- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.4.14-2.4.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军在西塔凯扎营时接获波斯使者关于夜袭和拆桥的密报,但一名年轻人识破了这一企图阻吓他们占领肥沃中洲的骗局。随后希腊军安全渡过底格里斯河,经俄庇斯继续北进并穿过帕律萨梯斯的村落。
οἱ μὲν οὖν Ἕλληνες παρʼ αὐτὴν ἐσκήνησαν ἐγγὺς παραδείσου μεγάλου καὶ καλοῦ καὶ δασέος παντοίων δένδρων, οἱ δὲ βάρβαροι διαβεβηκότες τὸν Τίγρητα· οὐ μέντοι καταφανεῖς ἦσαν.
于是,希腊军就在那座城市旁扎营,靠近一座树木茂密、长满各样林木的美丽大公园;而蛮族人已经渡过了底格里斯河,但并不在视野之内。
μετὰ δὲ τὸ δεῖπνον ἔτυχον ἐν περιπάτῳ ὄντες πρὸ τῶν ὅπλων Πρόξενος καὶ Ξενοφῶν· καὶ προσελθὼν ἄνθρωπός τις ἠρώτησε τοὺς προφύλακας ποῦ ἂν ἴδοι Πρόξενον ἢ Κλέαρχον· Μένωνα δὲ οὐκ ἐζήτει, καὶ ταῦτα παρʼ Ἀριαίου ὢν τοῦ Μένωνος ξένου.1
晚饭后,普罗克塞诺斯和色诺芬正好在军营前方散步,这时有一个人走上前来,向前哨卫兵询问在哪里能见到普罗克塞诺斯或克利阿科斯;他并没有寻找梅农,而且这还是在他来自梅农的宾客阿利亚埃乌斯那里的情况下。
ἐπεὶ δὲ Πρόξενος εἶπεν ὅτι αὐτός εἰμι ὃν ζητεῖς, εἶπεν ὁ ἄνθρωπος τάδε. ἔπεμψέ με Ἀριαῖος καὶ Ἀρτάοζος, πιστοὶ ὄντες Κύρῳ καὶ ὑμῖν εὖνοι, καὶ κελεύουσι φυλάττεσθαι μὴ ὑμῖν ἐπιθῶνται τῆς νυκτὸς οἱ βάρβαροι· ἔστι δὲ στράτευμα πολὺ ἐν τῷ πλησίον παραδείσῳ.
当普罗克塞诺斯说“我就是你要找的人”时,那人便说了如下这番话:“忠于居鲁士且对你们抱有好感的阿利亚埃乌斯和阿尔塔奥佐斯派我来,叮嘱你们严加防备,以免蛮族人在夜间袭击你们;因为附近的公园里驻扎着大批军队。
καὶ παρὰ τὴν γέφυραν τοῦ Τίγρητος ποταμοῦ πέμψαι κελεύουσι φυλακήν, ὡς διανοεῖται αὐτὴν λῦσαι Τισσαφέρνης τῆς νυκτός, ἐὰν δύνηται, ὡς μὴ διαβῆτε ἀλλʼ ἐν μέσῳ ἀποληφθῆτε τοῦ ποταμοῦ καὶ τῆς διώρυχος.
他们还叮嘱你们派一支守卫部队到跨越底格里斯河的桥边去,因为蒂萨弗尼斯打算如果在夜间做得到的话就拆毁那座桥,使你们无法渡河,从而被围困在河流与运河之间。”
ἀκούσαντες ταῦτα ἄγουσιν αὐτὸν παρὰ τὸν Κλέαρχον καὶ φράζουσιν ἃ λέγει. ὁ δὲ Κλέαρχος ἀκούσας ἐταράχθη σφόδρα καὶ ἐφοβεῖτο.
他们听了这些话,便把那人带到克利阿科斯面前,并转告了他的话。克利阿科斯听后大为震惊,满心恐惧。
νεανίσκος δέ τις τῶν παρόντων ἐννοήσας εἶπεν ὡς οὐκ ἀκόλουθα εἴη τό τε ἐπιθήσεσθαι καὶ λύσειν τὴν γέφυραν.2 δῆλον γὰρ ὅτι ἐπιτιθεμένους ἢ νικᾶν δεήσει ἢ ἡττᾶσθαι. ἐὰν μὲν οὖν νικῶσι, τί δεῖ λύειν αὐτοὺς τὴν γέφυραν; οὐδὲ γὰρ ἂν πολλαὶ γέφυραι ὦσιν ἔχοιμεν ἂν ὅποι φυγόντες ἡμεῖς σωθῶμεν.
但在场的某位年轻人经过思考后说道,发起袭击与拆毁桥梁这两件事彼此并不一致。“因为显然,发起袭击的人必定要么获胜,要么战败。如果他们获胜,他们又何必拆毁桥梁?因为即便有许多座桥,我们也绝无可以逃遁并得以保全性命的地方。
ἐὰν δὲ ἡμεῖς νικῶμεν, λελυμένης τῆς γεφύρας οὐχ ἕξουσιν ἐκεῖνοι ὅποι φύγωσιν· οὐδὲ μὴν βοηθῆσαι πολλῶν ὄντων πέραν οὐδεὶς αὐτοῖς δυνήσεται λελυμένης τῆς γεφύρας.
但如果我们获胜,一旦桥梁被拆毁,他们就无处可逃;不仅如此,即便对岸有许多兵力,在桥梁被拆毁的情况下,也绝无人能够前去救援他们。”
ἀκούσας δὲ ὁ Κλέαρχος ταῦτα ἤρετο τὸν ἄγγελον πόση τις εἴη χώρα ἡ ἐν μέσῳ τοῦ Τίγρητος καὶ τῆς διώρυχος. ὁ δὲ εἶπεν ὅτι πολλὴ καὶ κῶμαι ἔνεισι καὶ πόλεις πολλαὶ καὶ μεγάλαι.
克利阿科斯听了这话,便询问那名信使,位于底格里斯河与运河之间的土地究竟有多大。信使回答说极其辽阔,里面有村庄以及许多大城市。
τότε δὴ καὶ ἐγνώσθη ὅτι οἱ βάρβαροι τὸν ἄνθρωπον ὑποπέμψειαν, ὀκνοῦντες μὴ οἱ Ἕλληνες διελόντες τὴν γέφυραν μείναιεν ἐν τῇ νήσῳ ἐρύματα ἔχοντες ἔνθεν μὲν τὸν Τίγρητα, ἔνθεν δὲ τὴν διώρυχα· τὰ δʼ ἐπιτήδεια ἔχοιεν ἐκ τῆς ἐν μέσῳ χώρας πολλῆς καὶ ἀγαθῆς οὔσης καὶ τῶν ἐργασομένων ἐνόντων· εἶτα δὲ καὶ ἀποστροφὴ γένοιτο εἴ τις βούλοιτο βασιλέα κακῶς ποιεῖν.
正是在那时,人们才明白原来是蛮族人暗中派来了这名使者,因为他们害怕希腊人拆毁桥梁后留在那座岛上,一边有底格里斯河、另一边有运河作为屏障,从中间辽阔肥沃且有耕作者的土地上获取给养,并且〔那里〕进而成为任何企图加害国王之人的避难据点。
μετὰ δὲ ταῦτα ἀνεπαύοντο· ἐπὶ μέντοι τὴν γέφυραν ὅμως φυλακὴν ἔπεμψαν· καὶ οὔτε ἐπέθετο οὐδεὶς οὐδαμόθεν οὔτε πρὸς τὴν γέφυραν οὐδεὶς ἦλθε τῶν πολεμίων, ὡς οἱ φυλάττοντες ἀπήγγελλον.
在这之后他们便安歇了;不过他们依然派了一支守卫部队前往桥边。然而正如卫兵所报告的那样,既没有任何人从任何方向发起进攻,敌人中也没有任何人走近桥边。
ἐπειδὴ δὲ ἕως ἐγένετο, διέβαινον τὴν γέφυραν ἐζευγμένην πλοίοις τριάκοντα καὶ ἑπτὰ ὡς οἷόν τε μάλιστα πεφυλαγμένως· ἐξήγγελλον γάρ τινες τῶν παρὰ Τισσαφέρνους Ἑλλήνων ὡς διαβαινόντων μέλλοιεν ἐπιθήσεσθαι. ἀλλὰ ταῦτα μὲν ψευδῆ ἦν· διαβαινόντων μέντοι ὁ Γλοῦς ἐπεφάνη μετʼ ἄλλων σκοπῶν εἰ διαβαίνοιεν τὸν ποταμόν· ἐπειδὴ δὲ εἶδεν, ᾤχετο ἀπελαύνων.
天亮后,他们尽可能万分戒备地渡过了那座由三十七只船搭建的浮桥;因为蒂萨弗尼斯手下的某些希腊人通风报信说,敌人打算在他们渡河时发起袭击。但这全是假情报;不过在渡河时,格卢斯与其他人一同现身,观察他们是否正在渡河;一旦看到他们渡河,他便策马离去。
ἀπὸ δὲ τοῦ Τίγρητος ἐπορεύθησαν σταθμοὺς τέτταρας παρασάγγας εἴκοσιν ἐπὶ τὸν Φύσκον ποταμόν, τὸ εὖρος πλέθρου· ἐπῆν δὲ γέφυρα. καὶ ἐνταῦθα ᾠκεῖτο πόλις μεγάλη ὄνομα Ὦπις· πρὸς ἣν ἀπήντησε τοῖς Ἕλλησιν ὁ Κύρου καὶ Ἀρταξέρξου νόθος ἀδελφὸς ἀπὸ Σούσων καὶ Ἐκβατάνων στρατιὰν πολλὴν ἄγων ὡς βοηθήσων βασιλεῖ· καὶ ἐπιστήσας τὸ ἑαυτοῦ στράτευμα παρερχομένους τοὺς Ἕλληνας ἐθεώρει.
他们从底格里斯河出发,行军了四个驿站、共二十帕拉桑格,抵达了宽达一普勒特隆的菲斯科斯河;河上架有桥梁。那里坐落着一座名为俄庇斯的大城;居鲁士与阿尔塔薛西斯的庶出兄弟率领一支大军从苏萨和埃克巴塔那赶来,声称要支援国王,在此处迎面遇到了希腊人;他让自己的军队停步,注视着希腊军列队经过。
ὁ δὲ Κλέαρχος ἡγεῖτο μὲν εἰς δύο, ἐπορεύετο δὲ ἄλλοτε καὶ ἄλλοτε ἐφιστάμενος· ὅσον δὲ χρόνον τὸ ἡγούμενον τοῦ στρατεύματος ἐπιστήσειε, τοσοῦτον ἦν ἀνάγκη χρόνον διʼ ὅλου τοῦ στρατεύματος γίγνεσθαι τὴν ἐπίστασιν·3 ὥστε τὸ στράτευμα καὶ αὐτοῖς τοῖς Ἕλλησι δόξαι πάμπολυ εἶναι, καὶ τὸν Πέρσην ἐκπεπλῆχθαι θεωροῦντα.
克利阿科斯率领军队排成双人纵队行进,并不时停步;军队的前锋停止多长时间,不可避免地就会导致这停顿贯穿整支军队持续多长时间;以至于整支军队甚至在希腊人自己看来也显得极其庞大,令注视着它的波斯人大为震惊。
ἐντεῦθεν δʼ ἐπορεύθησαν διὰ τῆς Μηδίας σταθμοὺς ἐρήμους ἓξ παρασάγγας τριάκοντα εἰς τὰς Παρυσάτιδος κώμας τῆς Κύρου καὶ βασιλέως μητρός. ταύτας Τισσαφέρνης Κύρῳ ἐπεγγελῶν διαρπάσαι τοῖς Ἕλλησιν ἐπέτρεψε πλὴν ἀνδραπόδων. ἐνῆν δὲ σῖτος πολὺς καὶ πρόβατα καὶ ἄλλα χρήματα.
从那里,他们穿过米底亚境内的荒无人烟之地行军了六个驿站、三十帕拉桑格,抵达居鲁士和国王的母亲帕律萨梯斯的村落。蒂萨弗尼斯为了嘲弄居鲁士,准许希腊人洗劫这些村落,唯独奴隶除外。村里储有大量粮食、羊群以及其他财产。
ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς ἐρήμους τέτταρας παρασάγγας εἴκοσι τὸν Τίγρητα ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες. ἐν δὲ τῷ πρώτῳ σταθμῷ πέραν τοῦ ποταμοῦ πόλις ᾠκεῖτο μεγάλη καὶ εὐδαίμων ὄνομα Καιναί, ἐξ ἧς οἱ βάρβαροι διῆγον ἐπὶ σχεδίαις διφθερίναις ἄρτους, τυρούς, οἶνον.
从那里出发,他们将底格里斯河置于左侧,穿过荒无人烟之地行军了四个驿站、二十帕拉桑格。在第一个驿站处,河的对岸,坐落着一座名为凯奈的大而繁荣的城市,蛮族人从那里用皮筏将面包、奶酪和葡萄酒运送过河。
- 2.4.15καὶ ταῦτα παρʼ Ἀριαίου ὢν τοῦ Μένωνος ξένου
短语 καὶ ταῦτα 后接分词短语(此处为 παρʼ Ἀριαίου ὢν),是表示“而且还是在……情况下”或“尽管……”的惯用表达,用以强调让步或格外引人注目的事实。此处突出了尽管阿利亚埃乌斯是梅农的客友,但该信使却不找梅农而专门寻找普罗克塞诺斯和克利阿科斯的反常之处。
- 2.4.19ὡς οὐκ ἀκόλουθα εἴη τό τε ἐπιθήσεσθαι καὶ λύσειν τὴν γέφυραν
间接引语中使用了祈愿语气 εἴη。主语是由定冠词引导的两个未来不定式短语 τό τε ἐπιθήσεσθαι 与 [τὸ] λύσειν,述语为中性复数形容词 ἀκόλουθα(意为“一致的、相符的”)。年轻人借此指出企图进攻与拆毁桥梁两项举动在逻辑上自相矛盾。
- 2.4.26ὅσον δὲ χρόνον τὸ ἡγούμενον τοῦ στρατεύματος ἐπιστήσειε, τοσοῦτον ἦν ἀνάγκη χρόνον διʼ ὅλου τοῦ στρατεύματος γίγνεσθαι τὴν ἐπίστασιν
由 ὅσον... χρόνον 与 τοσοῦτον... χρόνον 构成的关联句(“前锋停顿多久……整支军队就必然停顿多久”)。从属句中的动词 ἐπιστήσειε 是表示过去反复或泛指行为的反复祈愿语气(iterative optative),生动刻画了前锋每次驻足时沿整支纵队引发的连锁停顿效应。
