← 色诺芬

长征记

§3.2.1-3.2.9

全军大会、色诺芬的演说与吉兆

选出新长官后,全军召开了大会,海里索福斯与克莱阿诺尔谴责了波斯人及阿里埃乌斯的背信弃义并号召坚决抵抗。随后,盛装的色诺芬开始演说,并抓住一名士兵打喷嚏的吉兆,带领全军向救主宙斯发誓献祭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

ἐπεὶ δὲ ᾕρηντο, ἡμέρα τε σχεδὸν ὑπέφαινε καὶ εἰς τὸ μέσον ἧκον οἱ ἄρχοντες, καὶ ἔδοξεν αὐτοῖς προφυλακὰς καταστήσαντας συγκαλεῖν1 τοὺς στρατιώτας. ἐπεὶ δὲ καὶ οἱ ἄλλοι στρατιῶται συνῆλθον, ἀνέστη πρῶτος μὲν Χειρίσοφος ὁ Λακεδαιμόνιος καὶ ἔλεξεν ὧδε.

当他们被选定之后,天色已近黎明,长官们来到了营地中央,他们决定先设立前哨部队,然后召集全体士兵。当其余的士兵也聚集起来后,拉栖代梦人海里索福斯首先起立,发表了如下讲话:

§3.2.2

ἄνδρες στρατιῶται, χαλεπὰ μὲν τὰ παρόντα, ὁπότε ἀνδρῶν στρατηγῶν τοιούτων στερόμεθα καὶ λοχαγῶν καὶ στρατιωτῶν, πρὸς δʼ ἔτι καὶ οἱ ἀμφὶ Ἀριαῖον οἱ πρόσθεν σύμμαχοι ὄντες προδεδώκασιν ἡμᾶς·

“士兵同袍们,当前的局势固然艰难,因为我们失去了如此优秀的将领、连长和士兵,而且此前身为我们盟友的阿里埃乌斯一伙人如今也背叛了我们。

§3.2.3

ὅμως δὲ δεῖ ἐκ τῶν παρόντων ἄνδρας ἀγαθοὺς τελέθειν καὶ μὴ ὑφίεσθαι, ἀλλὰ πειρᾶσθαι ὅπως, ἢν μὲν δυνώμεθα, καλῶς νικῶντες σῳζώμεθα· εἰ δὲ μή, ἀλλὰ καλῶς γε ἀποθνῄσκωμεν, ὑποχείριοι δὲ μηδέποτε γενώμεθα ζῶντες τοῖς πολεμίοις. οἴομαι γὰρ ἂν ἡμᾶς τοιαῦτα παθεῖν οἷα τοὺς ἐχθροὺς οἱ θεοὶ ποιήσειαν.2

尽管如此,在此情势之下,我们必须成为真正的勇士而不屈服,努力做到如果可能的话,就通过辉煌的胜利拯救自身;若不能如此,也至少要壮烈牺牲,绝不可活着落入敌人的掌控之中。因为我认为,否则我们就会遭受唯愿神明降诸仇敌的那种祸患。”

§3.2.4

ἐπὶ τούτῳ Κλεάνωρ ὁ Ὀρχομένιος ἀνέστη καὶ ἔλεξεν ὧδε. ἀλλʼ ὁρᾶτε μέν, ὦ ἄνδρες, τὴν βασιλέως ἐπιορκίαν καὶ ἀσέβειαν, ὁρᾶτε δὲ τὴν Τισσαφέρνους ἀπιστίαν, ὅστις λέγων ὡς γείτων τε εἴη τῆς Ἑλλάδος καὶ περὶ πλείστου ἂν ποιήσαιτο σῶσαι ἡμᾶς, καὶ ἐπὶ τούτοις αὐτὸς ὀμόσας ἡμῖν, αὐτὸς δεξιὰς δούς, αὐτὸς ἐξαπατήσας συνέλαβε τοὺς στρατηγούς, καὶ οὐδὲ Δία ξένιον ᾐδέσθη, ἀλλὰ Κλεάρχῳ καὶ ὁμοτράπεζος γενόμενος αὐτοῖς τούτοις ἐξαπατήσας τοὺς ἄνδρας ἀπολώλεκεν.

在此之后,奥尔科墨诺斯人克莱阿诺尔站起来说道:“同袍们,你们看到了国王的伪誓和不敬神明,也看到了提萨斐尼的背信弃义。他曾声称自己是希腊的邻邦,并把拯救我们视作头等大事;在此基础上,他亲自向我们起誓,亲自伸出右手立约,却又亲自施诈逮捕了将领们。他甚至不敬畏客神宙斯,甚至曾与克利阿科斯共进同桌之宴,却正是利用这些手段欺骗并杀害了他们。

§3.2.5

Ἀριαῖος δέ, ὃν ἡμεῖς ἠθέλομεν βασιλέα καθιστάναι, καὶ ἐδώκαμεν καὶ ἐλάβομεν πιστὰ μὴ προδώσειν ἀλλήλους, καὶ οὗτος οὔτε τοὺς θεοὺς δείσας οὔτε Κῦρον τεθνηκότα αἰδεσθείς, τιμώμενος μάλιστα ὑπὸ Κύρου ζῶντος νῦν πρὸς τοὺς ἐκείνου ἐχθίστους ἀποστὰς ἡμᾶς τοὺς Κύρου φίλους κακῶς ποιεῖν πειρᾶται.

而阿里埃乌斯,我们曾打算立他为王,并与他互给互受互不背叛的盟誓,然而他也既不怕神明,也不敬重死去的居鲁士,尽管他在居鲁士生前最受尊崇,如今却背叛倒向居鲁士最刻毒的死敌,企图加害我们这些居鲁士的朋友。

§3.2.6

ἀλλὰ τούτους μὲν οἱ θεοὶ ἀποτείσαιντο· ἡμᾶς δὲ δεῖ ταῦτα ὁρῶντας μήποτε ἐξαπατηθῆναι ἔτι ὑπὸ τούτων, ἀλλὰ μαχομένους ὡς ἂν δυνώμεθα κράτιστα τοῦτο ὅ τι ἂν δοκῇ τοῖς θεοῖς πάσχειν.

但愿神明严惩这些人!至于我们,看清了这些事实,就决不可再被他们蒙骗,而应当竭尽全力奋战,去承受神明认为应当降下的任何结局。”

§3.2.7

ἐκ τούτου Ξενοφῶν ἀνίσταται ἐσταλμένος ἐπὶ πόλεμον ὡς ἐδύνατο κάλλιστα, νομίζων, εἴτε νίκην διδοῖεν οἱ θεοί, τὸν κάλλιστον κόσμον τῷ νικᾶν πρέπειν, εἴτε τελευτᾶν δέοι, ὀρθῶς ἔχειν τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα ἐν τούτοις τῆς τελευτῆς τυγχάνειν·3 τοῦ λόγου δὲ ἤρχετο ὧδε.

随后,色诺芬站了起来,他尽可能华美地穿戴着出征的盛装,因为他认为,若神明赐予胜利,最华美的装束正配得上胜利;若注定要赴死,那么自认配得上最美事物而身着这些盛装去迎接死亡,也是理所应当的。他开始发表讲话如下:

§3.2.8

τὴν μὲν τῶν βαρβάρων ἐπιορκίαν τε καὶ ἀπιστίαν λέγει μὲν Κλεάνωρ, ἐπίστασθε δὲ καὶ ὑμεῖς οἶμαι. εἰ μὲν οὖν βουλόμεθα πάλιν αὐτοῖς διὰ φιλίας ἰέναι, ἀνάγκη ἡμᾶς πολλὴν ἀθυμίαν ἔχειν, ὁρῶντας καὶ τοὺς στρατηγούς, οἳ διὰ πίστεως αὐτοῖς ἑαυτοὺς ἐνεχείρισαν, οἷα πεπόνθασιν· εἰ μέντοι διανοούμεθα σὺν τοῖς ὅπλοις ὧν τε πεποιήκασι δίκην ἐπιθεῖναι4 αὐτοῖς καὶ τὸ λοιπὸν διὰ παντὸς πολέμου αὐτοῖς ἰέναι, σὺν τοῖς θεοῖς πολλαὶ ἡμῖν καὶ καλαὶ ἐλπίδες εἰσὶ σωτηρίας.

“蛮族的伪誓与背信弃义,克莱阿诺尔已经陈述过了,而且我想你们自己也清楚。因此,如果我们打算再次与他们修好,鉴于看到那些出于信任将自己托付给他们的将领们落得何种下场,我们就必然会深感绝望;然而,如果我们决意手持武器对他们的所作所为施加惩处,并在今后与他们进行全面的交战,那么在神明的保佑下,我们便拥有诸多美好的得救希望。”

§3.2.9

τοῦτο δὲ λέγοντος αὐτοῦ πτάρνυταί τις· ἀκούσαντες δʼ οἱ στρατιῶται πάντες μιᾷ ὁρμῇ προσεκύνησαν τὸν θεόν, καὶ ὁ Ξενοφῶν εἶπε· δοκεῖ μοι, ὦ ἄνδρες, ἐπεὶ περὶ σωτηρίας ἡμῶν λεγόντων οἰωνὸς τοῦ Διὸς τοῦ σωτῆρος ἐφάνη, εὔξασθαι τῷ θεῷ τούτῳ θύσειν σωτήρια ὅπου ἂν πρῶτον εἰς φιλίαν χώραν ἀφικώμεθα, συνεπεύξασθαι δὲ καὶ τοῖς ἄλλοις θεοῖς θύσειν κατὰ δύναμιν. καὶ ὅτῳ δοκεῖ ταῦτʼ, ἔφη, ἀνατεινάτω τὴν χεῖρα. καὶ ἀνέτειναν ἅπαντες. ἐκ τούτου ηὔξαντο καὶ ἐπαιάνισαν. ἐπεὶ δὲ τὰ τῶν θεῶν καλῶς εἶχεν, ἤρχετο πάλιν ὧδε.

正当他说到这里时,有人打了一个喷嚏;全体士兵听到后,齐心一致地向神明下拜。色诺芬便说道:“同袍们,既然在我们谈论得救之时显现了救主宙斯的吉兆,我认为我们应当向这位神明许愿:一旦我们首先抵达友好领土,便献上感恩解救的祭品;并且一同许愿,按自身能力向其他神明献祭。赞成这一主张的人,”他说,“请举手。”所有人都举了手。随后他们立下誓愿并唱起赞歌;在神明之事妥善办毕之后,他又重新开口如下:

语法注4 条
  1. 3.2.1προφυλακὰς καταστήσαντας συγκαλεῖν

    宾格分词 καταστήσαντας 与不定式 συγκαλεῖν 的未明示宾格逻辑主语保持一致,而未被同化为无人称动词 ἔδοξεν 所支配的与格 αὐτοῖς。

  2. 3.2.3οἷα τοὺς ἐχθροὺς οἱ θεοὶ ποιήσειαν

    在关系代词 οἷα 引导的从句中直接嵌入了表示愿望的祈愿语气动词 ποιήσειαν(“愿神明降诸仇敌”),构成祝祷性咒诅结构;οἷα 作谓语动词的内在宾格。

  3. 3.2.7τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα ἐν τούτοις τῆς τελευτῆς τυγχάνειν

    依附于 ὀρθῶς ἔχειν 的宾格加不定式结构。反身代词 ἑαυτόν 作不定式 τυγχάνειν 的逻辑主语,分词 ἀξιώσαντα 与之保持一致。属格 τῶν καλλίστων 是动词 ἀξιόω 所支配的价值属格,而 τῆς τελευτῆς 则是动词 τυγχάνω 所要求的属格宾语。

  4. 3.2.8ὧν τε πεποιήκασι δίκην ἐπιθεῖναι

    关系代词的引申格变(attraction)。由于先行词(如 τούτων)被省略,本应充当从句动词 πεποιήκασι 宾格宾语(ἅ)的关系代词,被主句短语 δίκην ἐπιθεῖναι(施加惩罚)所要求的表示罪由的属格吸引,同化为了属格 ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.2.1-3.2.9