- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.5.15-2.5.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利阿科斯要求查明造成猜忌的进谗之人,蒂萨弗尼斯则通过论证波斯军无需背誓即可凭借众多手段消灭希腊军来消除疑虑,并表明自己真正的意图是争取希腊人的拥戴。克利阿科斯对其深信不疑,答应率领众将领和连队长前去会面以指认谗言者。
ἐμοὶ μὲν ταῦτα πάντα ἐνθυμουμένῳ οὕτω δοκεῖ θαυμαστὸν εἶναι τὸ σὲ ἡμῖν ἀπιστεῖν ὥστε καὶ ἥδιστʼ ἂν ἀκούσαιμι τὸ ὄνομα τίς οὕτως ἐστὶ δεινὸς λέγειν1 ὥστε σε πεῖσαι λέγων ὡς ἡμεῖς σοι ἐπιβουλεύομεν. Κλέαρχος μὲν οὖν τοσαῦτα εἶπε· Τισσαφέρνης δὲ ὧδε ἀπημείφθη.
对我而言,在反复深思这一切之后,你对我们的不信任显得如此不可思议,以至于我极愿听闻那个名字——究竟是谁有着如此巧妙的口才,竟能通过声称我们在图谋对你不利而说服了你。”克利阿科斯说了这番话;而蒂萨弗尼斯则作了如下答复:
ἀλλʼ ἥδομαι μέν, ὦ Κλέαρχε, ἀκούων σου φρονίμους λόγους· ταῦτα γὰρ γιγνώσκων εἴ τι ἐμοὶ κακὸν βουλεύοις, ἅμα ἄν μοι δοκεῖς καὶ σαυτῷ κακόνους εἶναι. ὡς δʼ ἂν μάθῃς ὅτι οὐδʼ ἂν ὑμεῖς δικαίως οὔτε βασιλεῖ οὔτʼ ἐμοὶ ἀπιστοίητε, ἀντάκουσον.
“克利阿科斯啊,我听了你这番明智的话确实感到欣慰;因为在明白这些道理的同时,如果你对我怀有任何恶意的图谋,在我看来,你同时也就是在与你自己为敌了。但是,为了让你知道你们对国王或对我怀有不信任同样也是不公道的,请你也听听我的反驳。
εἰ γὰρ ὑμᾶς ἐβουλόμεθα ἀπολέσαι, πότερά σοι δοκοῦμεν ἱππέων πλήθους ἀπορεῖν ἢ πεζῶν ἢ ὁπλίσεως ἐν ᾗ ὑμᾶς μὲν βλάπτειν ἱκανοὶ εἴημεν ἄν, ἀντιπάσχειν δὲ οὐδεὶς κίνδυνος;
因为如果我们想要消灭你们,你难道认为我们缺乏骑兵的大军,缺乏步兵,或是缺乏足以伤害你们而我们自己又毫无遭受反击之险的军备吗?
ἀλλὰ χωρίων ἐπιτηδείων ὑμῖν ἐπιτίθεσθαι ἀπορεῖν ἄν σοι δοκοῦμεν; οὐ τοσαῦτα μὲν πεδία ἃ ὑμεῖς φίλια ὄντα σὺν πολλῷ πόνῳ διαπορεύεσθε, τοσαῦτα δὲ ὄρη ὁρᾶτε ὑμῖν ὄντα πορευτέα, ἃ ἡμῖν ἔξεστι προκαταλαβοῦσιν ἄπορα ὑμῖν παρέχειν, τοσοῦτοι δʼ εἰσὶ ποταμοὶ ἐφʼ ὧν ἔξεστιν ἡμῖν ταμιεύεσθαι2 ὁπόσοις ἂν ὑμῶν βουλώμεθα μάχεσθαι; εἰσὶ δʼ αὐτῶν οὓς οὐδʼ ἂν παντάπασι διαβαίητε, εἰ μὴ ἡμεῖς ὑμᾶς διαπορεύοιμεν.
或者,你难道认为我们缺乏适合向你们发动进攻的有利地形吗?难道你们没有看到那么多平原——即便是友善之地,你们也要历经巨大的劳苦才能穿行;难道你们没有看到那么多必须翻越的高山——只要我们预先占领,就能使它们对你们来说变得寸步难行;还有那么多江河——在河边我们可以随意把控想要与你们交战的人数?在这些江河中,甚至有些江河除非由我们护送你们渡过,否则你们根本无法跨越。
εἰ δʼ ἐν πᾶσι τούτοις ἡττῴμεθα, ἀλλὰ τό γέ τοι πῦρ κρεῖττον τοῦ καρποῦ ἐστιν· ὃν ἡμεῖς δυναίμεθʼ ἂν κατακαύσαντες λιμὸν ὑμῖν ἀντιτάξαι, ᾧ ὑμεῖς οὐδʼ εἰ πάνυ ἀγαθοὶ εἴητε μάχεσθαι ἂν δύναισθε.
即便我们在所有这些方面都处于劣势,然而火势无论如何都胜过庄稼;我们完全可以通过烧毁作物来使你们面临饥荒,面对饥荒,哪怕你们再勇猛无畏,也是无法与之抗衡的。
πῶς ἂν οὖν ἔχοντες τοσούτους πόρους πρὸς τὸ ὑμῖν πολεμεῖν, καὶ τούτων μηδένα ἡμῖν ἐπικίνδυνον, ἔπειτα ἐκ τούτων πάντων τοῦτον ἂν τὸν τρόπον ἐξελοίμεθα ὃς μόνος μὲν πρὸς θεῶν ἀσεβής, μόνος δὲ πρὸς ἀνθρώπων αἰσχρός;
既然拥有如此之多向你们开战的手段,而且其中没有任何一种会对我们自身构成危险,那么我们又怎会偏偏从所有这些手段中挑出这一种在神灵面前唯一算作不敬、在世人面前唯一算作可耻的方法呢?
παντάπασι δὲ ἀπόρων ἐστὶ καὶ ἀμηχάνων καὶ ἐν ἀνάγκῃ ἐχομένων, καὶ τούτων πονηρῶν, οἵτινες ἐθέλουσι διʼ ἐπιορκίας τε πρὸς θεοὺς καὶ ἀπιστίας πρὸς ἀνθρώπους πράττειν τι. οὐχ οὕτως ἡμεῖς, ὦ Κλέαρχε, οὔτε ἀλόγιστοι οὔτε ἠλίθιοί ἐσμεν.
只有那些彻底走投无路、束手无策、陷入绝境的人,而且是那些品行恶劣的人,才会企图通过对神灵背弃誓言、对世人不讲信用去谋成某事。克利阿科斯啊,我们绝没有这般失去理智,也绝没有这般愚蠢。
ἀλλὰ τί δὴ ὑμᾶς ἐξὸν ἀπολέσαι οὐκ ἐπὶ τοῦτο ἤλθομεν; εὖ ἴσθι ὅτι ὁ ἐμὸς ἔρως τούτου αἴτιος τὸ τοῖς Ἕλλησιν ἐμὲ πιστὸν γενέσθαι, καὶ ᾧ Κῦρος ἀνέβη ξενικῷ διὰ μισθοδοσίας πιστεύων τούτῳ ἐμὲ καταβῆναι διʼ εὐεργεσίαν ἰσχυρόν.3
那么,在原本完全可以消灭你们的情况下,我们为何没有采取这一步呢?你要清楚知道,我个人的热切愿望才是这件事情的原因:那就是让我赢得希腊人的信任;居鲁士靠发放军饷引为依靠而带之上行的这支外邦雇佣军,我则希望通过施以恩惠使其成为我坚强的依靠,同我一起返回沿海地区。
ὅσα δʼ ἐμοὶ χρήσιμοι ὑμεῖς ἐστε τὰ μὲν καὶ σὺ εἶπας, τὸ δὲ μέγιστον ἐγὼ οἶδα· τὴν μὲν γὰρ ἐπὶ τῇ κεφαλῇ τιάραν βασιλεῖ μόνῳ ἔξεστιν ὀρθὴν ἔχειν, τὴν δʼ ἐπὶ τῇ καρδίᾳ ἴσως ἂν ὑμῶν παρόντων καὶ ἕτερος εὐπετῶς ἔχοι.4
至于你们对我有多大的用处,有些你已经说了,但最重大的事情我自己心里有数:因为头上戴着挺立的王冠是只有国王才能享有的特权,但倘若有你们在身旁,另一个人也许同样能够轻而易举地把挺立的王冠戴在心中。”
ταῦτα εἰπὼν ἔδοξε τῷ Κλεάρχῳ ἀληθῆ λέγειν· καὶ εἶπεν· οὐκοῦν, ἔφη, οἵτινες τοιούτων ἡμῖν εἰς φιλίαν ὑπαρχόντων πειρῶνται διαβάλλοντες ποιῆσαι πολεμίους ἡμᾶς ἄξιοί εἰσι τὰ ἔσχατα παθεῖν;
他说完这些话,在克利阿科斯看来他说的全是真话;克利阿科斯便说:“那么,在我们之间存在如此之多结为友谊的条件时,那些试图通过谗言使我们彼此为敌的人,难道不配受到最严厉的惩罚吗?”
καὶ ἐγὼ μέν γε, ἔφη ὁ Τισσαφέρνης, εἰ βούλεσθέ μοι οἵ τε στρατηγοὶ καὶ οἱ λοχαγοὶ ἐλθεῖν, ἐν τῷ ἐμφανεῖ λέξω τοὺς πρὸς ἐμὲ λέγοντας ὡς σὺ ἐμοὶ ἐπιβουλεύεις καὶ τῇ σὺν ἐμοὶ στρατιᾷ.
“而我这一边,”蒂萨弗尼斯说道,“如果将军们和连队长们愿意到我这里来,我将在公开场合点出那些向我声称你图谋对我及我的军队不利的人。”
ἐγὼ δέ, ἔφη ὁ Κλέαρχος, ἄξω πάντας, καὶ σοὶ αὖ δηλώσω ὅθεν ἐγὼ περὶ σοῦ ἀκούω.
“那我,”克利阿科斯说道,“将把所有人都带来,而且我也会向你指明我关于你的那些消息是从何处听来的。”
ἐκ τούτων δὴ τῶν λόγων ὁ Τισσαφέρνης φιλοφρονούμενος τότε μὲν μένειν τε αὐτὸν ἐκέλευε καὶ σύνδειπνον ἐποιήσατο. τῇ δὲ ὑστεραίᾳ ὁ Κλέαρχος ἐλθὼν ἐπὶ τὸ στρατόπεδον δῆλός τʼ ἦν πάνυ φιλικῶς οἰόμενος διακεῖσθαι5 τῷ Τισσαφέρνει καὶ ἃ ἔλεγεν ἐκεῖνος ἀπήγγελλεν, ἔφη τε χρῆναι ἰέναι παρὰ Τισσαφέρνην οὓς ἐκέλευεν, καὶ οἳ ἂν ἐλεγχθῶσι διαβάλλοντες τῶν Ἑλλήνων, ὡς προδότας αὐτοὺς καὶ κακόνους τοῖς Ἕλλησιν ὄντας τιμωρηθῆναι.
经过这番谈话,蒂萨弗尼斯表现得十分亲切,当时便请克利阿科斯留下来,并宴请他共进晚餐。次日,克利阿科斯返回军营,显然自以为与蒂萨弗尼斯处于极度亲善的关系之中;他传达了对方所说的话,并宣称蒂萨弗尼斯所传召的人应当到他那里去,而且希腊人中凡是被查证进谗者,都应当作为叛徒以及对希腊人怀有恶意之徒受到惩处。
- 2.5.15τὸ ὄνομα τίς οὕτως ἐστὶ δεινὸς λέγειν
提先(prolepsis)或同格构词:τὸ ὄνομα 先行揭示了后续间接疑问句(τίς οὕτως ἐστὶ δεινὸς...)的主语或内容,意为“那个名字,即谁有如此巧妙的口才……”。
- 2.5.18ταμιεύεσθαι
动词 ταμιεύω(配给、管理物资)的中动语态,在此引申为军事上的比喻,意为“配给/调节敌军交战人数”,即利用河流天险使敌军不能一拥而上,从而由己方自由把控每次交战的敌军规模。
- 2.5.22τὸ τοῖς Ἕλλησιν ἐμὲ πιστὸν γενέσθαι, καὶ ᾧ Κῦρος ἀνέβη ξενικῷ διὰ μισθοδοσίας πιστεύων τούτῳ ἐμὲ καταβῆναι διʼ εὐεργεσίαν ἰσχυρόν
带冠词不定式短语 τὸ... γενέσθαι 与并列的 καταβῆναι 作为先行代词 τούτου(受 αἴτιος 支配的属格)的同格成分,具体解释了蒂萨弗尼斯的热望(ἔρως)。后半部分的关系从句 ᾧ... ξενικῷ 将先行词 ξενικόν 纳入从句内部,并在主句中由指示代词 τούτῳ 所承接。
- 2.5.23τὴν δʼ ἐπὶ τῇ καρδίᾳ ἴσως ἂν ὑμῶν παρόντων καὶ ἕτερος εὐπετῶς ἔχοι
与“头上的挺立王冠”(波斯国王专属的王权标志)相对照,“心中的挺立王冠”比喻至高无上的王权或帝王野心。ὑμῶν παρόντων 为表示假设条件的属格独立结构(“如果有你们在身旁”),ἕτερος(“另一个人”)则含蓄地指代蒂萨弗尼斯自己。
- 2.5.27δῆλός τʼ ἦν πάνυ φιλικῶς οἰόμενος διακεῖσθαι
形容词 δῆλος(显而易见的)与分词 οἰόμενος 构成的属人句式(personal construction)。古典希腊语中常用“主语 + δῆλός ἐστι + 分词”来表达相当于非人称结构(“显而易见他自以为……”)的含义。
