- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.4.1-2.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在等待蒂萨弗尼斯期间,阿里埃乌斯与国王方面渐趋和解,引发希腊军的疑虑与不安,克利阿科斯出面劝阻了轻举妄动的撤军企图;随后蒂萨弗尼斯率部合流并引导行军,全军穿过米底亚长墙及若干运河,抵达底格里斯河畔的西塔凯城。
μετὰ ταῦτα περιέμενον Τισσαφέρνην οἵ τε Ἕλληνες καὶ ὁ Ἀριαῖος ἐγγὺς ἀλλήλων ἐστρατοπεδευμένοι ἡμέρας πλείους ἢ εἴκοσιν. ἐν δὲ ταύταις ἀφικνοῦνται πρὸς Ἀριαῖον καὶ οἱ ἀδελφοὶ καὶ οἱ ἄλλοι ἀναγκαῖοι καὶ πρὸς τοὺς σὺν ἐκείνῳ Περσῶν τινες, οἳ παρεθάρρυνόν τε καὶ δεξιὰς ἐνίοις παρὰ βασιλέως ἔφερον μὴ μνησικακήσειν βασιλέα αὐτοῖς τῆς σὺν Κύρῳ ἐπιστρατείας1 μηδὲ ἄλλου μηδενὸς τῶν παροιχομένων.
这些事之后,希腊人与阿里埃乌斯彼此相距不远处扎营,等待了蒂萨弗尼斯二十余天。在这期间,阿里埃乌斯的兄弟和其他亲属来到他那里,也有一些波斯人来到跟随阿里埃乌斯的人那里,他们不仅鼓励他们,还给其中的一些人带来了国王的保证:国王绝不会因他们追随居鲁士进犯之事怀恨在心,也不会追究过去的任何其他事情。
τούτων δὲ γιγνομένων ἔνδηλοι ἦσαν οἱ περὶ Ἀριαῖον ἧττον προσέχοντες τοῖς Ἕλλησι τὸν νοῦν· ὥστε καὶ διὰ τοῦτο τοῖς μὲν πολλοῖς τῶν Ἑλλήνων οὐκ ἤρεσκον, ἀλλὰ προσιόντες τῷ Κλεάρχῳ ἔλεγον καὶ τοῖς ἄλλοις στρατηγοῖς·
随着这些情况的发生,阿里埃乌斯一行人显然对希腊人不再那么用心;因此,希腊人中的多数人也为此感到不满,于是走向克利阿科斯和其他将领,说道: “我们还在等什么?
τί μένομεν; ἢ οὐκ ἐπιστάμεθα ὅτι βασιλεὺς ἡμᾶς ἀπολέσαι ἂν περὶ παντὸς ποιήσαιτο,2 ἵνα καὶ τοῖς ἄλλοις Ἕλλησι φόβος εἴη ἐπὶ βασιλέα μέγαν στρατεύειν; καὶ νῦν μὲν ἡμᾶς ὑπάγεται μένειν διὰ τὸ διεσπάρθαι αὐτοῦ τὸ στράτευμα· ἐπὰν δὲ πάλιν ἁλισθῇ αὐτῷ ἡ στρατιά, οὐκ ἔστιν ὅπως οὐκ ἐπιθήσεται ἡμῖν.
难道我们不知道,国王会把彻底消灭我们视为压倒一切的最重之事,好让其余的希腊人也畏惧对大王兴兵吗?现在他诱使我们留下来,仅仅是因为他的军队被打散了;一旦他的军队再次集结完毕,他就绝不可能不向我们发起进攻。
ἴσως δέ που ἢ ἀποσκάπτει τι ἢ ἀποτειχίζει, ὡς ἄπορος εἴη ἡ ὁδός. οὐ γάρ ποτε ἑκών γε βουλήσεται ἡμᾶς ἐλθόντας εἰς τὴν Ἑλλάδα ἀπαγγεῖλαι ὡς ἡμεῖς τοσοίδε ὄντες ἐνικῶμεν τὸν βασιλέα ἐπὶ ταῖς θύραις αὐτοῦ καὶ καταγελάσαντες ἀπήλθομεν.
也许他在某个地方要么挖掘深堑,要么修筑工事,以便使道路受阻。因为他绝不会情愿让我们回到希腊去报告说,我们凭借这么点人马就在国王家门口击败了他,并在嘲弄之后安然离去。”
Κλέαρχος δὲ ἀπεκρίνατο τοῖς ταῦτα λέγουσιν· ἐγὼ ἐνθυμοῦμαι μὲν καὶ ταῦτα πάντα· ἐννοῶ δʼ ὅτι εἰ νῦν ἄπιμεν, δόξομεν ἐπὶ πολέμῳ ἀπιέναι καὶ παρὰ τὰς σπονδὰς ποιεῖν. ἔπειτα πρῶτον μὲν ἀγορὰν οὐδεὶς παρέξει ἡμῖν οὐδὲ ὅθεν ἐπισιτιούμεθα· αὖθις δὲ ὁ ἡγησόμενος οὐδεὶς ἔσται· καὶ ἅμα ταῦτα ποιούντων ἡμῶν εὐθὺς Ἀριαῖος ἀφεστήξει· ὥστε φίλος ἡμῖν οὐδεὶς λελείψεται, ἀλλὰ καὶ οἱ πρόσθεν ὄντες πολέμιοι ἡμῖν ἔσονται.
克利阿科斯对讲这些话的人回答道:“我也在考虑这一切事情;但我想到,如果我们现在离去,就将被视为为了开战而离去,并且违背了和约。这样,首先便无人会为我们提供集市,我们也无处获取粮饷;其次,将无人为我们引路;而且在我们这样做的同时,阿里埃乌斯也会立即反叛背离;这样我们将连一个朋友都不剩,甚至从前的朋友也将成为我们的敌人。
ποταμὸς δʼ εἰ μέν τις καὶ ἄλλος ἄρα ἡμῖν ἐστι διαβατέος οὐκ οἶδα· τὸν δʼ οὖν Εὐφράτην ἴσμεν ὅτι ἀδύνατον διαβῆναι κωλυόντων πολεμίων. οὐ μὲν δὴ ἂν μάχεσθαί γε δέῃ, ἱππεῖς εἰσιν ἡμῖν ξύμμαχοι,3 τῶν δὲ πολεμίων ἱππεῖς εἰσιν οἱ πλεῖστοι καὶ πλείστου ἄξιοι· ὥστε νικῶντες μὲν τίνα ἂν ἀποκτείναιμεν; ἡττωμένων δὲ οὐδένα οἷόν τε σωθῆναι.
至于我们是否还必须渡过别的河流,我并不知晓;但无论如何我们知道,在敌人阻拦的情况下渡过幼发拉底河是不可能的。事实上,即便需要作战,我们也绝无骑兵作为盟友,而敌人的骑兵却人数极多且战力极强;因而即便获胜,我们又能诛杀何人?而一旦战败,绝无一人能够幸存。
ἐγὼ μὲν οὖν βασιλέα, ᾧ οὕτω πολλά ἐστι τὰ σύμμαχα, εἴπερ προθυμεῖται ἡμᾶς ἀπολέσαι, οὐκ οἶδα ὅ τι δεῖ αὐτὸν ὀμόσαι4 καὶ δεξιὰν δοῦναι καὶ θεοὺς ἐπιορκῆσαι καὶ τὰ ἑαυτοῦ πιστὰ ἄπιστα ποιῆσαι Ἕλλησί τε καὶ βαρβάροις. τοιαῦτα πολλὰ ἔλεγεν.
因此我实在不明白,对于拥有如此众多策应之力的国王而言,如果他当真急于消灭我们,又何须起誓并施握手礼,何须在神明面前背弃誓言,使自己的信约在希腊人和蛮族人面前都化为乌有。”他说了许多诸如此类的话。
ἐν δὲ τούτῳ ἧκε Τισσαφέρνης ἔχων τὴν ἑαυτοῦ δύναμιν ὡς εἰς οἶκον ἀπιὼν καὶ Ὀρόντας τὴν ἑαυτοῦ δύναμιν· ἦγε δὲ καὶ τὴν θυγατέρα τὴν βασιλέως ἐπὶ γάμῳ.
在此期间,蒂萨弗尼斯率领着自己的军力赶到了,宛如正要启程回家,奥隆塔斯也率领着自己的军力赶到了;奥隆塔斯还带着国王的女儿,以迎娶她为妻。
ἐντεῦθεν δὲ ἤδη Τισσαφέρνους ἡγουμένου καὶ ἀγορὰν παρέχοντος ἐπορεύοντο· ἐπορεύετο δὲ καὶ Ἀριαῖος τὸ Κύρου βαρβαρικὸν ἔχων στράτευμα ἅμα Τισσαφέρνει καὶ Ὀρόντᾳ καὶ ξυνεστρατοπεδεύετο σὺν ἐκείνοις.
自此,在蒂萨弗尼斯引路并提供集市的情况下,他们开始行军;阿里埃乌斯也统领居鲁士手下的蛮族军队,与蒂萨弗尼斯和奥隆塔斯同行,并与他们一同扎营。
οἱ δὲ Ἕλληνες ὑφορῶντες τούτους αὐτοὶ ἐφʼ ἑαυτῶν ἐχώρουν ἡγεμόνας ἔχοντες. ἐστρατοπεδεύοντο δὲ ἑκάστοτε ἀπέχοντες ἀλλήλων παρασάγγην καὶ πλέον· ἐφυλάττοντο δὲ ἀμφότεροι ὥσπερ πολεμίους ἀλλήλους, καὶ εὐθὺς τοῦτο ὑποψίαν παρεῖχεν.
希腊人则猜忌地注视着他们,自聘向导独自前行。他们每次扎营彼此都相距一帕拉桑格乃至更远;双方互为防备,宛如对待敌人一般,这立即引发了猜忌。
ἐνίοτε δὲ καὶ ξυλιζόμενοι ἐκ τοῦ αὐτοῦ καὶ χόρτον καὶ ἄλλα τοιαῦτα ξυλλέγοντες πληγὰς ἐνέτεινον ἀλλήλοις· ὥστε καὶ τοῦτο ἔχθραν παρεῖχε.
有时,在同一地点砍柴以及收集草料和类似物品时,双方甚至大打出手;因而这也滋生了敌意。
διελθόντες δὲ τρεῖς σταθμοὺς ἀφίκοντο πρὸς τὸ Μηδίας καλούμενον τεῖχος, καὶ παρῆλθον εἴσω αὐτοῦ. ἦν δὲ ᾠκοδομημένον πλίνθοις ὀπταῖς ἐν ἀσφάλτῳ κειμέναις, εὖρος εἴκοσι ποδῶν, ὕψος δὲ ἑκατόν· μῆκος δʼ ἐλέγετο εἶναι εἴκοσι παρασάγγαι· ἀπέχει δὲ Βαβυλῶνος οὐ πολύ.
走过三个驿站的行程后,他们抵达了所谓的“米底亚长墙”,并进入其内部。它是用铺在沥青中的烧砖建造的,宽二十英尺,高一百英尺;据说长达二十帕拉桑格;它距离巴比伦并不远。
ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς δύο παρασάγγας ὀκτώ· καὶ διέβησαν διώρυχας δύο, τὴν μὲν ἐπὶ γεφύρας, τὴν δὲ ἐζευγμένην πλοίοις ἑπτά· αὗται δʼ ἦσαν ἀπὸ τοῦ Τίγρητος ποταμοῦ· κατετέτμηντο δὲ ἐξ αὐτῶν καὶ τάφροι ἐπὶ τὴν χώραν, αἱ μὲν πρῶται μεγάλαι, ἔπειτα δὲ ἐλάττους· τέλος δὲ καὶ μικροὶ ὀχετοί, ὥσπερ ἐν τῇ Ἑλλάδι ἐπὶ τὰς μελίνας· καὶ ἀφικνοῦνται ἐπὶ τὸν Τίγρητα ποταμόν· πρὸς ᾧ πόλις ἦν μεγάλη καὶ πολυάνθρωπος ᾗ ὄνομα Σιττάκη, ἀπέχουσα τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα.
从那里他们行军了两个驿站、共八帕拉桑格,渡过了两条运河,一条从桥上走过,另一条则由七条舟船联结架着桥;这些运河引自底格里斯河。从这些运河还向田间开凿了沟渠,最初的沟渠很大,随后较小,最后甚至成了小渠,宛如希腊浇灌黍田的水渠;随后他们抵达了底格里斯河,河边有一座名为西塔凯的大而人口稠密的城市,距离河岸十五斯塔德。
- 2.4.1μὴ μνησικακήσειν βασιλέα αὐτοῖς τῆς σὺν Κύρῳ ἐπιστρατείας
承接 δεξιὰς ... ἔφερον(带来保证/信誓)的否定誓约结构。否定词 μή 与将来时不定式 μνησικακήσειν 搭配,以间接引语形式表达誓言内容。动词 μνησικακέω 接与格表示施加对象(αὐτοῖς),接原因属格表示怀恨的事由(τῆς ... ἐπιστρατείας)。
- 2.4.3περὶ παντὸς ποιήσαιτο
带有价值属格 παντός 的介词短语成语,意为“视为至关重要之事”或“优先于一切”。ὅτι 从句中的 ἂν ... ποιήσαιτο 为潜在祈愿语气(希求法+ἄν),表示对国王当下的真实企图作出的强烈推断。
- 2.4.6οὐ μὲν δὴ ἂν μάχεσθαί γε δέῃ, ἱππεῖς εἰσιν ἡμῖν ξύμμαχοι
句首的否定词 οὐ 跨越了中间插入的小词短语 μὲν δή 以及条件从句 ἂν μάχεσθαί γε δέῃ,直接否定主句的谓语动词 εἰσιν(超步倒装/离隔配置)。其逻辑结构为:“即使确实需要作战,我们也没有骑兵作为盟友”。
- 2.4.7βασιλέα, ᾧ οὕτω πολλά ἐστι τὰ σύμμαχα, εἴπερ προθυμεῖται ἡμᾶς ἀπολέσαι, οὐκ οἶδα ὅ τι δεῖ αὐτὸν ὀμόσαι
先取结构(prolepsis)。在逻辑上充当间接疑问从句内不定式 ὀμόσαι 宾格主语的 βασιλέα,被作为话题提前置于主句谓语 οὐκ οἶδα 之前。在穿插了关系从句和条件从句之后,从句内部用代词 αὐτόν 进行了复指。
