← 色诺芬

长征记

§2.5.1-2.5.14

克利阿科斯与蒂萨弗尼斯的会谈

希腊军抵达扎帕塔斯河后,克利阿科斯与蒂萨弗尼斯会面,以神圣誓言与共同利益为据,劝说其消除彼此猜疑并申明同盟之利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

μετὰ ταῦτα ἀφικνοῦνται ἐπὶ τὸν Ζαπάταν ποταμόν, τὸ εὖρος τεττάρων πλέθρων. καὶ ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· ἐν δὲ ταύταις ὑποψίαι μὲν ἦσαν, φανερὰ δὲ οὐδεμία ἐφαίνετο ἐπιβουλή.

在这之后,他们抵达了宽达四普勒特隆的扎帕塔斯河。他们在那里停留了三天;在这期间虽有猜疑,但并未显露出任何公开的图谋。

§2.5.2

ἔδοξεν οὖν τῷ Κλεάρχῳ ξυγγενέσθαι τῷ Τισσαφέρνει καὶ εἴ πως δύναιτο παῦσαι τὰς ὑποψίας πρὶν ἐξ αὐτῶν πόλεμον γενέσθαι. καὶ ἔπεμψέν τινα ἐροῦντα ὅτι ξυγγενέσθαι αὐτῷ χρῄζει.

于是克利阿科斯决定与蒂萨弗尼斯会面,看是否有可能在由猜疑酿成战争之前将其消除。他便派人前去传话,说他渴望与对方会面。

§2.5.3

ὁ δὲ ἑτοίμως ἐκέλευεν ἥκειν. ἐπειδὴ δὲ ξυνῆλθον, λέγει ὁ Κλέαρχος τάδε. ἐγώ, ὦ Τισσαφέρνη, οἶδα μὲν ἡμῖν ὅρκους γεγενημένους καὶ δεξιὰς δεδομένας μὴ ἀδικήσειν ἀλλήλους· φυλαττόμενον δὲ σέ τε ὁρῶ ὡς πολεμίους ἡμᾶς καὶ ἡμεῖς ὁρῶντες ταῦτα ἀντιφυλαττόμεθα.

蒂萨弗尼斯欣然请他前来。双方会面后,克利阿科斯说了如下这番话:“蒂萨弗尼斯啊,我知道我们之间已经立下誓言,并握手立约为誓互不侵害;但我看到你戒备我们犹如戒备敌人,我们见到这种情况也相应地加以戒备。

§2.5.4

ἐπεὶ δὲ σκοπῶν οὐ δύναμαι οὔτε σὲ αἰσθέσθαι πειρώμενον ἡμᾶς κακῶς ποιεῖν ἐγώ τε σαφῶς οἶδα ὅτι ἡμεῖς γε οὐδὲ ἐπινοοῦμεν τοιοῦτον οὐδέν, ἔδοξέ μοι εἰς λόγους σοι ἐλθεῖν, ὅπως εἰ δυναίμεθα ἐξέλοιμεν ἀλλήλων τὴν ἀπιστίαν.

然而,经过审视,我既无法察觉到你在试图加害我们,而我自己也深知我们绝无任何此种图谋,因此我认为应当与你面谈,以便我们若有可能便能消除彼此之间的猜疑。

§2.5.5

καὶ γὰρ οἶδα ἀνθρώπους ἤδη τοὺς μὲν ἐκ διαβολῆς τοὺς δὲ καὶ ἐξ ὑποψίας οἳ1 φοβηθέντες ἀλλήλους φθάσαι βουλόμενοι πρὶν παθεῖν ἐποίησαν ἀνήκεστα κακὰ τοὺς οὔτε μέλλοντας οὔτʼ αὖ βουλομένους τοιοῦτον οὐδέν.

因为我知道以往有些人——有些是由于谗言,有些则是由于猜疑——彼此生畏,企图在受害之前抢先下手,结果给那些既未打算、也不想有任何此种举动的人带来了无法挽回的灾祸。

§2.5.6

τὰς οὖν τοιαύτας ἀγνωμοσύνας νομίζων συνουσίαις μάλιστα παύεσθαι ἥκω καὶ διδάσκειν σε βούλομαι ὡς σὺ ἡμῖν οὐκ ὀρθῶς ἀπιστεῖς.

因此,我认为这类误解最容易通过促膝长谈来化解,所以我来了,并且我想向你说明:你对我们的不信任是不合理的。

§2.5.7

πρῶτον μὲν γὰρ καὶ μέγιστον οἱ θεῶν ἡμᾶς ὅρκοι κωλύουσι πολεμίους εἶναι ἀλλήλοις· ὅστις δὲ τούτων σύνοιδεν αὑτῷ παρημεληκώς, τοῦτον ἐγὼ οὔποτʼ ἂν εὐδαιμονίσαιμι. τὸν γὰρ θεῶν πόλεμον οὐκ οἶδα οὔτʼ ἀπὸ ποίου ἂν τάχους οὔτε ὅποι ἄν τις φεύγων ἀποφύγοι οὔτʼ εἰς ποῖον ἂν σκότος ἀποδραίη οὔθʼ ὅπως ἂν εἰς ἐχυρὸν χωρίον ἀποσταίη. πάντῃ γὰρ πάντα τοῖς θεοῖς ὕποχα καὶ πάντων ἴσον οἱ θεοὶ κρατοῦσι.

因为首先也是最重要的是,向神灵所立的誓言阻止我们彼此为敌;谁若是自觉忽视了这些誓言,我决不认为他是幸福的人。因为我不知道有人若想逃脱神灵的惩处,能以何种速度、逃往何方,能躲进怎样的黑暗,或者能退避到怎样的坚固堡垒。因为在任何地方,万物都顺服于神灵,神灵对万物拥有同等的统治权。

§2.5.8

περὶ μὲν δὴ τῶν θεῶν τε καὶ τῶν ὅρκων οὕτω γιγνώσκω, παρʼ οὓς ἡμεῖς τὴν φιλίαν συνθέμενοι κατεθέμεθα· τῶν δʼ ἀνθρωπίνων σὲ ἐγὼ ἐν τῷ παρόντι νομίζω μέγιστον εἶναι ἡμῖν ἀγαθόν.

关于神灵与誓言——我们在订立友谊后将其托付于神灵面前——我的看法便是如此;而在人世间的事情上,我认为在眼下你对我们而言是最大的恩惠。

§2.5.9

σὺν μὲν γὰρ σοὶ πᾶσα μὲν ὁδὸς εὔπορος, πᾶς δὲ ποταμὸς διαβατός, τῶν τε ἐπιτηδείων οὐκ ἀπορία· ἄνευ δὲ σοῦ πᾶσα μὲν διὰ σκότους ἡ ὁδός· οὐδὲν γὰρ αὐτῆς ἐπιστάμεθα· πᾶς δὲ ποταμὸς δύσπορος, πᾶς δὲ ὄχλος φοβερός, φοβερώτατον δʼ ἐρημία· μεστὴ γὰρ πολλῆς ἀπορίας ἐστίν.

因为有你在,条条道路皆顺畅无阻,条条江河皆可渡过,粮秣也毫无匮乏;但若是没有你,所有的道路便都陷入黑暗之中——因为我们对路径一无所知——条条江河都难以渡过,任何人群都令人畏惧,而最可怕的莫过于荒野,因为荒野中充满了极大的困顿。

§2.5.10

εἰ δὲ δὴ καὶ μανέντες σε κατακτείναιμεν, ἄλλο τι ἂν ἢ τὸν εὐεργέτην κατακτείναντες πρὸς βασιλέα τὸν μέγιστον ἔφεδρον ἀγωνιζοίμεθα;2 ὅσων δὲ δὴ καὶ οἵων ἂν ἐλπίδων ἐμαυτὸν στερήσαιμι, εἰ σέ τι κακὸν ἐπιχειρήσαιμι ποιεῖν, ταῦτα λέξω.

假若我们丧心病狂将你杀害,难道除了在斩杀恩人之后再去与最大的后备对手国王搏斗之外,还会有别的结果吗?至于说,如果我企图对你施加任何危害,我将会断送多少以及怎样的指望,我也要向你陈述一番。

§2.5.11

ἐγὼ γὰρ Κῦρον ἐπεθύμησά μοι φίλον γενέσθαι, νομίζων τῶν τότε ἱκανώτατον εἶναι εὖ ποιεῖν ὃν βούλοιτο· σὲ δὲ νῦν ὁρῶ τήν τε Κύρου δύναμιν καὶ χώραν ἔχοντα καὶ τὴν σαυτοῦ σῴζοντα, τὴν δὲ βασιλέως δύναμιν, ᾗ Κῦρος πολεμίᾳ ἐχρῆτο, σοὶ ταύτην ξύμμαχον οὖσαν.

因为我曾渴望居鲁士成为我的朋友,认为他是当时最能够施惠于他所想施惠之人的人;但如今我看到,你兼有居鲁士的实力与领地,同时保全着你自己的领地,而居鲁士视若仇敌的国王的军力,对你而言正是同盟之军。

§2.5.12

τούτων δὲ τοιούτων ὄντων τίς οὕτω μαίνεται ὅστις οὐ βούλεται σοὶ φίλος εἶναι; ἀλλὰ μὴν ἐρῶ γὰρ καὶ ταῦτα ἐξ ὧν ἔχω ἐλπίδας καὶ σὲ βουλήσεσθαι φίλον ἡμῖν εἶναι.

在这些情况具备之下,有谁会疯狂到不愿成为你的朋友?不仅如此,我也要说明我所抱有期待的那些理由,使我相信你也愿意成为我们的朋友。

§2.5.13

οἶδα μὲν γὰρ ὑμῖν Μυσοὺς λυπηροὺς ὄντας, οὓς νομίζω ἂν σὺν τῇ παρούσῃ δυνάμει ταπεινοὺς ὑμῖν παρασχεῖν·3 οἶδα δὲ καὶ Πισίδας· ἀκούω δὲ καὶ ἄλλα ἔθνη πολλὰ τοιαῦτα εἶναι, ἃ οἶμαι ἂν παῦσαι ἐνοχλοῦντα ἀεὶ τῇ ὑμετέρᾳ εὐδαιμονίᾳ. Αἰγυπτίους δέ, οἷς μάλιστα ὑμᾶς γιγνώσκω τεθυμωμένους, οὐχ ὁρῶ ποίᾳ δυνάμει συμμάχῳ χρησάμενοι μᾶλλον ἂν κολάσαισθε τῆς νῦν σὺν ἐμοὶ οὔσης.

因为我知道密细亚人让你们头疼,而我认为凭借现有的军力可以让他们对你们俯首贴耳;我也知道皮西狄亚人也是如此;我还听说有许多其他类似这样的部族,我想我可以制止他们不断干扰你们的繁荣生活。至于埃及人——我知道你们对他们最为恼怒——我看不出你们还能借助怎样的盟友军队比借助眼下同我在一起的这支军队更有效地惩治他们。

§2.5.14

ἀλλὰ μὴν ἔν γε τοῖς πέριξ οἰκοῦσι σὺ εἰ μὲν βούλοιο φίλος ὡς μέγιστος ἂν εἴης, εἰ δέ τίς σε λυποίη, ὡς δεσπότης ἂν ἀναστρέφοιο ἔχων ἡμᾶς ὑπηρέτας, οἵ σοι οὐκ ἂν μισθοῦ ἕνεκα ὑπηρετοῖμεν ἀλλὰ καὶ τῆς χάριτος ἣν σωθέντες ὑπὸ σοῦ σοὶ ἂν ἔχοιμεν δικαίως.

再者,在四邻周围居住的人当中,你若是愿意,便可成为他们最强大的朋友;若有人胆敢惹恼你,你尽可作为主人发号施令,以我们为你的仆从,而我们为你效力将不仅是为了军饷,更是为了承蒙你搭救而理当对你抱有的感激之情。”

语法注3 条
  1. 2.5.5ἀνθρώπους ἤδη τοὺς μὲν ἐκ διαβολῆς τοὺς δὲ καὶ ἐξ ὑποψίας οἳ

    名词 ἀνθρώπους 直接作动词 οἶδα 的宾格宾语,其后的部分宾格 τοὺς μέν ... τοὺς δέ ...(“有的出于谗言,有的出于猜疑”)对其进行限定,随后由关系从句 οἳ ... ἐποίησαν 说明这些人的具体行为。这是一种先行动词宾格先取(prolepsis)结构,关系从句在语义上承担了实际的陈述主体。

  2. 2.5.10ἄλλο τι ἂν ἢ τὸν εὐεργέτην κατακτείναντες πρὸς βασιλέα τὸν μέγιστον ἔφεδρον ἀγωνιζοίμεθα;

    短语 ἄλλο τι ἤ 为修辞性反问习惯表达(“除了……之外难道还有别的吗?”,即“岂不是必然……”),此处加上表示潜在或推测的 ἄν,与条件从句(εἰ κατακτείναιμεν)相呼应,统领祈愿语气动词 ἀγωνιζοίμεθα。名词 ἔφεδρος 是竞技隐喻,指在角力比赛中轮空休息、最后出场对战胜者的“后备选手”。

  3. 2.5.13οὓς νομίζω ἂν σὺν τῇ παρούσῃ δυνάμει ταπεινοὺς ὑμῖν παρασχεῖν

    表示思考的动词 νομίζω 所统领的不定式 παρασχεῖν 与 ἄν 连用,在间接引语中表达原本的潜在祈愿语气(παράσχοιμι ἄν,“我能使他们屈服”)。形容词 ταπεινούς 用作宾格补足语(“使之屈服并交付给你们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.5.1-2.5.14