← 色诺芬

长征记

§3.2.10-3.2.19

追忆先辈胜绩与鼓舞将士士气

色诺芬继续发表演讲,通过列举神明的佑护、祖先在马拉松与抗击薛西斯战役中的胜利以及将士们不久前的胜绩来鼓舞士气,并指出阿里埃乌斯部队的叛离和敌军骑兵的优势并不足为惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.10

ἐτύγχανον λέγων ὅτι πολλαὶ καὶ καλαὶ ἐλπίδες ἡμῖν εἶεν σωτηρίας. πρῶτον μὲν γὰρ ἡμεῖς μὲν ἐμπεδοῦμεν τοὺς τῶν θεῶν ὅρκους, οἱ δὲ πολέμιοι ἐπιωρκήκασί τε καὶ τὰς σπονδὰς παρὰ τοὺς ὅρκους λελύκασιν. οὕτω δʼ ἐχόντων εἰκὸς τοῖς μὲν πολεμίοις ἐναντίους εἶναι τοὺς θεούς, ἡμῖν δὲ συμμάχους, οἵπερ ἱκανοί εἰσι καὶ τοὺς μεγάλους ταχὺ μικροὺς ποιεῖν καὶ τοὺς μικροὺς κἂν ἐν δεινοῖς ὦσι σῴζειν εὐπετῶς, ὅταν βούλωνται.

我方才正说到,我们对于得救抱有许多美好的希望。因为首先,我们恪守对神明的誓言,而敌人却背弃誓言,违背盟誓撕毁了停战协定。在这一局势下,神明理所当然会成为敌人的仇敌,而成为我们的盟友;神明完全有能力随心所欲地迅速使强盛者变为弱小,并轻易解救即使身处危局中的微弱者。

§3.2.11

ἔπειτα δὲ ἀναμνήσω γὰρ ὑμᾶς1 καὶ τοὺς τῶν προγόνων τῶν ἡμετέρων κινδύνους, ἵνα εἰδῆτε ὡς ἀγαθοῖς τε ὑμῖν προσήκει εἶναι σῴζονταί τε σὺν τοῖς θεοῖς καὶ ἐκ πάνυ δεινῶν οἱ ἀγαθοί. ἐλθόντων μὲν γὰρ Περσῶν καὶ τῶν σὺν αὐτοῖς παμπληθεῖ στόλῳ ὡς ἀφανιούντων τὰς Ἀθήνας,2 ὑποστῆναι αὐτοὶ Ἀθηναῖοι τολμήσαντες ἐνίκησαν αὐτούς.

其次——因为我还要提醒你们回想我们祖先所经历的危险,好让你们明白,成为勇士对你们而言是理所应当的,而且勇士在神明的相助下即便从极度危险的绝境中也能获救——因为当波斯人及其仆从携倾国大军来犯、企图将雅典夷为平地时,雅典人奋起抵抗,敢于独自迎敌并战胜了他们。

§3.2.12

καὶ εὐξάμενοι τῇ Ἀρτέμιδι ὁπόσους κατακάνοιεν τῶν πολεμίων τοσαύτας χιμαίρας καταθύσειν τῇ θεῷ, ἐπεὶ οὐκ εἶχον ἱκανὰς εὑρεῖν, ἔδοξεν αὐτοῖς κατʼ ἐνιαυτὸν πεντακοσίας θύειν, καὶ ἔτι νῦν ἀποθύουσιν.

他们曾向阿尔忒弥斯女神许愿,杀敌多少便向女神献祭多少只母山羊,后来由于无法觅得足够数量,他们便决定每年献祭五百只,至今仍按愿献祭。

§3.2.13

ἔπειτα ὅτε Ξέρξης ὕστερον ἀγείρας τὴν ἀναρίθμητον στρατιὰν ἦλθεν ἐπὶ τὴν Ἑλλάδα, καὶ τότε ἐνίκων οἱ ἡμέτεροι πρόγονοι τοὺς τούτων προγόνους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ὧν ἔστι μὲν τεκμήρια ὁρᾶν τὰ τρόπαια, μέγιστον δὲ μαρτύριον ἡ ἐλευθερία τῶν πόλεων ἐν αἷς ὑμεῖς ἐγένεσθε καὶ ἐτράφητε· οὐδένα γὰρ ἄνθρωπον δεσπότην ἀλλὰ τοὺς θεοὺς προσκυνεῖτε.

其后,当薛西斯后来集结起无法计数的大军进攻希腊时,我们的祖先同样在陆上和海上都战胜了他们的祖先。对此,我们不仅可以看见战胜纪念碑作为证据,而最重大的见证则是你们生于斯长于斯的城邦的自由;因为你们不尊奉任何人为主子,而只敬拜神明。

§3.2.14

τοιούτων μέν ἐστε προγόνων. οὐ μὲν δὴ τοῦτό γε ἐρῶ ὡς ὑμεῖς καταισχύνετε αὐτούς· ἀλλʼ οὐ πολλαὶ ἡμέραι ἀφʼ οὗ3 ἀντιταξάμενοι τούτοις τοῖς ἐκείνων ἐκγόνοις πολλαπλασίους ὑμῶν αὐτῶν ἐνικᾶτε σὺν τοῖς θεοῖς.

你们正是有着这样祖先的子孙。我绝不会说你们辱没了他们;相反,距离你们与那些人的这群后代对阵,并在神明护佑下击溃数倍于己的敌军,并没有过去多少天。

§3.2.15

καὶ τότε μὲν δὴ περὶ τῆς Κύρου βασιλείας ἄνδρες ἦτε ἀγαθοί· νῦν δʼ ὁπότε περὶ τῆς ὑμετέρας σωτηρίας ὁ ἀγών ἐστι, πολὺ δήπου ὑμᾶς προσήκει καὶ ἀμείνονας καὶ προθυμοτέρους εἶναι.

彼时你们确实是为了居鲁士的王位而英勇奋战;而如今这场较量关乎你们自身的救生,你们显然应当表现得更加英勇、更加振奋。

§3.2.16

ἀλλὰ μὴν καὶ θαρραλεωτέρους νῦν πρέπει εἶναι πρὸς τοὺς πολεμίους. τότε μὲν γὰρ ἄπειροι ὄντες αὐτῶν τὸ δὲ πλῆθος ἄμετρον ὁρῶντες, ὅμως ἐτολμήσατε σὺν τῷ πατρῴῳ φρονήματι ἰέναι εἰς αὐτούς· νῦν δὲ ὁπότε καὶ πεῖραν ἤδη ἔχετε αὐτῶν ὅτι οὐ θέλουσι καὶ πολλαπλάσιοι ὄντες δέχεσθαι ὑμᾶς, τί ἔτι ὑμῖν προσήκει τούτους φοβεῖσθαι;

不仅如此,现在面对敌人时理应更加勇敢。因为当时你们对他们尚无经验,看着那无可计量的庞大人数,依然敢于凭借祖传的气魄向他们冲锋;而如今你们已经从经验中得知,即便他们数倍于你们也不敢正面迎战,你们何必还要畏惧他们?

§3.2.17

μηδὲ μέντοι τοῦτο μεῖον δόξητε ἔχειν4 ὅτι οἱ Κύρειοι πρόσθεν σὺν ἡμῖν ταττόμενοι νῦν ἀφεστήκασιν. ἔτι γὰρ οὗτοι κακίονές εἰσι τῶν ὑφʼ ἡμῶν ἡττημένων· ἔφυγον γοῦν πρὸς ἐκείνους καταλιπόντες ἡμᾶς. τοὺς δʼ ἐθέλοντας φυγῆς ἄρχειν πολὺ κρεῖττον σὺν τοῖς πολεμίοις ταττομένους ἢ ἐν τῇ ἡμετέρᾳ τάξει ὁρᾶν.

此外,千万不要以为由于原先与我们列队作战的居鲁士旧部如今叛离,我们就处于劣势。因为这些人比起被我们击败的敌人还要更加怯弱;毕竟,他们是弃我们而去逃向那一方的。看到那些甘心带头逃跑的人排在敌军阵营中,远比让他们留在我们的队伍里好得多。

§3.2.18

εἰ δέ τις ὑμῶν ἀθυμεῖ ὅτι ἡμῖν μὲν οὐκ εἰσὶν ἱππεῖς, τοῖς δὲ πολεμίοις πολλοὶ πάρεισιν, ἐνθυμήθητε ὅτι οἱ μύριοι ἱππεῖς οὐδὲν ἄλλο ἢ μύριοί εἰσιν ἄνθρωποι· ὑπὸ μὲν γὰρ ἵππου ἐν μάχῃ οὐδεὶς πώποτε οὔτε δηχθεὶς οὔτε λακτισθεὶς ἀπέθανεν, οἱ δὲ ἄνδρες εἰσὶν οἱ ποιοῦντες ὅ τι ἂν ἐν ταῖς μάχαις γίγνηται.

如果你们中有人因为我们没有骑兵而敌人骑兵众多而灰心,请深思这一点:万名骑兵不过就是一万个肉身凡胎而已;因为在战斗中从未有人因被马咬或被马踢而丧命,在战场上造成一切结果的乃是人。

§3.2.19

οὐκοῦν τῶν ἱππέων πολὺ ἡμεῖς ἐπʼ ἀσφαλεστέρου ὀχήματός ἐσμεν·5 οἱ μὲν γὰρ ἐφʼ ἵππων κρέμανται φοβούμενοι οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τὸ καταπεσεῖν· ἡμεῖς δʼ ἐπὶ γῆς βεβηκότες πολὺ μὲν ἰσχυρότερον παίσομεν, ἤν τις προσίῃ, πολὺ δὲ μᾶλλον ὅτου ἂν βουλώμεθα τευξόμεθα. ἑνὶ δὲ μόνῳ προέχουσιν οἱ ἱππεῖς· φεύγειν αὐτοῖς ἀσφαλέστερόν ἐστιν ἢ ἡμῖν.

难道我们所立足的载体不比骑兵要稳固得多吗?他们悬在马背上,不仅惧怕我们,还惧怕摔落马下;而我们脚踏实地,一旦有人逼近,我们就能以大得多的力量予以击打,也能更加轻易地命中任何我们想攻击的目标。骑兵所占优势仅有一点:他们逃跑起来比我们更安全。

语法注5 条
  1. 3.2.11ἔπειτα δὲ ἀναμνήσω γὰρ ὑμᾶς

    紧接在连词 ἔπειτα δέ(其次)之后的 γάρ 构成一种插入语惯用法(“其次——因为我想提醒你们……”),用以交代引入第二大论点的理由。

  2. 3.2.11ὡς ἀφανιούντων τὰς Ἀθήνας

    与属格独立结构中的主语 ἐλθόντων... Περσῶν 相应的未来分词搭配 ὡς,用以表示波斯军队的主观意图或目的(“企图将雅典夷为平地”)。

  3. 3.2.14οὐ πολλαὶ ἡμέραι ἀφʼ οὗ

    表示时间的非人称惯用表达,意为“自……以来并没有过去许多天(即:距……才不久)”;ἀφʼ οὗ 省略了先行词 χρόνου(即 ἀπὸ τοῦ χρόνου οὗ)。

  4. 3.2.17μηδὲ μέντοι τοῦτο μεῖον δόξητε ἔχειν

    动词短语 μεῖον ἔχειν 为固定习语,意为“处于劣势、吃亏”;搭配限制对格 τοῦτο(“在这一点上”)与禁止性虚拟式 μή... δόξητε,意为“切勿认为在这方面处于劣势”。

  5. 3.2.19τῶν ἱππέων πολὺ ἡμεῖς ἐπʼ ἀσφαλεστέρου ὀχήματός ἐσμεν

    修饰比较级 ἀσφαλεστέρου 的比较属格 τῶν ἱππέων 被前置到句首作为强调(倒装/hyperbaton),以形象的修辞手法将步兵踩踏的大地戏称为比“骑兵的坐骑”更安全的“载体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.2.10-3.2.19