← 色诺芬

长征记

§2.5.28-2.5.42

希腊将领遭诱捕与拒交武器

克利阿科斯等希腊将领落入蒂萨弗尼斯的陷阱而被捕杀;阿里埃乌斯等人前来索要武器,克利阿诺尔予以严厉痛斥,色诺芬则机智应对并将其驳回。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.28

ὑπώπτευε δὲ εἶναι τὸν διαβάλλοντα Μένωνα, εἰδὼς αὐτὸν καὶ συγγεγενημένον Τισσαφέρνει μετʼ Ἀριαίου καὶ στασιάζοντα αὐτῷ καὶ ἐπιβουλεύοντα, ὅπως τὸ στράτευμα ἅπαν πρὸς αὑτὸν λαβὼν φίλος ᾖ Τισσαφέρνει.1

克利阿科斯怀疑进谗之人是梅农,因为他知道梅农曾与阿里埃乌斯一同去会见蒂萨弗尼斯,并与自己作对、策划阴谋,企图把全军拉拢到自己一边,从而成为蒂萨弗尼斯的朋友。

§2.5.29

ἐβούλετο δὲ καὶ Κλέαρχος ἅπαν τὸ στράτευμα πρὸς ἑαυτὸν ἔχειν τὴν γνώμην καὶ τοὺς παραλυποῦντας ἐκποδὼν εἶναι. τῶν δὲ στρατιωτῶν ἀντέλεγόν τινες αὐτῷ μὴ ἰέναι πάντας τοὺς λοχαγοὺς καὶ στρατηγοὺς μηδὲ πιστεύειν Τισσαφέρνει.

克利阿科斯自己也希望让全军的归心聚集于自己一人,并将那些让他烦心的人清除掉。但士兵中有些人反对他,认为不应让所有连队长和将军都去,也不应信任蒂萨弗尼斯。

§2.5.30

ὁ δὲ Κλέαρχος ἰσχυρῶς κατέτεινεν, ἔστε διεπράξατο πέντε μὲν στρατηγοὺς ἰέναι, εἴκοσι δὲ λοχαγούς· συνηκολούθησαν δὲ ὡς εἰς ἀγορὰν καὶ τῶν ἄλλων στρατιωτῶν ὡς διακόσιοι.

然而克利阿科斯极力坚持,直到促成了五位将军和二十位连队长前往;其他士兵中也有大约二百人随行,宛如去赶集一般。

§2.5.31

ἐπεὶ δὲ ἦσαν ἐπὶ θύραις ταῖς Τισσαφέρνους, οἱ μὲν στρατηγοὶ παρεκλήθησαν εἴσω, Πρόξενος Βοιώτιος, Μένων Θετταλός, Ἀγίας Ἀρκάς, Κλέαρχος Λάκων, Σωκράτης Ἀχαιός· οἱ δὲ λοχαγοὶ ἐπὶ ταῖς θύραις ἔμενον.

当他们来到蒂萨弗尼斯的营帐门前时,将军们被请了进去——他们是维奥蒂亚人普罗克塞诺斯、色萨利人梅农、阿卡迪亚人阿吉阿斯、拉科尼亚人克利阿科斯、阿哈伊亚人苏格拉底;而连队长们则留在门外。

§2.5.32

οὐ πολλῷ δὲ ὕστερον ἀπὸ τοῦ αὐτοῦ σημείου οἵ τʼ ἔνδον ξυνελαμβάνοντο καὶ οἱ ἔξω κατεκόπησαν. μετὰ δὲ ταῦτα τῶν βαρβάρων τινὲς ἱππέων διὰ τοῦ πεδίου ἐλαύνοντες ᾧτινι ἐντυγχάνοιεν Ἕλληνι ἢ δούλῳ ἢ ἐλευθέρῳ πάντας ἔκτεινον.2

不多久,凭借同一个暗号,里面的人被捕,外面的人被斩杀。此后,一些蛮族骑兵在平原上纵马飞驰,凡是遇到的希腊人,无论是奴隶还是自由人,一律斩杀殆尽。

§2.5.33

οἱ δὲ Ἕλληνες τήν τε ἱππασίαν ἐθαύμαζον ἐκ τοῦ στρατοπέδου ὁρῶντες καὶ ὅ τι ἐποίουν ἠμφεγνόουν, πρὶν Νίκαρχος Ἀρκὰς ἧκε φεύγων τετρωμένος εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα ἐν ταῖς χερσὶν ἔχων, καὶ εἶπε πάντα τὰ γεγενημένα.

希腊人从营地望见骑兵奔驰,感到十分惊奇,并对他们在做什么大惑不解,直到阿卡迪亚人尼卡尔科斯腹部负伤、双手捧着肠子逃了回来,述说了发生的一切。

§2.5.34

ἐκ τούτου δὴ οἱ Ἕλληνες ἔθεον ἐπὶ τὰ ὅπλα πάντες ἐκπεπληγμένοι καὶ νομίζοντες αὐτίκα ἥξειν αὐτοὺς ἐπὶ τὸ στρατόπεδον.

希腊人闻讯全都惊恐万状,以为敌军立刻就会扑向营地,纷纷奔向武器。

§2.5.35

οἱ δὲ πάντες μὲν οὐκ ἦλθον, Ἀριαῖος δὲ καὶ Ἀρτάοζος καὶ Μιθραδάτης, οἳ ἦσαν Κύρῳ πιστότατοι· ὁ δὲ τῶν Ἑλλήνων ἑρμηνεὺς ἔφη καὶ τὸν Τισσαφέρνους ἀδελφὸν σὺν αὐτοῖς ὁρᾶν καὶ γιγνώσκειν· ξυνηκολούθουν δὲ καὶ ἄλλοι Περσῶν τεθωρακισμένοι εἰς τριακοσίους.

然而敌军并没有全军杀来,而是来了阿里埃乌斯、阿尔塔奥佐斯和米斯拉达特斯,他们曾是居鲁士最忠诚的亲信;希腊人的翻译还说,他也看到并认出了蒂萨弗尼斯的兄弟与他们在一起。另有大约三百名身披胸甲的波斯人随行。

§2.5.36

οὗτοι ἐπεὶ ἐγγὺς ἦσαν, προσελθεῖν ἐκέλευον εἴ τις εἴη τῶν Ἑλλήνων στρατηγὸς ἢ λοχαγός, ἵνα ἀπαγγείλωσι τὰ παρὰ βασιλέως.

这些人走近后,便要求希腊人中若有将军或连队长就上前,以便他们传达国王的谕令。

§2.5.37

μετὰ ταῦτα ἐξῆλθον φυλαττόμενοι τῶν Ἑλλήνων στρατηγοὶ μὲν Κλεάνωρ Ὀρχομένιος καὶ Σοφαίνετος Στυμφάλιος, ξὺν αὐτοῖς δὲ Ξενοφῶν Ἀθηναῖος, ὅπως μάθοι τὰ περὶ Προξένου· Χειρίσοφος δὲ ἐτύγχανεν ἀπὼν ἐν κώμῃ τινὶ ξὺν ἄλλοις ἐπισιτιζομένοις.

此后,希腊方面的将军奥尔科墨诺斯人克利阿诺尔和斯廷法洛斯人索派内托斯戒备着走了出来,雅典人色诺芬也随他们同去,以便探听有关普罗克塞诺斯的消息;而海里斯索福斯当时正与其他人外出到某村庄搜集粮草,恰好不在。

§2.5.38

ἐπειδὴ δὲ ἔστησαν εἰς ἐπήκοον, εἶπεν Ἀριαῖος τάδε. Κλέαρχος μέν, ὦ ἄνδρες Ἕλληνες, ἐπεὶ ἐπιορκῶν τε ἐφάνη καὶ τὰς σπονδὰς λύων, ἔχει τὴν δίκην καὶ τέθνηκε, Πρόξενος δὲ καὶ Μένων, ὅτι κατήγγειλαν αὐτοῦ τὴν ἐπιβουλήν, ἐν μεγάλῃ τιμῇ εἰσιν. ὑμᾶς δὲ βασιλεὺς τὰ ὅπλα ἀπαιτεῖ· αὑτοῦ γὰρ εἶναί φησιν, ἐπείπερ Κύρου ἦσαν τοῦ ἐκείνου δούλου.

当他们停在听得见声音的距离时,阿里埃乌斯说了如下一番话:“希腊诸位,克利阿科斯因为被查证违背誓言、撕毁停战协定,已经伏诛受死;而普罗克塞诺斯和梅农由于告发了他的阴谋,正备受尊崇。国王向你们索要武器;因为他说这些武器归他所有,既然它们曾属于居鲁士,而居鲁士是他的奴隶。”

§2.5.39

πρὸς ταῦτα ἀπεκρίναντο οἱ Ἕλληνες, ἔλεγε δὲ Κλεάνωρ ὁ Ὀρχομένιος· ὦ κάκιστε ἀνθρώπων Ἀριαῖε καὶ οἱ ἄλλοι ὅσοι ἦτε Κύρου φίλοι, οὐκ αἰσχύνεσθε οὔτε θεοὺς οὔτʼ ἀνθρώπους, οἵτινες ὀμόσαντες ἡμῖν τοὺς αὐτοὺς φίλους καὶ ἐχθροὺς νομιεῖν, προδόντες ἡμᾶς σὺν Τισσαφέρνει τῷ ἀθεωτάτῳ τε καὶ πανουργοτάτῳ τούς τε ἄνδρας αὐτοὺς οἷς ὤμνυτε ἀπολωλέκατε καὶ τοὺς ἄλλους ἡμᾶς προδεδωκότες ξὺν τοῖς πολεμίοις ἐφʼ ἡμᾶς ἔρχεσθε;

对此希腊人作了回答,奥尔科墨诺斯人克利阿诺尔说道:“世上最恶劣的阿里埃乌斯,以及所有曾是居鲁士朋友的人啊,你们难道在神灵和世人面前都不知羞耻吗?你们曾向我们起誓与我们同友同敌,如今却背叛我们,与最不敬神、最奸诈狡猾的蒂萨弗尼斯勾结,杀害了你们曾对其起誓的那些人,背弃了我们其余的人,竟与敌人一道前来攻击我们?”

§2.5.40

ὁ δὲ Ἀριαῖος εἶπε· Κλέαρχος γὰρ πρόσθεν ἐπιβουλεύων φανερὸς ἐγένετο Τισσαφέρνει τε καὶ Ὀρόντᾳ, καὶ πᾶσιν ἡμῖν τοῖς ξὺν τούτοις. ἐπὶ τούτοις Ξενοφῶν τάδε εἶπε.

阿里埃乌斯答道:“因为此前已查明,克利阿科斯在图谋不利于蒂萨弗尼斯和奥隆塔斯,以及我们所有与他们在一起的人。”对此,色诺芬说了如下的话:

§2.5.41

Κλέαρχος μὲν τοίνυν εἰ παρὰ τοὺς ὅρκους ἔλυε τὰς σπονδάς, τὴν δίκην ἔχει·3 δίκαιον γὰρ ἀπόλλυσθαι τοὺς ἐπιορκοῦντας· Πρόξενος δὲ καὶ Μένων ἐπείπερ εἰσὶν ὑμέτεροι μὲν εὐεργέται, ἡμέτεροι δὲ στρατηγοί, πέμψατε αὐτοὺς δεῦρο· δῆλον γὰρ ὅτι φίλοι γε ὄντες ἀμφοτέροις πειράσονται καὶ ὑμῖν καὶ ἡμῖν τὰ βέλτιστα ξυμβουλεῦσαι.

“那么,如果克利阿科斯确实违背誓言撕毁停战协定,他是罪有应得;因为背誓者灭亡是公正的。但至于普罗克塞诺斯和梅农,既然他们既是你们的恩人,又是我们的将军,就请把他们派到这里来;因为显而易见,作为双方的朋友,他们必将尽力为你们和我们提出最有利的建议。”

§2.5.42

πρὸς ταῦτα οἱ βάρβαροι πολὺν χρόνον διαλεχθέντες ἀλλήλοις ἀπῆλθον οὐδὲν ἀποκρινάμενοι.

蛮族人对此彼此商议了许久,未作任何答复便离去了。

语法注3 条
  1. 2.5.28ὅπως τὸ στράτευμα ἅπαν πρὸς αὑτὸν λαβὼν φίλος ᾖ Τισσαφέρνει

    由 ὅπως 引领并带虚拟语气 ᾖ 的目的从句。该从句表达的不是主句主语克利阿科斯的意图,而是前句分词结构逻辑主语梅农(αὐτόν)的企图。间接反身代词 αὑτόν 同样指代梅农本人。

  2. 2.5.32ᾧτινι ἐντυγχάνοιεν Ἕλληνι ἢ δούλῳ ἢ ἐλευθέρῳ πάντας ἔκτεινον

    关系从句中的希求语气(ἐντυγχάνοιεν)与主句中的未完成过去时(ἔκτεινον)相结合,构成表示过去反复发生的一般条件句。从句中的不定关系代词为单数(ᾧτινι... Ἕλληνι),而在主句宾语中则转换为概括性复数(πάντας)。

  3. 2.5.41Κλέαρχος μὲν τοίνυν εἰ παρὰ τοὺς ὅρκους ἔλυε τὰς σπονδάς, τὴν δίκην ἔχει

    条件从句采用直陈式未完成过去时(ἔλυε),主句采用直陈式现在时(ἔχει)的简单条件句。此处并非与过去事实相反的虚拟(后者需加 ἄν 与过去时),而是出于辩论需要假定对方前提成立的让步性推理:“如果克利阿科斯确实破坏了协定,那么他现在已经伏诛了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.5.28-2.5.42