← 色诺芬

长征记

§3.1.36-3.1.47

鼓舞士气与色诺芬等新将领的选出

色诺芬敦促军官们以身作则鼓舞士卒,并尽快补选阵亡将领的继任者。海里索福斯对此表示赞同,随后众人迅速选举出包括色诺芬在内的新一批将领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.36

εὖ τοίνυν ἐπίστασθε ὅτι ὑμεῖς τοσοῦτοι ὄντες ὅσοι νῦν συνεληλύθατε μέγιστον ἔχετε καιρόν. οἱ γὰρ στρατιῶται οὗτοι πάντες πρὸς ὑμᾶς βλέπουσι, κἂν μὲν ὑμᾶς ὁρῶσιν ἀθύμους, πάντες κακοὶ ἔσονται, ἢν δὲ ὑμεῖς αὐτοί τε παρασκευαζόμενοι φανεροὶ ἦτε ἐπὶ τοὺς πολεμίους καὶ τοὺς ἄλλους παρακαλῆτε, εὖ ἴστε ὅτι ἕψονται ὑμῖν καὶ πειράσονται μιμεῖσθαι.

“因此,请你们深切地明白,如今聚集起来的你们这么多人握有着最大的关键契机。因为这些士兵全都在注视着你们;如果他们看到你们意志消沉,所有人都会变得怯懦;但如果你们自己表现出正在积极准备迎击敌人并激励其他人,请确信他们必定会跟随你们,并且努力效仿你们。

§3.1.37

ἴσως δέ τοι καὶ δίκαιόν ἐστιν ὑμᾶς διαφέρειν τι τούτων. ὑμεῖς γάρ ἐστε στρατηγοί, ὑμεῖς ταξίαρχοι καὶ λοχαγοί· καὶ ὅτε εἰρήνη ἦν, ὑμεῖς καὶ χρήμασι καὶ τιμαῖς τούτων ἐπλεονεκτεῖτε· καὶ νῦν τοίνυν ἐπεὶ πόλεμός ἐστιν, ἀξιοῦν δεῖ ὑμᾶς αὐτοὺς ἀμείνους τε τοῦ πλήθους εἶναι καὶ προβουλεύειν τούτων καὶ προπονεῖν, ἤν που δέῃ.

而且,你们在某些方面优于这些人,或许也是理所应当的。因为你们是将军,你们是指挥官和连长;在和平时期,你们在财富和荣誉上都占有超过他们的优势;因此在战时的当下,你们应当自视优于普通士兵,在他们之前筹划,并在需要之处率先承受劳苦。

§3.1.38

καὶ νῦν πρῶτον μὲν οἴομαι ἂν ὑμᾶς μέγα ὠφελῆσαι τὸ στράτευμα, εἰ ἐπιμεληθείητε ὅπως ἀντὶ τῶν ἀπολωλότων ὡς τάχιστα στρατηγοὶ καὶ λοχαγοὶ ἀντικατασταθῶσιν. ἄνευ γὰρ ἀρχόντων οὐδὲν ἂν οὔτε καλὸν οὔτε ἀγαθὸν γένοιτο ὡς μὲν συνελόντι εἰπεῖν1 οὐδαμοῦ, ἐν δὲ δὴ τοῖς πολεμικοῖς παντάπασιν. ἡ μὲν γὰρ εὐταξία σῴζειν δοκεῖ, ἡ δὲ ἀταξία πολλοὺς ἤδη ἀπολώλεκεν.

而在目前,首先,我认为如果你们设法尽快补选出将军和连长来代替那些牺牲的人,将会对军队大有裨益。因为若是没有长官,简而言之,在任何地方都不会产生任何辉煌或美好的成果,而在战事之中更是完全不会产生。因为整肃的纪律似乎总能拯救军队,而混乱无序却已摧毁了许多人。

§3.1.39

ἐπειδὰν δὲ καταστήσησθε τοὺς ἄρχοντας ὅσους δεῖ, ἢν καὶ τοὺς ἄλλους στρατιώτας συλλέγητε καὶ παραθαρρύνητε, οἶμαι ἂν ὑμᾶς πάνυ ἐν καιρῷ ποιῆσαι.

当你们任命完所有必需的长官之后,如果你们也召集其余的士兵并鼓舞他们,我认为你们将会做得极其合乎时宜。

§3.1.40

νῦν γὰρ ἴσως καὶ ὑμεῖς αἰσθάνεσθε ὡς ἀθύμως μὲν ἦλθον ἐπὶ τὰ ὅπλα, ἀθύμως δὲ πρὸς τὰς φυλακάς· ὥστε οὕτω γʼ ἐχόντων οὐκ οἶδα ὅ τι ἄν τις χρήσαιτο αὐτοῖς,2 εἴτε νυκτὸς δέοι εἴτε καὶ ἡμέρας.

因为如今或许连你们自己也察觉到了,他们走向武器处时是多么沮丧,走向岗哨时也是多么沮丧;因此在他们保持这种状态的情况下,无论是在夜间还是在白天需要时,我都不知道有谁能把他们派上什么用场。

§3.1.41

ἢν δέ τις αὐτῶν τρέψῃ τὰς γνώμας, ὡς μὴ τοῦτο μόνον ἐννοῶνται, τί πείσονται, ἀλλὰ καὶ τί ποιήσουσι, πολὺ εὐθυμότεροι ἔσονται.

但若有人能扭转他们的心意,使他们不再仅仅思考自己将遭受什么,而是也思考自己将做些什么,他们就会振作得多。

§3.1.42

ἐπίστασθε γὰρ δὴ ὅτι οὔτε πλῆθός ἐστιν οὔτε ἰσχὺς ἡ ἐν τῷ πολέμῳ τὰς νίκας ποιοῦσα, ἀλλʼ ὁπότεροι ἂν σὺν τοῖς θεοῖς ταῖς ψυχαῖς ἐρρωμενέστεροι ἴωσιν ἐπὶ τοὺς πολεμίους, τούτους ὡς ἐπὶ τὸ πολὺ οἱ ἀντίοι οὐ δέχονται.3

因为你们确实清楚,在战争中带来胜利的既非人数也非膂力;相反,不论哪一方在神明的保佑下以更坚毅的精神向敌人进发,对手大体上都无法承受他们的冲击。

§3.1.43

ἐντεθύμημαι δʼ ἔγωγε, ὦ ἄνδρες, καὶ τοῦτο, ὅτι ὁπόσοι μὲν μαστεύουσι ζῆν ἐκ παντὸς τρόπου ἐν τοῖς πολεμικοῖς, οὗτοι μὲν κακῶς τε καὶ αἰσχρῶς ὡς ἐπὶ τὸ πολὺ ἀποθνῄσκουσιν, ὁπόσοι δὲ τὸν μὲν θάνατον ἐγνώκασι πᾶσι κοινὸν εἶναι καὶ ἀναγκαῖον ἀνθρώποις, περὶ δὲ τοῦ καλῶς ἀποθνῄσκειν ἀγωνίζονται, τούτους ὁρῶ μᾶλλόν πως εἰς τὸ γῆρας ἀφικνουμένους καὶ ἕως ἂν ζῶσιν εὐδαιμονέστερον διάγοντας.

先生们,我自己也领悟到了这一点:凡在战事中千方百计谋求苟活的人,大体上都死得既可悲又可耻;而那些认识到死亡对全人类来说都是普遍且不可避免的、并致力于求得壮烈牺牲的人,我见他们反倒更容易得享高寿,并且在活着的时候过得更加幸福。

§3.1.44

ἃ καὶ ὑμᾶς δεῖ νῦν καταμαθόντας (ἐν τοιούτῳ γὰρ καιρῷ ἐσμεν) αὐτούς τε ἄνδρας ἀγαθοὺς εἶναι καὶ τοὺς ἄλλους παρακαλεῖν.

如今你们自己也应当领会这些道理——因为我们正处于如此危急的关头——你们自己既要成为勇士,也要去激励其他人。”

§3.1.45

ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο. μετὰ δὲ τοῦτον εἶπε Χειρίσοφος· ἀλλὰ πρόσθεν μέν, ὦ Ξενοφῶν, τοσοῦτον μόνον σε ἐγίγνωσκον ὅσον ἤκουον Ἀθηναῖον εἶναι, νῦν δὲ καὶ ἐπαινῶ σε ἐφʼ οἷς λέγεις τε καὶ πράττεις καὶ βουλοίμην ἂν ὅτι πλείστους εἶναι τοιούτους· κοινὸν γὰρ ἂν εἴη τὸ ἀγαθόν.

他说完这些话便停了下来。接着,海里索福斯说道:“色诺芬,此前我了解你,仅限于听闻你是个雅典人;但如今,我既为你所说的话和所做的事而赞许你,更希望有尽可能多像你这样的人;因为这将会是大家的共同福祉。

§3.1.46

καὶ νῦν, ἔφη, μὴ μέλλωμεν, ὦ ἄνδρες, ἀλλʼ ἀπελθόντες ἤδη αἱρεῖσθε οἱ δεόμενοι ἄρχοντας,4 καὶ ἑλόμενοι ἥκετε εἰς τὸ μέσον τοῦ στρατοπέδου καὶ τοὺς αἱρεθέντας ἄγετε· ἔπειτʼ ἐκεῖ συγκαλοῦμεν τοὺς ἄλλους στρατιώτας. παρέστω δʼ ἡμῖν, ἔφη, καὶ Τολμίδης ὁ κῆρυξ.

现在,先生们,”他说,“我们不要再耽搁了,需要长官的人,请立刻回去选举长官;选定之后,请来到营地中央,把当选的人带过来;随后我们将在那里召集其余的士兵。并且,”他说,“让传令官托尔米德斯也到我们这里来。”

§3.1.47

καὶ ἅμα ταῦτʼ εἰπὼν ἀνέστη, ὡς μὴ μέλλοιτο ἀλλὰ περαίνοιτο τὰ δέοντα. ἐκ τούτου ᾑρέθησαν ἄρχοντες ἀντὶ μὲν Κλεάρχου Τιμασίων Δαρδανεύς, ἀντὶ δὲ Σωκράτους Ξανθικλῆς Ἀχαιός, ἀντὶ δὲ Ἀγίου Κλεάνωρ Ἀρκάς, ἀντὶ δὲ Μένωνος Φιλήσιος Ἀχαιός, ἀντὶ δὲ Προξένου Ξενοφῶν Ἀθηναῖος.

他说完这番话随即站起身来,以免必要的事遭到延误,而是得以切实执行。随即便选出了长官:取代克利阿科斯的是达尔达诺斯人蒂马西翁;取代苏格拉底的是阿该亚人克桑蒂克勒斯;取代阿吉亚斯的是阿卡迪亚人克莱阿诺尔;取代门农的是阿该亚人费勒西奥斯;而取代普罗克塞诺斯的则是雅典人色诺芬。

语法注4 条
  1. 3.1.38ὡς μὲν συνελόντι εἰπεῖν

    表示“简而言之”或“概括而言”的习用短语。带 ὡς 的绝对不定词短语 ὡς ... εἰπεῖν 结合了表示限制或立场的与格分词 συνελόντι(συναιρέω 的第二不定过去时主动分词与格),意为“对于进行归纳缩略的人来说”。

  2. 3.1.40ὥστε οὕτω γʼ ἐχόντων οὐκ οἶδα ὅ τι ἄν τις χρήσαιτο αὐτοῖς

    短语 οὕτω γʼ ἐχόντων 是省略主语的属格独立结构(意为“情势如此”或指代士兵的状态)。主句 οὐκ οἶδα 所引出的间接疑问从句 ὅ τι ἄν τις χρήσαιτο αὐτοῖς 包含潜势希求法(ἄν 配合希求法 χρήσαιτο),动词 χράομαι 支配工具与格(αὐτοῖς)以及内宾语对格(ὅ τι),表示“有谁能对他们作何利用/如何调遣他们”。

  3. 3.1.42τούτους ὡς ἐπὶ τὸ πολὺ οἱ ἀντίοι οὐ δέχονται

    古希腊军事语境中的惯用表达。动词短语 οὐ δέχονται 并非字面上的“不接纳”,而是指面对冲锋“承受不住冲击”或“不敢迎敌/望风而逃”。代词 τούτους 作为主句动词的前置宾语,指代前文由 ὁπότεροι ἂν ... ἴωσιν 引导的无先行词关系从句。

  4. 3.1.46ἀπελθόντες ἤδη αἱρεῖσθε οἱ δεόμενοι ἄρχοντας

    用作呼格或同格的冠词修饰主格分词。带冠词分词 οἱ δεόμενοι(“有需要的人”,省略属格宾语 ἀρχόντων)以主格形式出现,用于限制命令法动词 αἱρεῖσθε(第二人称复数)的主语,而宾格 ἄρχοντας 则是 αἱρεῖσθε 的直接宾语,指明只需那些失去将领的部队前去补选,而非所有人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.1.36-3.1.47