议烧毁大车与营帐等累赘辎重,以全力保障部队的安全与战斗力。
εἰ δὲ δὴ τὰς μὲν μάχας θαρρεῖτε, ὅτι δὲ οὐκέτι ὑμῖν Τισσαφέρνης ἡγήσεται οὐδὲ βασιλεὺς ἀγορὰν παρέξει, τοῦτο ἄχθεσθε, σκέψασθε πότερον κρεῖττον Τισσαφέρνην ἡγεμόνα ἔχειν, ὃς ἐπιβουλεύων ἡμῖν φανερός ἐστιν, ἢ οὓς ἂν ἡμεῖς ἄνδρας λαβόντες ἡγεῖσθαι κελεύωμεν, οἳ εἴσονται ὅτι, ἤν τι περὶ ἡμᾶς ἁμαρτάνωσι, περὶ τὰς ἑαυτῶν ψυχὰς καὶ σώματα ἁμαρτήσονται.
然而,如果你们对战斗充满信心,却因蒂萨斐尼不再为你们带路、国王也不再提供市集而感到忧虑,那么请权衡一下哪一种更好:是由公然图谋暗算我们的蒂萨斐尼充当向导,还是由我们抓获并勒令引路的向导带领——这些人自会明白,一旦对我们有任何不轨,搭上的将是他们自己的性命和身躯。
τὰ δὲ ἐπιτήδεια πότερον ὠνεῖσθαι κρεῖττον ἐκ τῆς ἀγορᾶς ἧς οὗτοι παρεῖχον μικρὰ μέτρα πολλοῦ ἀργυρίου, μηδὲ τοῦτο ἔτι ἔχοντας, ἢ αὐτοὺς λαμβάνειν ἤνπερ κρατῶμεν, μέτρῳ χρωμένους ὁπόσῳ ἂν ἕκαστος βούληται.
至于给养,究竟是从他们原先提供的市集上花大价钱买少量的分量更好——况且我们手中如今连钱财也没有了——还是在我们取胜的情况下自行获取、各人想要多少就取多少分量更好?
εἰ δὲ ταῦτα μὲν γιγνώσκετε ὅτι κρείττονα, τοὺς δὲ ποταμοὺς ἄπορον νομίζετε εἶναι καὶ μεγάλως ἡγεῖσθε ἐξαπατηθῆναι διαβάντες, σκέψασθε εἰ ἄρα τοῦτο καὶ μωρότατον πεποιήκασιν οἱ βάρβαροι. πάντες γὰρ ποταμοί, ἢν καὶ πρόσω τῶν πηγῶν ἄποροι ὦσι, προσιοῦσι πρὸς τὰς πηγὰς διαβατοὶ γίγνονται οὐδὲ τὸ γόνυ βρέχοντες.
如果你们明知这些方面其实更好,却仍认为江河不可渡越,并觉得自己渡河过来是受了极大的欺骗,那么请想想,蛮族在这件事上所做的是否正是最愚蠢不过的。因为所有的河流,纵然远离发源地之处无法渡过,但只要迎着源头走去,甚至连膝盖都湿不到就可以涉渡过去。
εἰ δὲ μήθʼ οἱ ποταμοὶ διήσουσιν ἡγεμών τε μηδεὶς ἡμῖν φανεῖται, οὐδʼ ὣς ἡμῖν γε ἀθυμητέον. ἐπιστάμεθα γὰρ Μυσούς, οὓς οὐκ ἂν ἡμῶν φαίημεν βελτίους εἶναι, ὅτι βασιλέως ἄκοντος ἐν βασιλέως χώρᾳ πολλάς τε καὶ εὐδαίμονας καὶ μεγάλας πόλεις οἰκοῦσιν, ἐπιστάμεθα δὲ Πισίδας ὡσαύτως, Λυκάονας δὲ καὶ αὐτοὶ εἴδομεν ὅτι ἐν τοῖς πεδίοις τὰ ἐρυμνὰ καταλαβόντες τὴν τούτων χώραν καρποῦνται·
即使江河不肯放我们过去,也没有向导为我们效力,我们即便如此也绝不能丧气。因为我们知道密细亚人——我们断不至认为他们比我们更强——在国王极不情愿的情况下,仍在国王的领土上占据着许多富庶的大城市;我们也知道皮西迪亚人同样如此;至于吕考尼亚人,我们亲眼看见他们夺取了平原上的要塞,享用着那里的土地出产。
καὶ ἡμᾶς δʼ ἂν ἔφην ἔγωγε χρῆναι1 μήπω φανεροὺς εἶναι οἴκαδε ὡρμημένους, ἀλλὰ κατασκευάζεσθαι ὡς αὐτοῦ οἰκήσοντας. οἶδα γὰρ ὅτι καὶ Μυσοῖς βασιλεὺς πολλοὺς μὲν ἡγεμόνας ἂν δοίη, πολλοὺς δʼ ἂν ὁμήρους τοῦ ἀδόλως ἐκπέμψειν,2 καὶ ὁδοποιήσειέ γʼ ἂν αὐτοῖς καὶ εἰ σὺν τεθρίπποις βούλοιντο ἀπιέναι. καὶ ἡμῖν γʼ ἂν οἶδʼ ὅτι τρισάσμενος ταῦτʼ ἐποίει, εἰ ἑώρα ἡμᾶς μένειν κατασκευαζομένους.
我本人甚至本想说,我们甚至还不应当显露出急于返乡的意图,而应当做出一副打算在此定居的准备。因为我知道,即便对密细亚人,国王也会提供许多向导,提供许多人质以确保无诈地护送他们出境,若他们想乘坐四马战车离去,国王甚至还会为他们修筑道路。而对于我们,如果他看到我们在筹备留下来,我知道他会加倍乐于照样行事。
ἀλλὰ γὰρ δέδοικα μή, ἂν ἅπαξ μάθωμεν ἀργοὶ ζῆν καὶ ἐν ἀφθόνοις βιοτεύειν, καὶ Μήδων δὲ καὶ Περσῶν καλαῖς καὶ μεγάλαις γυναιξὶ καὶ παρθένοις ὁμιλεῖν, μὴ ὥσπερ οἱ λωτοφάγοι ἐπιλαθώμεθα3 τῆς οἴκαδε ὁδοῦ.
然而,我实实在在地担心,一旦我们习惯了游手好闲、在丰足中生活,并与米底亚和波斯美丽高挑的女子与少女相伴,我们就会像食莲者一样,忘却了回家的道路。
δοκεῖ οὖν μοι εἰκὸς καὶ δίκαιον εἶναι πρῶτον εἰς τὴν Ἑλλάδα καὶ πρὸς τοὺς οἰκείους πειρᾶσθαι ἀφικνεῖσθαι καὶ ἐπιδεῖξαι τοῖς Ἕλλησιν ὅτι ἑκόντες πένονται, ἐξὸν αὐτοῖς τοὺς νῦν σκληρῶς ἐκεῖ πολιτεύοντας ἐνθάδε κομισαμένους πλουσίους ὁρᾶν.4 ἀλλὰ γάρ, ὦ ἄνδρες, πάντα ταῦτα τἀγαθὰ δῆλον ὅτι τῶν κρατούντων ἐστί·
因此,在我看来,先设法回到希腊和亲友身边,向希腊人表明他们是自愿受穷,既然他们本可以把那些如今在故土生活艰难的人迁到此地并眼见他们致富——这才是理所当然且公正的做法。然而,诸位,很显然,这一切美好的事物都是属于征服者的。
τοῦτο δὴ δεῖ λέγειν, ὅπως ἂν πορευοίμεθά τε ὡς ἀσφαλέστατα καὶ εἰ μάχεσθαι δέοι ὡς κράτιστα μαχοίμεθα. πρῶτον μὲν τοίνυν, ἔφη, δοκεῖ μοι κατακαῦσαι τὰς ἁμάξας ἃς ἔχομεν, ἵνα μὴ τὰ ζεύγη ἡμῶν στρατηγῇ, ἀλλὰ πορευώμεθα ὅπῃ ἂν τῇ στρατιᾷ συμφέρῃ· ἔπειτα καὶ τὰς σκηνὰς συγκατακαῦσαι. αὗται γὰρ αὖ ὄχλον μὲν παρέχουσιν ἄγειν, συνωφελοῦσι δʼ οὐδὲν οὔτε εἰς τὸ μάχεσθαι οὔτʼ εἰς τὸ τὰ ἐπιτήδεια ἔχειν.
所以我们现在应当讨论的,乃是如何才能尽可能安全地行军,以及一旦必须战斗时如何才能尽可能有力地作战。他说,首先,我认为应当烧掉我们所拥有的车辆,免得让我们的驮畜成为统帅,而让我们能够行进到任何对全军有利的地方;其次,要把营帐也一同烧掉。因为这些东西带起来既累赘,对于打仗或筹集粮饷又毫无用处。
ἔτι δὲ καὶ τῶν ἄλλων σκευῶν τὰ περιττὰ ἀπαλλάξωμεν πλὴν ὅσα πολέμου ἕνεκεν ἢ σίτων ἢ ποτῶν ἔχομεν, ἵνα ὡς πλεῖστοι μὲν ἡμῶν ἐν τοῖς ὅπλοις ὦσιν, ὡς ἐλάχιστοι δὲ σκευοφορῶσι. κρατουμένων μὲν γὰρ ἐπίστασθε ὅτι πάντα ἀλλότρια· ἢν δὲ κρατῶμεν, καὶ τοὺς πολεμίους δεῖ σκευοφόρους ἡμετέρους νομίζειν.
此外,其他辎重中除了为作战、为吃喝所保留的必需品之外,凡多余的我们也一概丢弃,以便使我们当中尽可能多的人荷枪实弹,尽可能少的人搬运辎重。因为你们清楚,人一旦战败,一切就都属于别人;但只要我们胜利,我们就必须把敌人视作我们的辎重搬运夫。
- 3.2.24καὶ ἡμᾶς δʼ ἂν ἔφην ἔγωγε χρῆναι
副词小词 ἄν 与主句未完成过去时动词 ἔφην 结合,构成表潜在或与事实相反的虚拟表达(“我本人甚至想说……”),修饰的是主句动词 ἔφην 而非其后的不定式 χρῆναι。
- 3.2.24πολλοὺς δʼ ἂν ὁμήρους τοῦ ἀδόλως ἐκπέμψειν
带定冠词的将来时不定式 τοῦ ... ἐκπέμψειν 采用属格修饰名词 ὁμήρους,起到说明性或同位语属格的作用(“作为不加诡诈地护送出境之保证的人质”)。
- 3.2.25ἀλλὰ γὰρ δέδοικα μή, ἂν ἅπαξ μάθωμεν ἀργοὶ ζῆν ..., μὴ ὥσπερ οἱ λωτοφάγοι ἐπιλαθώμεθα
由表惧怕的动词 δέδοικα 引导接虚拟式 ἐπιλαθώμεθα 的 μή 从句。由于中间插入了冗长的条件状语从句(ἂν ἅπαξ μάθωμεν ...),连接词 μή 在谓语动词前发生了赘述性重复。
- 3.2.26ἐξὸν αὐτοῖς τοὺς νῦν σκληρῶς ἐκεῖ πολιτεύοντας ἐνθάδε κομισαμένους πλουσίους ὁρᾶν
非人称动词 ἔξεστι 的中性单数宾格分词构成的宾格绝对结构(表示“在他们本可以……的情况下”)。后随的分词 κομισαμένους 采用宾格,与不定式 ὁρᾶν 的隐含逻辑主语一致,而未与与格的 αὐτοῖς 保持同格。
