← 色诺芬

长征记

§3.1.23-3.1.35

色诺芬表明决心与幸存军官的午夜会议

色诺芬敦促军官们带头振作士气,并表示自己愿挑起领导重任。在驳斥并驱逐了主张屈服的大王附庸阿波罗尼德斯后,全军约百名幸存军官于午夜集结,开始商议抗敌对策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.23

ἔτι δʼ ἔχομεν σώματα ἱκανώτερα τούτων καὶ ψύχη καὶ θάλπη καὶ πόνους φέρειν· ἔχομεν δὲ καὶ ψυχὰς σὺν τοῖς θεοῖς ἀμείνονας· οἱ δὲ ἄνδρες καὶ τρωτοὶ καὶ θνητοὶ μᾶλλον ἡμῶν, ἢν οἱ θεοὶ ὥσπερ τὸ πρόσθεν νίκην ἡμῖν διδῶσιν.

此外,我们拥有比他们更能忍受寒冷、酷热与劳苦的体魄;在神明的保佑下,我们也有比他们更为英勇的气魄;而且如果神明一如既往地赐予我们胜利,那些人也比我们更容易负伤,更容易死亡。

§3.1.24

ἀλλʼ ἴσως γὰρ1 καὶ ἄλλοι ταὐτὰ ἐνθυμοῦνται, πρὸς τῶν θεῶν μὴ ἀναμένωμεν ἄλλους ἐφʼ ἡμᾶς ἐλθεῖν παρακαλοῦντας ἐπὶ τὰ κάλλιστα ἔργα, ἀλλʼ ἡμεῖς ἄρξωμεν τοῦ ἐξορμῆσαι καὶ τοὺς ἄλλους ἐπὶ τὴν ἀρετήν· φάνητε τῶν λοχαγῶν ἄριστοι καὶ τῶν στρατηγῶν ἀξιοστρατηγότεροι.

但是——因为也许其他人心里也想着同样的事——凭着神明的名义,我们不可等待其他人来到我们这里催促我们去建功立业,而应当由我们自己带头激励其他人走向英勇。请你们显出连长中最优秀的风采,表现得比将军们自己更配担当统帅。

§3.1.25

κἀγὼ δέ, εἰ μὲν ὑμεῖς ἐθέλετε ἐξορμᾶν ἐπὶ ταῦτα, ἕπεσθαι ὑμῖν βούλομαι, εἰ δʼ ὑμεῖς τάττετʼ ἐμὲ ἡγεῖσθαι, οὐδὲν προφασίζομαι τὴν ἡλικίαν, ἀλλὰ καὶ ἀκμάζειν ἡγοῦμαι ἐρύκειν ἀπʼ ἐμαυτοῦ τὰ κακά.

就我而言,如果你们愿意为此奋起,我甘愿追随你们;但如果你们委派我来领导,我也绝不以年龄为借口推脱,反而认为自己正值壮年,足以自卫御敌。”

§3.1.26

ὁ μὲν ταῦτʼ ἔλεξεν, οἱ δὲ ἀρχηγοὶ ἀκούσαντες ἡγεῖσθαι ἐκέλευον πάντες, πλὴν Ἀπολλωνίδης τις ἦν βοιωτιάζων τῇ φωνῇ· οὗτος δʼ εἶπεν ὅτι φλυαροίη ὅστις λέγει ἄλλως πως σωτηρίας ἂν τυχεῖν ἢ βασιλέα πείσας,2 εἰ δύναιτο, καὶ ἅμα ἤρχετο λέγειν τὰς ἀπορίας. ὁ μέντοι Ξενοφῶν μεταξὺ ὑπολαβὼν ἔλεξεν ὧδε.

他说了这些话,军官们听后全都请他领导,唯有一个说话带有波奥提亚口音名叫阿波罗尼德斯的人除外;此人声称,凡说除了在可能的情况下说服大王之外还能以别的方式求得生路的人都是在胡说八道;同时他开始罗列种种困难。然而色诺芬打断了他,这样说道:

§3.1.27

ὦ θαυμασιώτατε ἄνθρωπε, σύγε οὐδὲ ὁρῶν γιγνώσκεις οὐδὲ ἀκούων μέμνησαι. ἐν ταὐτῷ γε μέντοι ἦσθα τούτοις ὅτε βασιλεύς, ἐπεὶ Κῦρος ἀπέθανε, μέγα φρονήσας ἐπὶ τούτῳ πέμπων ἐκέλευε παραδιδόναι τὰ ὅπλα.

“你这不可思议的家伙,真是视而不见、听而不闻!居鲁士死后,大王以此为傲,派人命令我们缴械时,你明明与这些人同在现场。

§3.1.28

ἐπεὶ δὲ ἡμεῖς οὐ παραδόντες, ἀλλʼ ἐξοπλισάμενοι ἐλθόντες παρεσκηνήσαμεν αὐτῷ, τί οὐκ ἐποίησε πρέσβεις πέμπων καὶ σπονδὰς αἰτῶν καὶ παρέχων τὰ ἐπιτήδεια, ἔστε σπονδῶν ἔτυχεν;

而当我们没有缴械,反倒全副武装前进并在他身旁驻营时,大王派使者、求休战、供粮草,无所不用其极,直到达成休战为止,他还有什么没做呢?

§3.1.29

ἐπεὶ δʼ αὖ οἱ στρατηγοὶ καὶ λοχαγοί, ὥσπερ δὴ σὺ κελεύεις, εἰς λόγους αὐτοῖς ἄνευ ὅπλων ἦλθον πιστεύσαντες ταῖς σπονδαῖς, οὐ νῦν ἐκεῖνοι παιόμενοι, κεντούμενοι, ὑβριζόμενοι οὐδὲ ἀποθανεῖν οἱ τλήμονες δύνανται, καὶ μάλʼ οἶμαι ἐρῶντες τούτου; ἃ σὺ πάντα εἰδὼς τοὺς μὲν ἀμύνασθαι κελεύοντας φλυαρεῖν φῄς, πείθειν δὲ πάλιν κελεύεις ἰόντας;

然而,当将军和连长们正如你所主张的那样,轻信休战协定而不带武器去与他们交涉时,那些可怜的人如今不是正遭受殴打、戳刺、凌辱,甚至连死都死不成吗,哪怕我想他们极其渴望速死?你明知这一切,却说主张自卫的人是在胡言乱语,并主张再次前去说服他吗?

§3.1.30

ἐμοί, ὦ ἄνδρες, δοκεῖ τὸν ἄνθρωπον τοῦτον μήτε προσίεσθαι εἰς ταὐτὸ ἡμῖν αὐτοῖς ἀφελομένους τε τὴν λοχαγίαν σκεύη ἀναθέντας ὡς τοιούτῳ χρῆσθαι.3 οὗτος γὰρ καὶ τὴν πατρίδα καταισχύνει καὶ πᾶσαν τὴν Ἑλλάδα, ὅτι Ἕλλην ὢν τοιοῦτός ἐστιν.

诸位,在我看来,我们绝不可让这个人与我们同列,而应当剥夺其连长之职,把辎重加在他身上,把他当作苦力使用。因为作为希腊人却是这样一种货色,他不仅令自己的祖国蒙羞,更令全希腊蒙羞。”

§3.1.31

ἐντεῦθεν ὑπολαβὼν Ἀγασίας Στυμφάλιος εἶπεν· ἀλλὰ τούτῳ γε οὔτε τῆς Βοιωτίας προσήκει οὐδὲν οὔτε τῆς Ἑλλάδος παντάπασιν, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον ὥσπερ Λυδὸν ἀμφότερα τὰ ὦτα τετρυπημένον.

这时,斯廷法洛斯人阿加西亚斯插话说:“哼,这家伙与波奥提亚毫无干系,与希腊也根本没有关系,因为我看到他像吕底亚人一样两只耳朵都穿了孔。”

§3.1.32

καὶ εἶχεν οὕτως. τοῦτον μὲν οὖν ἀπήλασαν· οἱ δὲ ἄλλοι παρὰ τὰς τάξεις ἰόντες, ὅπου μὲν στρατηγὸς σῷος εἴη, τὸν στρατηγὸν παρεκάλουν, ὁπόθεν δὲ οἴχοιτο, τὸν ὑποστράτηγον, ὅπου δʼ αὖ λοχαγὸς σῷος εἴη, τὸν λοχαγόν.

事实果然如此。于是他们把此人驱逐了。其他人则沿着各部队走去,凡将军尚存之处便召集将军,凡将军不在之处便召集副将,凡连长尚存之处便召集连长。

§3.1.33

ἐπεὶ δὲ πάντες συνῆλθον, εἰς τὸ πρόσθεν τῶν ὅπλων ἐκαθέζοντο· καὶ ἐγένοντο οἱ συνελθόντες στρατηγοὶ καὶ λοχαγοὶ ἀμφὶ τοὺς ἑκατόν. ὅτε δὲ ταῦτα ἦν σχεδὸν μέσαι ἦσαν νύκτες.

当所有人聚集到一起时,他们在驻营武装的前方就坐;聚集起来的将军和连长大约有一百人。发生这些事时,已近午夜。

§3.1.34

ἐνταῦθα Ἱερώνυμος Ἠλεῖος πρεσβύτατος ὢν τῶν Προξένου λοχαγῶν ἤρχετο λέγειν ὧδε. ἡμῖν, ὦ ἄνδρες στρατηγοὶ καὶ λοχαγοί, ὁρῶσι τὰ παρόντα ἔδοξε καὶ αὐτοῖς συνελθεῖν καὶ ὑμᾶς παρακαλέσαι, ὅπως βουλευσαίμεθα εἴ τι δυναίμεθα ἀγαθόν. λέξον δʼ, ἔφη, καὶ σύ, ὦ Ξενοφῶν, ἅπερ καὶ πρὸς ἡμᾶς.

这时,作为普罗克塞诺斯部下资历最老的连长,厄利斯人耶罗尼穆斯开口这样说道:“诸位将军和连长,鉴于眼下的局势,我们认为既应当自行聚集,也应当把诸位召集起来,以便商议我们能否想出任何良策。色诺芬,”他说,“也请你把你刚才对我们说的话,对大家讲一讲。”

§3.1.35

ἐκ τούτου λέγει τάδε Ξενοφῶν. ἀλλὰ ταῦτα μὲν δὴ πάντες ἐπιστάμεθα, ὅτι βασιλεὺς καὶ Τισσαφέρνης οὓς μὲν ἐδυνήθησαν συνειλήφασιν ἡμῶν, τοῖς δʼ ἄλλοις δῆλον ὅτι ἐπιβουλεύουσιν, ὡς, ἢν δύνωνται, ἀπολέσωσιν. ἡμῖν δέ γε οἶμαι πάντα ποιητέα ὡς μήποτε ἐπὶ τοῖς βαρβάροις γενώμεθα, ἀλλὰ μᾶλλον ἐκεῖνοι ἐφʼ ἡμῖν.

于是色诺芬说了如下这番话:“诸位,这件事情我们大家确实都知道:大王和提萨斐尼已经捕获了他们所能捕获的我们的人,并且显然正在暗算我们其余的人,企图在可能的情况下消灭我们。然而我认为,我们必须竭尽一切所能,绝不落入蛮族之手,反而要让他们落入我们的掌握之中。”

语法注3 条
  1. 3.1.24ἀλλʼ ἴσως γὰρ

    ἀλλὰ ... γάρ 是一种包含省略的惯用搭配(“但是[我们必须行动],因为也许……”),作为后文劝告虚拟语气(μὴ ἀναμένωμεν)的铺垫性理由。

  2. 3.1.26φλυαροίη ὅστις λέγει ἄλλως πως σωτηρίας ἂν τυχεῖν ἢ βασιλέα πείσας

    间接引语中使用了斜说祈愿语气(φλυαροίη),而关系从句中则保留了现在直陈语气(λέγει)。带 ἄν 的不定式(ἂν τυχεῖν)由原句中的潜能祈愿语气(ἂν τύχοι)转换而来,分词 πείσας 相当于条件分句(εἰ πείσειε)。

  3. 3.1.30ἀφελομένους τε τὴν λοχαγίαν σκεύη ἀναθέντας ὡς τοιούτῳ χρῆσθαι

    分词 ἀφελομένους 与 ἀναθέντας 采取宾格形式,与不定式 χρῆσθαι 未表达的逻辑主语(即“我们”)在格上保持一致,而没有被非人称动词 δοκεῖ 所支配的与格 ἐμοί 所同化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.1.23-3.1.35