- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.1.11-3.1.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬梦见霹雳击中父宅而惊醒,权衡凶吉后深感危机迫近,遂起身召集普罗克塞诺斯麾下的连长们,力劝众人绝不可屈服于大王,应当在神明的眷顾下奋起迎敌。
ἐπεὶ δὲ ἀπορία ἦν, ἐλυπεῖτο μὲν σὺν τοῖς ἄλλοις καὶ οὐκ ἐδύνατο καθεύδειν· μικρὸν δʼ ὕπνου λαχὼν εἶδεν ὄναρ. ἔδοξεν αὐτῷ βροντῆς γενομένης σκηπτὸς πεσεῖν εἰς τὴν πατρῴαν οἰκίαν, καὶ ἐκ τούτου λάμπεσθαι πᾶσα.
既然陷于绝境,他也同其他人一样愁苦,无法入眠;但稍微睡了一会儿后,他做了一个梦。他梦见伴随着雷鸣,一道霹雳落在他父亲的宅邸上,整座宅邸随即火光冲天。
περίφοβος δʼ εὐθὺς ἀνηγέρθη, καὶ τὸ ὄναρ τῇ μὲν ἔκρινεν ἀγαθόν, ὅτι ἐν πόνοις ὢν καὶ κινδύνοις φῶς μέγα ἐκ Διὸς ἰδεῖν ἔδοξε· τῇ δὲ καὶ ἐφοβεῖτο, ὅτι ἀπὸ Διὸς μὲν βασιλέως τὸ ὄναρ ἐδόκει αὐτῷ εἶναι, κύκλῳ δὲ ἐδόκει λάμπεσθαι τὸ πῦρ, μὴ οὐ δύναιτο ἐκ τῆς χώρας ἐξελθεῖν τῆς βασιλέως, ἀλλʼ εἴργοιτο πάντοθεν ὑπό τινων ἀποριῶν.1
他立刻惊醒,惊恐万状。从一方面看,他认为这梦是吉祥的,因为身处劳苦和险境之中,他似乎见到了来自宙斯的巨大光明;但从另一方面看,他也感到害怕,因为这梦在他看来似乎来自宙斯王,而烈火似乎在四周燃烧,他担心自己可能无法走出大王的国土,而是会从四面八方被重重困境所阻拦。
ὁποῖόν τι μὲν δὴ ἐστὶ τὸ τοιοῦτον ὄναρ ἰδεῖν ἔξεστι σκοπεῖν ἐκ τῶν συμβάντων μετὰ τὸ ὄναρ. γίγνεται γὰρ τάδε. εὐθὺς ἐπειδὴ ἀνηγέρθη πρῶτον μὲν ἔννοια αὐτῷ ἐμπίπτει· τί κατάκειμαι; ἡ δὲ νὺξ προβαίνει· ἅμα δὲ τῇ ἡμέρᾳ εἰκὸς τοὺς πολεμίους ἥξειν. εἰ δὲ γενησόμεθα ἐπὶ βασιλεῖ, τί ἐμποδὼν μὴ οὐχὶ πάντα μὲν τὰ χαλεπώτατα ἐπιδόντας, πάντα δὲ τὰ δεινότατα παθόντας ὑβριζομένους ἀποθανεῖν;2
做这样一个梦究竟意味着什么,可以从梦后所发生的事情来考察。因为事情是这样发展的:他一醒来,首先便有这样一个念头涌上心头:“我为何躺在这里?黑夜正在流逝,随着天明,敌人势必到来。如果我们落入大王之手,在目睹了所有最痛苦的惨状、遭受了所有最可怕的苦难之后受尽凌辱而死去,还有什么能阻止这一切呢?
ὅπως δʼ ἀμυνούμεθα οὐδεὶς παρασκευάζεται οὐδὲ ἐπιμελεῖται, ἀλλὰ κατακείμεθα ὥσπερ ἐξὸν ἡσυχίαν ἄγειν. ἐγὼ οὖν τὸν ἐκ ποίας πόλεως στρατηγὸν προσδοκῶ ταῦτα πράξειν; ποίαν δʼ ἡλικίαν ἐμαυτῷ ἐλθεῖν ἀναμείνω; οὐ γὰρ ἔγωγʼ ἔτι πρεσβύτερος ἔσομαι, ἐὰν τήμερον προδῶ ἐμαυτὸν τοῖς πολεμίοις.
然而,没有人准备,也没有人操心我们应当如何自卫,我们却躺在这里,仿佛可以安然歇息一样。那么,我指望哪座城邦的将领来做这些事呢?我又在等待自己达到何种年龄呢?因为如果我今天把自己交给敌人,我就绝不会变得更加年长了。”
ἐκ τούτου ἀνίσταται καὶ συγκαλεῖ τοὺς Προξένου πρῶτον λοχαγούς. ἐπεὶ δὲ συνῆλθον, ἔλεξεν· ἐγώ, ὦ ἄνδρες λοχαγοί, οὔτε καθεύδειν δύναμαι, ὥσπερ οἶμαι οὐδʼ ὑμεῖς, οὔτε κατακεῖσθαι ἔτι, ὁρῶν ἐν οἵοις ἐσμέν.
于是他起身,首先召集了普罗克塞诺斯麾下的连长们。当他们聚集在一起时,他说:“诸位连长,鉴于我们所处的处境,我既不能入睡——我想你们也一样——也不能再这样躺下去了。
οἱ μὲν γὰρ πολέμιοι δῆλον ὅτι οὐ πρότερον πρὸς ἡμᾶς τὸν πόλεμον ἐξέφηναν πρὶν ἐνόμισαν καλῶς τὰ ἑαυτῶν παρασκευάσασθαι, ἡμῶν δʼ οὐδεὶς οὐδὲν ἀντεπιμελεῖται ὅπως ὡς κάλλιστα ἀγωνιούμεθα.
因为敌人显然在自认为作好充分准备之前,并没有向我们公开宣战;而我们当中却没有任何人反过来操心如何进行最顽强的战斗。
καὶ μὴν εἰ ὑφησόμεθα καὶ ἐπὶ βασιλεῖ γενησόμεθα, τί οἰόμεθα πείσεσθαι; ὃς καὶ τοῦ ὁμομητρίου ἀδελφοῦ καὶ τεθνηκότος ἤδη ἀποτεμὼν τὴν κεφαλὴν καὶ τὴν χεῖρα ἀνεσταύρωσεν· ἡμᾶς δέ, οἷς κηδεμὼν μὲν οὐδεὶς πάρεστιν, ἐστρατεύσαμεν δὲ ἐπʼ αὐτὸν ὡς δοῦλον ἀντὶ βασιλέως ποιήσοντες καὶ ἀποκτενοῦντες εἰ δυναίμεθα, τί ἂν οἰόμεθα παθεῖν;
况且,如果我们屈服并落入大王之手,我们自以为会遭受什么呢?那个对于自己同母所生的亲兄弟,在对方已经死去的情况下,尚且砍下头颅和手臂并钉在木桩上示众的人;对于我们这些没有任何靠山在场、反而进军讨伐他企图使他由大王沦为奴隶、并在可能的情况下杀掉他的人,我们以为会遭受怎样的下场呢?
ἆρʼ οὐκ ἂν ἐπὶ πᾶν ἔλθοι ὡς ἡμᾶς τὰ ἔσχατα αἰκισάμενος πᾶσιν ἀνθρώποις φόβον παράσχοι τοῦ στρατεῦσαί ποτε ἐπʼ αὐτόν; ἀλλʼ ὅπως τοι μὴ ἐπʼ ἐκείνῳ γενησόμεθα πάντα ποιητέον.
难道他不会穷极一切手段,以最严酷的酷刑折磨我们,从而让所有人都对日后向他进军心怀畏惧吗?因此,我们必须竭尽一切所能,绝不可落入那个人的掌握之中。
ἐγὼ μὲν οὖν ἔστε μὲν αἱ σπονδαὶ ἦσαν οὔποτε ἐπαυόμην ἡμᾶς μὲν οἰκτίρων, βασιλέα δὲ καὶ τοὺς σὺν αὐτῷ μακαρίζων, διαθεώμενος αὐτῶν ὅσην μὲν χώραν καὶ οἵαν ἔχοιεν, ὡς δὲ ἄφθονα τὰ ἐπιτήδεια, ὅσους δὲ θεράποντας, ὅσα δὲ κτήνη, χρυσὸν δέ, ἐσθῆτα δέ· τὰ δʼ αὖ τῶν στρατιωτῶν ὁπότε ἐνθυμοίμην, ὅτι τῶν μὲν ἀγαθῶν τούτων οὐδενὸς ἡμῖν μετείη, εἰ μὴ πριαίμεθα, ὅτου δʼ ὠνησόμεθα ᾔδειν ἔτι ὀλίγους ἔχοντας, ἄλλως δέ πως πορίζεσθαι τὰ ἐπιτήδεια ἢ ὠνουμένους ὅρκους ἤδη κατέχοντας ἡμᾶς·3 ταῦτʼ οὖν λογιζόμενος ἐνίοτε τὰς σπονδὰς μᾶλλον ἐφοβούμην ἢ νῦν τὸν πόλεμον.
就我而言,在停战协定持续期间,我从未停止过自怜,并羡慕大王及其随从,因为我仔细观察过他们拥有何其辽阔肥沃的土地、何其丰足的给养、何其众多的仆从与牲畜,以及黄金和服饰; 但另一方面,每当我考虑到士兵们的状况——若不购买,我们就无权享有这些物资中的任何一样,而我知道我们当中只剩下少数人还有钱购买,并且誓言已经约束我们不得以购买之外的任何方式获取物资——因此,思及这些事情,我有时害怕停战甚至甚于现在害怕战争。
ἐπεὶ μέντοι ἐκεῖνοι ἔλυσαν τὰς σπονδάς, λελύσθαι μοι δοκεῖ καὶ ἡ ἐκείνων ὕβρις καὶ ἡ ἡμετέρα ὑποψία. ἐν μέσῳ γὰρ ἤδη κεῖται ταῦτα τὰ ἀγαθὰ ἆθλα ὁπότεροι ἂν ἡμῶν ἄνδρες ἀμείνονες ὦσιν, ἀγωνοθέται δʼ οἱ θεοί εἰσιν, οἳ σὺν ἡμῖν, ὡς τὸ εἰκός, ἔσονται.
然而,既然他们已经撕毁了停战协定,在我看来,他们的骄横与我们的疑虑便都已破除。因为现在这些物资已作为战利品摆在中间,归我们双方中表现得更为英勇的人所有;而神明则是裁判,神明理所当然会站在我们这一边。
οὗτοι μὲν γὰρ αὐτοὺς ἐπιωρκήκασιν· ἡμεῖς δὲ πολλὰ ὁρῶντες ἀγαθὰ στερρῶς αὐτῶν ἀπειχόμεθα διὰ τοὺς τῶν θεῶν ὅρκους· ὥστε ἐξεῖναί μοι δοκεῖ ἰέναι ἐπὶ τὸν ἀγῶνα πολὺ σὺν φρονήματι μείζονι ἢ τούτοις.
因为敌人在神前背信弃义;而我们虽见万般财富,却因向神所立的誓言而坚决不加染指;因此在我看来,我们完全有理由以远高于他们的昂扬士气投入这场战斗。”
- 3.1.12μὴ οὐ δύναιτο ἐκ τῆς χώρας ἐξελθεῖν τῆς βασιλέως, ἀλλʼ εἴργοιτο πάντοθεν ὑπό τινων ἀποριῶν
由表示恐惧的动词 ἐφοβεῖτο(害怕)所引导的惧怕从句。连接词组合 μὴ οὐ 接希求法(δύναιτο 与 εἴργοιτο),表示否定性的惧怕(“恐怕无法……而是会被阻拦”)。因主句为历史时态(ἐφοβεῖτο),从属从句中使用了间接希求法以替代虚拟语气。
- 3.1.13τί ἐμποδὼν μὴ οὐχὶ πάντα μὲν τὰ χαλεπώτατα ἐπιδόντας, πάντα δὲ τὰ δεινότατα παθόντας ὑβριζομένους ἀποθανεῖν;
修辞疑问句 τί ἐμποδών(“有什么阻碍呢?”,实际包含否定含义“毫无阻碍”)之后,阻碍类表达接 μὴ οὐχί 加不定式(ἀποθανεῖν),意为“有什么能阻止……受辱而死呢?”分词 ἐπιδόντας、παθόντας 和 ὑβριζομένους 为宾格,与不定式 ἀποθανεῖν 的逻辑主语(ἡμᾶς)保持一致。
- 3.1.20ἄλλως δέ πως πορίζεσθαι τὰ ἐπιτήδεια ἢ ὠνουμένους ὅρκους ἤδη κατέχοντας ἡμᾶς
在间接引语中受前文 ᾔδειν(我知道)管辖,ὅρκους ἤδη κατέχοντας 为标准的宾格加补充分词结构,与前文的 ὀλίγους ἔχοντας 并列(οἶδα 表“知道……”时接补充分词而非不定式)。分词 κατέχοντας(阻止、约束)支配直接宾语 ἡμᾶς 与不定式 πορίζεσθαι,而分词 ὠνουμένους 则与 πορίζεσθαι 的逻辑主语 ἡμᾶς 一致,同为宾格。(本节真正的破格句在于前文由 ὁπότε ἐνθυμοίμην, ὅτι ... μετείη 转向独立的限定动词 ᾔδειν。)
