- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.6.16-2.6.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了其余遇害希腊将领的性格与结局:年轻的普罗克塞诺斯重荣誉与正义却缺乏威慑统驭之力;门农冷酷奸诈、崇尚邪恶,最终受尽酷刑而死;而阿吉阿斯与苏格拉底在战事与友谊中皆无可指摘。
Πρόξενος δὲ ὁ Βοιώτιος εὐθὺς μὲν μειράκιον ὢν ἐπεθύμει γενέσθαι ἀνὴρ τὰ μεγάλα πράττειν ἱκανός· καὶ διὰ ταύτην τὴν ἐπιθυμίαν ἔδωκε Γοργίᾳ ἀργύριον τῷ Λεοντίνῳ.
玻俄提亚人普罗克塞诺斯早在少年时代,便渴望成为一个能够成就大事之人;为了这一志向,他向莱翁蒂尼的戈尔吉阿斯支付了酬金。
ἐπεὶ δὲ συνεγένετο ἐκείνῳ, ἱκανὸς νομίσας ἤδη εἶναι καὶ ἄρχειν καὶ φίλος ὢν τοῖς πρώτοις μὴ ἡττᾶσθαι εὐεργετῶν,1 ἦλθεν εἰς ταύτας τὰς σὺν Κύρῳ πράξεις· καὶ ᾤετο κτήσεσθαι ἐκ τούτων ὄνομα μέγα καὶ δύναμιν μεγάλην καὶ χρήματα πολλά·
与他从学之后,普罗克塞诺斯自认已足以胜任统领之职,并在与显要之人交好时在施惠方面不甘居人后,于是参与了随居鲁士而起的这项事业;他指望由此赢得显赫声名、巨大权力与丰厚财富。
τοσούτων δʼ ἐπιθυμῶν σφόδρα ἔνδηλον αὖ καὶ τοῦτο εἶχεν, ὅτι τούτων οὐδὲν ἂν θέλοι κτᾶσθαι μετὰ ἀδικίας, ἀλλὰ σὺν τῷ δικαίῳ καὶ καλῷ ᾤετο δεῖν τούτων τυγχάνειν, ἄνευ δὲ τούτων μή.
然而,尽管渴望得到如此之多的东西,另一方面他也极为明显地表现出这一点:他绝不愿以不义的手段去获取这些,反而认为必须伴随着公正与崇高去获取它们,若非如此则决不可取。
ἄρχειν δὲ καλῶν μὲν καὶ ἀγαθῶν δυνατὸς ἦν· οὐ μέντοι οὔτʼ αἰδῶ τοῖς στρατιώταις ἑαυτοῦ οὔτε φόβον ἱκανὸς ἐμποιῆσαι, ἀλλὰ καὶ ᾐσχύνετο μᾶλλον τοὺς στρατιώτας ἢ οἱ ἀρχόμενοι ἐκεῖνον· καὶ φοβούμενος μᾶλλον ἦν φανερὸς τὸ ἀπεχθάνεσθαι τοῖς στρατιώταις ἢ οἱ στρατιῶται τὸ ἀπιστεῖν ἐκείνῳ.2
他有能力统驭贤良之士,然而却无力使士兵对他产生敬畏或恐惧;相反,他在士兵面前所怀有的羞怯,甚至超过了受他统驭的人在他面前所怀有的羞怯;他唯恐招致士兵嫌恶的心态,比起士兵唯恐违抗他的心态来,更为显而易见。
ᾤετο δὲ ἀρκεῖν πρὸς τὸ ἀρχικὸν εἶναι καὶ δοκεῖν τὸν μὲν καλῶς ποιοῦντα ἐπαινεῖν, τὸν δὲ ἀδικοῦντα μὴ ἐπαινεῖν. τοιγαροῦν αὐτῷ οἱ μὲν καλοί τε καὶ ἀγαθοὶ τῶν συνόντων εὖνοι ἦσαν, οἱ δὲ ἄδικοι ἐπεβούλευον ὡς εὐμεταχειρίστῳ ὄντι. ὅτε δὲ ἀπέθνῃσκεν ἦν ἐτῶν ὡς τριάκοντα.
他认为,若要成为并被视作称职的统帅,只需称赞行事端正者而对作恶者不予称赞便已足够。因此,在他身边的人当中,贤良之士都对他心怀善意,不义之徒却因见他容易摆布而对他谋算暗害。他去世时大约三十岁。
Μένων δὲ ὁ Θετταλὸς δῆλος ἦν ἐπιθυμῶν μὲν πλουτεῖν ἰσχυρῶς, ἐπιθυμῶν δὲ ἄρχειν, ὅπως πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ τιμᾶσθαι, ἵνα πλείω κερδαίνοι· φίλος τε ἐβούλετο εἶναι τοῖς μέγιστα δυναμένοις, ἵνα ἀδικῶν μὴ διδοίη δίκην.
至于色萨利人门农,则显然极其渴望致富,渴望握有统领之权以便索取更多,渴望获得尊荣以便牟取更多利益;他也想要成为那些最有权势之人的朋友,以便在为非作歹时不受惩处。
ἐπὶ δὲ τὸ κατεργάζεσθαι ὧν ἐπιθυμοίη συντομωτάτην ᾤετο ὁδὸν εἶναι διὰ τοῦ ἐπιορκεῖν τε καὶ ψεύδεσθαι καὶ ἐξαπατᾶν, τὸ δʼ ἁπλοῦν καὶ ἀληθὲς τὸ αὐτὸ τῷ ἠλιθίῳ εἶναι.3
为了达成自己所渴望的目的,他认为捷径就是起假誓、说谎与欺诈,而纯真与诚实则与愚蠢无异。
στέργων δὲ φανερὸς μὲν ἦν οὐδένα, ὅτῳ δὲ φαίη φίλος εἶναι, τούτῳ ἔνδηλος ἐγίγνετο ἐπιβουλεύων. καὶ πολεμίου μὲν οὐδενὸς κατεγέλα, τῶν δὲ συνόντων πάντων ὡς καταγελῶν ἀεὶ διελέγετο.
显而易见他未曾爱过任何人;无论他对谁自称是朋友,他针对此人图谋暗算便成了昭然若揭之事。他从未嘲笑过任何敌人,但对待身边的所有人,他交谈时却总是带着嘲讽之态。
καὶ τοῖς μὲν τῶν πολεμίων κτήμασιν οὐκ ἐπεβούλευε· χαλεπὸν γὰρ ᾤετο εἶναι τὰ τῶν φυλαττομένων λαμβάνειν· τὰ δὲ τῶν φίλων μόνος ᾤετο εἰδέναι ῥᾷστον ὂν ἀφύλακτα λαμβάνειν.
他不曾觊觎敌人的财产,因为他认为夺取戒备森严之人的财物是困难的;但他自以为唯有自己知晓,夺取朋友不设防的财物是最容易不过的。
καὶ ὅσους μὲν αἰσθάνοιτο ἐπιόρκους καὶ ἀδίκους ὡς εὖ ὡπλισμένους ἐφοβεῖτο, τοῖς δὲ ὁσίοις καὶ ἀλήθειαν ἀσκοῦσιν ὡς ἀνάνδροις ἐπειρᾶτο χρῆσθαι.
凡是他察觉到背誓不义之人,他都将其视作全副武装者而加以畏惧;至于虔诚求真之人,他则试图将其当作懦弱之辈随意驱使。
ὥσπερ δέ τις ἀγάλλεται ἐπὶ θεοσεβείᾳ καὶ ἀληθείᾳ καὶ δικαιότητι, οὕτω Μένων ἠγάλλετο τῷ ἐξαπατᾶν δύνασθαι, τῷ πλάσασθαι ψεύδη, τῷ φίλους διαγελᾶν· τὸν δὲ μὴ πανοῦργον τῶν ἀπαιδεύτων ἀεὶ ἐνόμιζεν εἶναι. καὶ παρʼ οἷς μὲν ἐπεχείρει πρωτεύειν φιλίᾳ, διαβάλλων τοὺς πρώτους τοῦτο ᾤετο δεῖν κτήσασθαι.
正如有人以敬神、求真与公正自傲,门农也同样以善于欺瞒、捏造谎言和嘲弄友人而沾沾自喜;对于不行奸恶之人,他一概视为缺乏教养之辈。凡是他试图在友谊中争居首位之处,他都认为必须通过中伤原先位居第一的人来攫取这一地位。
τὸ δὲ πειθομένους τοὺς στρατιώτας παρέχεσθαι ἐκ τοῦ συναδικεῖν αὐτοῖς ἐμηχανᾶτο. τιμᾶσθαι δὲ καὶ θεραπεύεσθαι ἠξίου ἐπιδεικνύμενος ὅτι πλεῖστα δύναιτο καὶ ἐθέλοι ἂν ἀδικεῖν. εὐεργεσίαν δὲ κατέλεγεν, ὁπότε τις αὐτοῦ ἀφίσταιτο, ὅτι χρώμενος αὐτῷ οὐκ ἀπώλεσεν αὐτόν.
使士兵听命于他的手段,是他通过与他们一同作恶来谋划的。他通过展示自己最能且最愿作恶,来要求受到尊崇与奉承。每当有人脱离他而去时,他便将自己在驱使此人之际未曾将其置于死地宣称为一种恩德。
καὶ τὰ μὲν δὴ ἀφανῆ ἔξεστι περὶ αὐτοῦ ψεύδεσθαι, ἃ δὲ πάντες ἴσασι τάδʼ ἐστί. παρὰ Ἀριστίππου μὲν ἔτι ὡραῖος ὢν στρατηγεῖν διεπράξατο τῶν ξένων, Ἀριαίῳ δὲ βαρβάρῳ ὄντι, ὅτι μειρακίοις καλοῖς ἥδετο, οἰκειότατος ἐγένετο, αὐτὸς δὲ παιδικὰ εἶχε Θαρύπαν ἀγένειος ὢν γενειῶντα.4
关于他不为人知的隐秘之事,固然尽可捏造谎言,但人所共知之事却有如下数端:他尚在韶华之年,便从阿里斯提普斯那里谋得了外籍雇佣军的统领之权;至于蛮族人阿里埃奥斯,因其喜好美少年,门农便与他结成了极度亲密的关系;而他自己尚无须髯之时,便纳已经蓄须的塔律帕斯为娈童。
ἀποθνῃσκόντων δὲ τῶν συστρατήγων ὅτι ἐστράτευσαν ἐπὶ βασιλέα ξὺν Κύρῳ, ταὐτὰ πεποιηκὼς οὐκ ἀπέθανε, μετὰ δὲ τὸν τῶν ἄλλων θάνατον στρατηγῶν τιμωρηθεὶς ὑπὸ βασιλέως ἀπέθανεν, οὐχ ὥσπερ Κλέαρχος καὶ οἱ ἄλλοι στρατηγοὶ ἀποτμηθέντες τὰς κεφαλάς, ὅσπερ τάχιστος θάνατος δοκεῖ εἶναι, ἀλλὰ ζῶν αἰκισθεὶς ἐνιαυτὸν ὡς πονηρὸς λέγεται τῆς τελευτῆς τυχεῖν.5
当诸位同僚将军因随同居鲁士进犯国王而被处死时,他做下了同样的事情却未曾同死;但在其他将军死后,他受国王惩罚而死,并非像克利阿科斯及其他将军那样被斩首——这被认为是最快的死法——而是据说作为恶徒在活着受尽一年酷刑折磨之后才迎来了末日。
Ἀγίας δὲ ὁ Ἀρκὰς καὶ Σωκράτης ὁ Ἀχαιὸς καὶ τούτω ἀπεθανέτην. τούτων δὲ οὔθʼ ὡς ἐν πολέμῳ κακῶν οὐδεὶς κατεγέλα οὔτʼ εἰς φιλίαν αὐτοὺς ἐμέμφετο. ἤστην δὲ ἄμφω ἀμφὶ τὰ πέντε καὶ τριάκοντα ἔτη ἀπὸ γενεᾶς.
阿卡迪亚人阿吉阿斯与阿哈伊亚人苏格拉底两人也同样被处死。关于他们两人,从未有人嘲讽他们在战事中怯懦,也未有人在友谊方面指责过他们。他们两人自出生起大约都是三十五岁。
- 2.6.17μὴ ἡττᾶσθαι εὐεργετῶν
分词 εὐεργετῶν 作为 ἡττᾶσθαι(被击败、落后)的补充成分,意为“在施惠行善方面不甘落后于人”。
- 2.6.19φοβούμενος μᾶλλον ἦν φανερὸς τὸ ἀπεχθάνεσθαι τοῖς στρατιώταις ἢ οἱ στρατιῶται τὸ ἀπιστεῖν ἐκείνῳ
此处使用了“φανερὸς ἦν + 分词 (φοβούμενος)”的人称句式(意即“他……是显而易见的”)。带有定冠词的不定式 τὸ ἀπεχθάνεσθαι 作 φοβούμενος 的直接宾语(宾格),并在 ἤ 之后与承前省略的句子 οἱ στρατιῶται [φανεροὶ ἦσαν φοβούμενοι] τὸ ἀπιστεῖν ἐκείνῳ 相对比。
- 2.6.22τὸ δʼ ἁπλοῦν καὶ ἀληθὲς τὸ αὐτὸ τῷ ἠλιθίῳ εἶναι
此句为受 ᾤετο 统辖的宾格加不定式间接引语结构。不定式主语是中性短语 τὸ ἁπλοῦν καὶ ἀληθές(“单纯与诚实”),表语是 τὸ αὐτό(“同一事物”)。τῷ ἠλιθίῳ 是与 ὁ αὐτός 搭配的表示一致/联合的与格(“与愚蠢同义”)。
- 2.6.28ἀγένειος ὢν γενειῶντα
对比性的分词并置:修饰主语门农的分词 ἀγένειος ὢν(“自己尚未蓄须”)与修饰宾语塔律帕斯的分词 γενειῶντα(“已然长出胡须”)形成鲜明对照,极具讽刺意味地突出了二人关系颠倒了希腊传统的娈童(年幼者)与爱人(年长者)角色。
- 2.6.29ζῶν αἰκισθεὶς ἐνιαυτὸν ὡς πονηρὸς λέγεται τῆς τελευτῆς τυχεῖν
这是由被动语态动词 λέγεται 构成的“主格加不定式”人称结构(“据说他……”)。主语门农由主格被动分词 αἰκισθείς(“被酷刑折磨”)与副词性状态词 ζῶν(“活着”)修饰。ἐνιαυτόν 是表示持续时间的宾格(“长达一年”),而 τῆς τελευτῆς τυχεῖν 是 τυγχάνω 接属格的常规搭配(“遭遇结局、死去”)。
