- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.1.1-3.1.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在将领们被捕受害导致希腊全军陷入彻底绝望之际,记叙了色诺芬如何在苏格拉底的指点与德尔斐神谕的指引下参与居鲁士远征的来龙去脉。
ἐπεὶ δὲ οἱ στρατηγοὶ συνειλημμένοι ἦσαν καὶ τῶν λοχαγῶν καὶ τῶν στρατιωτῶν οἱ συνεπόμενοι1 ἀπωλώλεσαν, ἐν πολλῇ δὴ ἀπορίᾳ ἦσαν οἱ Ἕλληνες, ἐννοούμενοι ὅτι ἐπὶ ταῖς βασιλέως θύραις ἦσαν, κύκλῳ δὲ αὐτοῖς πάντῃ πολλὰ καὶ ἔθνη καὶ πόλεις πολέμιαι ἦσαν, ἀγορὰν δὲ οὐδεὶς ἔτι παρέξειν ἔμελλεν, ἀπεῖχον δὲ τῆς Ἑλλάδος οὐ μεῖον ἢ μύρια στάδια, ἡγεμὼν δʼ οὐδεὶς τῆς ὁδοῦ ἦν, ποταμοὶ δὲ διεῖργον ἀδιάβατοι ἐν μέσῳ τῆς οἴκαδε ὁδοῦ, προυδεδώκεσαν δὲ αὐτοὺς καὶ οἱ σὺν Κύρῳ ἀναβάντες βάρβαροι, μόνοι δὲ καταλελειμμένοι ἦσαν οὐδὲ ἱππέα οὐδένα σύμμαχον ἔχοντες, ὥστε εὔδηλον ἦν ὅτι νικῶντες μὲν οὐδένα ἂν κατακάνοιεν, ἡττηθέντων δὲ αὐτῶν οὐδεὶς ἂν λειφθείη·2
当将领们被捕、随行的连长和士兵们丧生之时,希腊人陷入了极大的困境,因为他们想到自己身处大王的门户之前,周围尽是众多敌对的部族和城邦,再也没有人会向他们提供集市,他们距离希腊不下一万斯塔迪昂,道路上没有向导,不可逾越的河流横亘在归途之中,甚至连随居鲁士一道进军的蛮族也背叛了他们,他们被孤立无援地撇下,连一个骑兵盟友也没有;因此显而易见的是,他们即便获胜也无法歼灭任何敌人,而一旦战败则必无一幸免。
ταῦτʼ ἐννοούμενοι καὶ ἀθύμως ἔχοντες ὀλίγοι μὲν αὐτῶν εἰς τὴν ἑσπέραν σίτου ἐγεύσαντο, ὀλίγοι δὲ πῦρ ἀνέκαυσαν, ἐπὶ δὲ τὰ ὅπλα πολλοὶ οὐκ ἦλθον ταύτην τὴν νύκτα, ἀνεπαύοντο δὲ ὅπου ἐτύγχανον ἕκαστος, οὐ δυνάμενοι καθεύδειν ὑπὸ λύπης καὶ πόθου πατρίδων, γονέων, γυναικῶν, παίδων, οὓς οὔποτʼ ἐνόμιζον ἔτι ὄψεσθαι. οὕτω μὲν δὴ διακείμενοι πάντες ἀνεπαύοντο.
思及这些事情,众人心灰意冷,傍晚时只有少数人吃过食物,只有少数人生起营火,许多人该夜并未前往武器集结点,而是各自就地倒卧休息,因悲痛和对再无相见之望的祖国、双亲、妻儿的思念而无法入眠。全军就是怀着这样的心情躺卧休整的。
ἦν δέ τις ἐν τῇ στρατιᾷ Ξενοφῶν Ἀθηναῖος, ὃς οὔτε στρατηγὸς οὔτε λοχαγὸς οὔτε στρατιώτης ὢν συνηκολούθει, ἀλλὰ Πρόξενος αὐτὸν μετεπέμψατο οἴκοθεν ξένος ὢν ἀρχαῖος· ὑπισχνεῖτο δὲ αὐτῷ, εἰ ἔλθοι, φίλον αὐτὸν Κύρῳ ποιήσειν, ὃν αὐτὸς ἔφη κρείττω ἑαυτῷ νομίζειν τῆς πατρίδος.
军队中有一个雅典人色诺芬,他既非将领,亦非连长,又非普通士兵,却随军同往;这是因为他昔日的好友普罗克塞诺斯从故乡派人召他前去,向他许诺若他前去,便将他引荐给居鲁士作为朋友,普罗克塞诺斯称自己视居鲁士重于祖国。
ὁ μέντοι Ξενοφῶν ἀναγνοὺς τὴν ἐπιστολὴν ἀνακοινοῦται Σωκράτει τῷ Ἀθηναίῳ περὶ τῆς πορείας. καὶ ὁ Σωκράτης ὑποπτεύσας μή τι πρὸς τῆς πόλεως ὑπαίτιον εἴη Κύρῳ φίλον γενέσθαι,3 ὅτι ἐδόκει ὁ Κῦρος προθύμως τοῖς Λακεδαιμονίοις ἐπὶ τὰς Ἀθήνας συμπολεμῆσαι, συμβουλεύει τῷ Ξενοφῶντι ἐλθόντα εἰς Δελφοὺς ἀνακοινῶσαι τῷ θεῷ περὶ τῆς πορείας.
色诺芬读完信后,便就这趟行程与雅典人苏格拉底商议。苏格拉底怀疑成为居鲁士的朋友可能会招致城邦方面的责难,因为居鲁士曾被认为在攻打雅典的战争中极力支持拉凯代蒙人,于是建议色诺芬前往德尔斐向神灵请示这次行程。
ἐλθὼν δʼ ὁ Ξενοφῶν ἐπήρετο τὸν Ἀπόλλω τίνι ἂν θεῶν θύων καὶ εὐχόμενος κάλλιστα καὶ ἄριστα ἔλθοι τὴν ὁδὸν ἣν ἐπινοεῖ καὶ καλῶς πράξας σωθείη. καὶ ἀνεῖλεν αὐτῷ ὁ Ἀπόλλων θεοῖς οἷς ἔδει θύειν.4
色诺芬遂前往德尔斐,询问阿波罗应向哪位神明献祭与祈祷,才能最稳妥、最顺利地走完他所打算走的道路,并功成平安归来。阿波罗便向他昭示了所应当献祭的神祇。
ἐπεὶ δὲ πάλιν ἦλθε, λέγει τὴν μαντείαν τῷ Σωκράτει. ὁ δʼ ἀκούσας ᾐτιᾶτο αὐτὸν ὅτι οὐ τοῦτο πρῶτον ἠρώτα πότερον λῷον εἴη αὐτῷ πορεύεσθαι ἢ μένειν, ἀλλʼ αὐτὸς κρίνας ἰτέον εἶναι τοῦτʼ ἐπυνθάνετο ὅπως ἂν κάλλιστα πορευθείη. ἐπεὶ μέντοι οὕτως ἤρου, ταῦτʼ, ἔφη, χρὴ ποιεῖν ὅσα ὁ θεὸς ἐκέλευσεν.
待他返回后,将神谕告知苏格拉底。苏格拉底听后责备他没有首先问明这一条,即究竟是动身前去还是留下来对他更好,而是自己断定必须前去,进而打听怎样才能最稳妥地成行。不过苏格拉底说:“既然你已经这样问了,就必须遵照神明的吩咐去做。”
ὁ μὲν δὴ Ξενοφῶν οὕτω θυσάμενος οἷς ἀνεῖλεν ὁ θεὸς ἐξέπλει, καὶ καταλαμβάνει ἐν Σάρδεσι Πρόξενον καὶ Κῦρον μέλλοντας ἤδη ὁρμᾶν τὴν ἄνω ὁδόν, καὶ συνεστάθη Κύρῳ.
于是色诺芬向神灵所昭示的诸神献祭后便扬帆启航,在萨第斯赶上了正准备动身沿内陆向上进军的普罗克塞诺斯和居鲁士,并被引荐给居鲁士。
προθυμουμένου δὲ τοῦ Προξένου καὶ ὁ Κῦρος συμπρουθυμεῖτο μεῖναι αὐτόν, εἶπε δὲ ὅτι ἐπειδὰν τάχιστα ἡ στρατεία λήξῃ, εὐθὺς ἀποπέμψει αὐτόν. ἐλέγετο δὲ ὁ στόλος εἶναι εἰς Πισίδας.
在普罗克塞诺斯的极力劝说下,居鲁士也一同敦请他留下来,并表示战事一结束就立刻打发他回去。据说这次出征是对付皮西迪亚人的。
ἐστρατεύετο μὲν δὴ οὕτως ἐξαπατηθείς—οὐχ ὑπὸ Προξένου· οὐ γὰρ ᾔδει τὴν ἐπὶ βασιλέα ὁρμὴν οὐδὲ ἄλλος οὐδεὶς τῶν Ἑλλήνων πλὴν Κλεάρχου· ἐπεὶ μέντοι εἰς Κιλικίαν ἦλθον, σαφὲς πᾶσιν ἤδη ἐδόκει εἶναι ὅτι ὁ στόλος εἴη ἐπὶ βασιλέα. φοβούμενοι δὲ τὴν ὁδὸν καὶ ἄκοντες ὅμως οἱ πολλοὶ διʼ αἰσχύνην καὶ ἀλλήλων καὶ Κύρου συνηκολούθησαν· ὧν εἷς καὶ Ξενοφῶν ἦν.
色诺芬就这样在受蒙骗之下随军出征了——但并非受普罗克塞诺斯的蒙骗,因为除了克利阿科斯之外,普罗克塞诺斯以及其他希腊人都不知道这是向大王进军;然而当他们抵达基利基亚时,所有人都已清楚看出远征的目标是大王。众人虽然畏惧行程且不情愿,但出于彼此之间以及对居鲁士的羞耻心,大多数人仍然跟从前行;色诺芬也是其中之一。
- 3.1.2τῶν λοχαγῶν καὶ τῶν στρατιωτῶν οἱ συνεπόμενοι
名词化现在分词 οἱ συνεπόμενοι(随行者)作主语,其前面的属格 τῶν λοχαγῶν καὶ τῶν στρατιωτῶν 充当修饰它的部分属格,意即“连长与士兵中随行的人”。
- 3.1.2νικῶντες μὲν οὐδένα ἂν κατακάνοιεν, ἡττηθέντων δὲ αὐτῶν οὐδεὶς ἂν λειφθείη
主格分词 νικῶντες 与属格独立结构 ἡττηθέντων αὐτῶν 均充当带有 ἄν 的潜能希求法(ἂν κατακάνοιεν / ἂν λειφθείη)的条件从句(相当于 εἰ νικῷεν / εἰ ἡττηθεῖεν)。承接上文“无骑兵同盟”,表明若胜则无法追歼敌人,若败则全军覆没逃脱无门。
- 3.1.5μή τι πρὸς τῆς πόλεως ὑπαίτιον εἴη Κύρῳ φίλον γενέσθαι
由表示疑虑的动词 ὑποπτεύσας 引出的 μή 惧虑/疑虑从句。不定式短语 Κύρῳ φίλον γενέσθαι(成为居鲁士的朋友)为实质主语,ὑπαίτιον 为表语形容词。介词短语 πρὸς τῆς πόλεως 表示来源或立场,即“在城邦一方看来 / 招致城邦的”。
- 3.1.6θεοῖς οἷς ἔδει θύειν
先行词被吸引并并入关系分句的现象(attraction/incorporation)。正常结构应为 ἀνεῖλεν αὐτῷ [τοὺς] θεοὺς οἷς ἔδει θύειν(向他昭示了他当献祭的诸神),但作为动词 ἀνεῖλεν 宾语的名词 θεούς 被吸引为关系代词 οἷς 的与格并纳入从句之中。
