- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.6.1-2.6.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被捕的将军们被处决,作者评述了克利阿科斯的生平与性格,展现其极度的嗜战、严苛的纪律、临危的统御力以及他在五十岁左右的死。
οἱ μὲν δὴ στρατηγοὶ οὕτω ληφθέντες ἀνήχθησαν ὡς βασιλέα καὶ ἀποτμηθέντες τὰς κεφαλὰς1 ἐτελεύτησαν, εἷς μὲν αὐτῶν Κλέαρχος ὁμολογουμένως ἐκ πάντων τῶν ἐμπείρως αὐτοῦ ἐχόντων δόξας γενέσθαι ἀνὴρ καὶ πολεμικὸς καὶ φιλοπόλεμος ἐσχάτως.
被捕的将军们就这样被押送到国王面前,被斩首处死;他们当中的一人克利阿科斯,据所有熟知他的人一致公认,被视为极其通晓战事又极嗜战争之人。
καὶ γὰρ δὴ ἕως μὲν πόλεμος ἦν τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους παρέμενεν, ἐπειδὴ δὲ εἰρήνη ἐγένετο, πείσας τὴν αὑτοῦ πόλιν ὡς οἱ Θρᾷκες ἀδικοῦσι τοὺς Ἕλληνας καὶ διαπραξάμενος ὡς ἐδύνατο παρὰ τῶν ἐφόρων ἐξέπλει ὡς πολεμήσων τοῖς ὑπὲρ Χερρονήσου καὶ Περίνθου Θρᾳξίν.
事实上,只要拉刻代蒙人与雅典人之间仍有战事,他便留下来;但当和平降临后,他促使自己的城邦相信色雷斯人正在侵害希腊人,并从监察官那里争取到尽可能多的授权,扬帆出航,去向赫尔松尼苏斯及佩林托斯北面的色雷斯人开战。
ἐπεὶ δὲ μεταγνόντες πως οἱ ἔφοροι ἤδη ἔξω ὄντος2 ἀποστρέφειν αὐτὸν ἐπειρῶντο ἐξ Ἰσθμοῦ, ἐνταῦθα οὐκέτι πείθεται, ἀλλʼ ᾤχετο πλέων εἰς Ἑλλήσποντον.
然而,当监察官不知何故改变心意,在他人已在境外之际试图从地峡将他召回时,他便不再顺从,反而扬帆径自驶往赫勒斯滂。
ἐκ τούτου καὶ ἐθανατώθη ὑπὸ τῶν ἐν Σπάρτῃ τελῶν ὡς ἀπειθῶν. ἤδη δὲ φυγὰς ὢν ἔρχεται πρὸς Κῦρον, καὶ ὁποίοις μὲν λόγοις ἔπεισε Κῦρον ἄλλῃ γέγραπται, δίδωσι δὲ αὐτῷ Κῦρος μυρίους δαρεικούς·
由于这一抗命行为,他甚至被斯巴达当局判处死刑。已成亡命之徒的他投奔了居鲁士;他以怎样的说辞说服了居鲁士已在别处载明,居鲁士给了他一万大流克金币。
ὁ δὲ λαβὼν οὐκ ἐπὶ ῥᾳθυμίαν ἐτράπετο, ἀλλʼ ἀπὸ τούτων τῶν χρημάτων συλλέξας στράτευμα ἐπολέμει τοῖς Θρᾳξί, καὶ μάχῃ τε ἐνίκησε καὶ ἀπὸ τούτου δὴ ἔφερε καὶ ἦγε τούτους καὶ πολεμῶν διεγένετο μέχρι Κῦρος ἐδεήθη τοῦ στρατεύματος· τότε δὲ ἀπῆλθεν ὡς ξὺν ἐκείνῳ αὖ πολεμήσων.
他拿到钱后并未贪图安逸,而是用这笔钱招募起一支军队,与色雷斯人交战,在战斗中战胜了他们,自那以后便四处劫掠、打击他们,持续作战直到居鲁士需要这支军队为止;那时他才离开,以便转而与居鲁士一同作战。
ταῦτα οὖν φιλοπολέμου μοι δοκεῖ ἀνδρὸς ἔργα εἶναι, ὅστις ἐξὸν μὲν εἰρήνην ἄγειν3 ἄνευ αἰσχύνης καὶ βλάβης αἱρεῖται πολεμεῖν, ἐξὸν δὲ ῥᾳθυμεῖν βούλεται πονεῖν ὥστε πολεμεῖν, ἐξὸν δὲ χρήματα ἔχειν ἀκινδύνως αἱρεῖται πολεμῶν μείονα ταῦτα ποιεῖν· ἐκεῖνος δὲ ὥσπερ εἰς παιδικὰ ἢ εἰς ἄλλην τινὰ ἡδονὴν ἤθελε δαπανᾶν εἰς πόλεμον.
因此,这些事迹在我看来正属于嗜战之人的行径:此人在本可以在没有耻辱与损害的情况下享有和平时,却选择战争;在本可以安逸度日时,却宁愿劳苦以求战争;在本可以毫无危险地保有财富时,却选择通过作战来耗损财富。他宁愿把金钱耗费在战争上,如同耗费在娈童或其他某种享乐上一样。
οὕτω μὲν φιλοπόλεμος ἦν· πολεμικὸς δὲ αὖ ταύτῃ ἐδόκει εἶναι ὅτι φιλοκίνδυνός τε ἦν καὶ ἡμέρας καὶ νυκτὸς ἄγων ἐπὶ τοὺς πολεμίους καὶ ἐν τοῖς δεινοῖς φρόνιμος, ὡς οἱ παρόντες πανταχοῦ πάντες ὡμολόγουν.
他便是这般嗜战;另一方面,他又被认为通晓战事,因为他勇于涉险,昼夜不停地率军迎击敌人,且在险境中沉着明智,正如各处在场的众人一致承认的那样。
καὶ ἀρχικὸς δʼ ἐλέγετο εἶναι ὡς δυνατὸν ἐκ τοῦ τοιούτου τρόπου οἷον κἀκεῖνος εἶχεν. ἱκανὸς μὲν γὰρ ὥς τις καὶ ἄλλος φροντίζειν ἦν ὅπως ἔχοι ἡ στρατιὰ αὐτῷ τὰ ἐπιτήδεια καὶ παρασκευάζειν ταῦτα, ἱκανὸς δὲ καὶ ἐμποιῆσαι τοῖς παροῦσιν ὡς πειστέον εἴη Κλεάρχῳ.
据说以他所具备的那种秉性而言,他在可能的最大限度上具备统帅之才。因为他比任何人都更擅长考虑让军队获得补给并筹备这些物资,也擅长让在场之人树立必须服从克利阿科斯的信念。
τοῦτο δʼ ἐποίει ἐκ τοῦ χαλεπὸς εἶναι· καὶ γὰρ ὁρᾶν στυγνὸς ἦν καὶ τῇ φωνῇ τραχύς, ἐκόλαζέ τε ἰσχυρῶς, καὶ ὀργῇ ἐνίοτε, ὡς καὶ αὐτῷ μεταμέλειν ἔσθʼ ὅτε.
他是通过严酷来实现这一点的;因为他望之令人胆寒,声音粗厉,惩处严厉,有时因盛怒而施罚,以致有时连他自己也会感到懊悔。
καὶ γνώμῃ δʼ ἐκόλαζεν· ἀκολάστου γὰρ στρατεύματος οὐδὲν ἡγεῖτο ὄφελος εἶναι, ἀλλὰ καὶ λέγειν αὐτὸν ἔφασαν ὡς δέοι τὸν στρατιώτην φοβεῖσθαι μᾶλλον τὸν ἄρχοντα ἢ τοὺς πολεμίους, εἰ μέλλοι ἢ φυλακὰς φυλάξειν ἢ φίλων ἀφέξεσθαι ἢ ἀπροφασίστως ἰέναι πρὸς τοὺς πολεμίους.
但他施罚亦出于深思熟虑;因为他认为军纪涣散的军队毫无用处,甚至有人说他曾主张:士兵如果要想恪尽职守站岗放哨、不侵扰友人并毫不迟疑地冲向敌人,就必须害怕自己的统帅甚于害怕敌人。
ἐν μὲν οὖν τοῖς δεινοῖς ἤθελον αὐτοῦ ἀκούειν σφόδρα καὶ οὐκ ἄλλον ᾑροῦντο οἱ στρατιῶται· καὶ γὰρ τὸ στυγνὸν τότε φαιδρὸν αὐτοῦ ἐν τοῖς ἄλλοις προσώποις ἔφασαν φαίνεσθαι καὶ τὸ χαλεπὸν ἐρρωμένον πρὸς τοὺς πολεμίους ἐδόκει εἶναι, ὥστε σωτήριον, οὐκέτι χαλεπὸν ἐφαίνετο·
因此,在危难之中,士兵们极愿听从于他,而不愿推选他人;因为他们说,那时他的阴沉容貌在旁人的面庞中反显欢欣,其严酷也看似是针对敌人的威武之力,从而显得能够保全众人,不再显得可怖。
ὅτε δʼ ἔξω τοῦ δεινοῦ γένοιντο καὶ ἐξείη πρὸς ἄλλον ἀρξομένους ἀπιέναι, πολλοὶ αὐτὸν ἀπέλειπον· τὸ γὰρ ἐπίχαρι οὐκ εἶχεν, ἀλλʼ ἀεὶ χαλεπὸς ἦν καὶ ὠμός· ὥστε διέκειντο πρὸς αὐτὸν οἱ στρατιῶται ὥσπερ παῖδες πρὸς διδάσκαλον.
然而,一旦脱离险境,且可以离开去接受他人指挥时,许多人便离他而去;因为他毫无亲和之魅力,反而始终严酷残忍,以致士兵对待他宛如学童对待严师一般。
καὶ γὰρ οὖν φιλίᾳ μὲν καὶ εὐνοίᾳ ἑπομένους οὐδέποτε εἶχεν· οἵτινες δὲ ἢ ὑπὸ πόλεως τεταγμένοι ἢ ὑπὸ τοῦ δεῖσθαι ἢ ἄλλῃ τινὶ ἀνάγκῃ κατεχόμενοι παρείησαν αὐτῷ, σφόδρα πειθομένοις ἐχρῆτο.
确实,他从未拥有过出于友爱与善意而追随他的人;然而对于那些或是受城邦指派、或是为穷困所迫、或是因其他某种必然原由羁留在身边的士兵,他却能使他们极为顺从听命。
ἐπεὶ δὲ ἄρξαιντο νικᾶν ξὺν αὐτῷ τοὺς πολεμίους, ἤδη μεγάλα ἦν τὰ χρησίμους ποιοῦντα εἶναι τοὺς ξὺν αὐτῷ στρατιώτας· τό τε γὰρ πρὸς τοὺς πολεμίους θαρραλέως ἔχειν παρῆν καὶ τὸ τὴν παρʼ ἐκείνου τιμωρίαν φοβεῖσθαι εὐτάκτους ἐποίει.
一旦他们开始随他战胜敌人,使身边的士兵变得得力的因素便已十分重大;因为直面敌人的无畏勇气已经具备,而对来自他的严惩的恐惧又使他们严守纪律。
τοιοῦτος μὲν δὴ ἄρχων ἦν· ἄρχεσθαι δὲ ὑπὸ ἄλλων οὐ μάλα ἐθέλειν ἐλέγετο. ἦν δὲ ὅτε ἐτελεύτα ἀμφὶ τὰ πεντήκοντα ἔτη.
作为统帅,他便是如此;但据说他很不甘心受他人统御。他去世时大约五十岁。
- 2.6.1ἀποτμηθέντες τὰς κεφαλὰς
此处 τὰς κεφαλὰς 作为表示受影响部位的“关系宾格”(或被动结构中的保留宾格),依附于被动分词 ἀποτμηθέντες,意为“被斩首”。
- 2.6.3ἤδη ἔξω ὄντος
属格绝对结构。分词 ὄντος 的逻辑主语(指代克利阿科斯的代词 αὐτοῦ)因主句宾语 αὐτὸν 显而易见而被省略,表示时间:“当他已经在境外时”。
- 2.6.6ἐξὸν μὲν εἰρήνην ἄγειν
由无人称动词 ἔξεστι 的中性单数宾格分词构成的“宾格绝对结构”,带有让步或条件意味,意为“在能够保持和平的情况下”。后文并列的两个 ἐξὸν 亦承袭此用法。
