← 色诺芬

长征记

§2.3.16-2.3.29

蒂萨弗尼斯的斡旋与安全撤退的誓约

蒂萨弗尼斯作为使者前来,表示愿为希腊军向国王斡旋以求安全回国,并询问其出兵缘由。克利阿科斯表明希腊军并无与国王为敌之意,双方遂立誓互信,确立了供应集市、和平行军与安全引送的停战协议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.16

ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται, καὶ οἱ πολλοὶ ἐθαύμασαν τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς. ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ ὅθεν ἐξαιρεθείη ὁ ἐγκέφαλος ὅλος ηὐαίνετο.

在这里,士兵们也首次品尝了棕榈树的树心,多数人对其外貌和独特的美味惊叹不已。但这同样极易引起头痛。此外,凡被挖去树心的棕榈树,整株都会枯死。

§2.3.17

ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· καὶ παρὰ μεγάλου βασιλέως ἧκε Τισσαφέρνης καὶ ὁ τῆς βασιλέως γυναικὸς ἀδελφὸς καὶ ἄλλοι Πέρσαι τρεῖς· δοῦλοι δὲ πολλοὶ εἵποντο. ἐπεὶ δὲ ἀπήντησαν αὐτοῖς οἱ τῶν Ἑλλήνων στρατηγοί, ἔλεγε πρῶτος Τισσαφέρνης διʼ ἑρμηνέως τοιάδε.

他们在那里停留了三天;大王身边派来了蒂萨弗尼斯、王后的兄弟以及另外三位波斯人,许多奴仆随行。希腊军的将领们前去会见他们,蒂萨弗尼斯首先通过翻译说了以下这番话:

§2.3.18

ἐγώ, ὦ ἄνδρες Ἕλληνες, γείτων οἰκῶ τῇ Ἑλλάδι, καὶ ἐπεὶ ὑμᾶς εἶδον εἰς πολλὰ καὶ ἀμήχανα πεπτωκότας, εὕρημα ἐποιησάμην εἴ πως δυναίμην1 παρὰ βασιλέως αἰτήσασθαι δοῦναι ἐμοὶ ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. οἶμαι γὰρ ἂν οὐκ ἀχαρίστως μοι ἔχειν2 οὔτε πρὸς ὑμῶν οὔτε πρὸς τῆς πάσης Ἑλλάδος.

“希腊将士们,我居住在与希腊毗邻之地;当我看到你们陷入重重不可收拾的困境时,便认为若能以某种方式从国王那里求得准许,由我将你们安全护送回希腊,将是一件幸事。因为我想,无论从你们这方还是从全希腊来看,这都不会不使人对我心存感激。

§2.3.19

ταῦτα δὲ γνοὺς ᾐτούμην βασιλέα, λέγων αὐτῷ ὅτι δικαίως ἄν μοι χαρίζοιτο, ὅτι αὐτῷ Κῦρόν τε ἐπιστρατεύοντα πρῶτος ἤγγειλα καὶ βοήθειαν ἔχων ἅμα τῇ ἀγγελίᾳ ἀφικόμην, καὶ μόνος τῶν κατὰ τοὺς Ἕλληνας τεταγμένων οὐκ ἔφυγον, ἀλλὰ διήλασα καὶ συνέμειξα βασιλεῖ ἐν τῷ ὑμετέρῳ στρατοπέδῳ ἔνθα βασιλεὺς ἀφίκετο, ἐπεὶ Κῦρον ἀπέκτεινε καὶ τοὺς ξὺν Κύρῳ βαρβάρους ἐδίωξε σὺν τοῖσδε τοῖς παροῦσι νῦν μετʼ ἐμοῦ, οἵπερ αὐτῷ εἰσι πιστότατοι. καὶ περὶ μὲν τούτων ὑπέσχετό μοι βουλεύσεσθαι· ἐρέσθαι δέ με ὑμᾶς ἐκέλευεν ἐλθόντα τίνος ἕνεκεν ἐστρατεύσατε ἐπʼ αὐτόν. καὶ συμβουλεύω ὑμῖν μετρίως ἀποκρίνασθαι, ἵνα μοι εὐπρακτότερον ᾖ ἐάν τι δύνωμαι ἀγαθὸν ὑμῖν παρʼ αὐτοῦ διαπράξασθαι.

想到这些,我便向国王恳求,告诉他施恩于我是理所应当的,因为是我第一个向他通报居鲁士兴兵进犯,并伴随着报告带援军赶到;而且在与希腊人相对列阵的队伍中,唯独我没有溃逃,而是突围冲过,在你们的营地与国王会合——国王是在诛杀居鲁士并击溃追赶跟随居鲁士的蛮族军队后到达那里的,同行的还有如今与我同在身边的这些人,他们正是国王最忠诚的部下。对于这些请求,国王答应我会予以考虑;但他命令我前来询问你们,究竟为了何种缘由对国王兴兵。我劝你们回答时应当谦和节制,这样假若我能从国王那里为你们促成某些善果,办起事来也会更加顺利。”

§2.3.21

πρὸς ταῦτα μεταστάντες οἱ Ἕλληνες ἐβουλεύοντο· καὶ ἀπεκρίναντο, Κλέαρχος δʼ ἔλεγεν· ἡμεῖς οὔτε συνήλθομεν ὡς βασιλεῖ πολεμήσοντες οὔτε ἐπορευόμεθα ἐπὶ βασιλέα, ἀλλὰ πολλὰς προφάσεις Κῦρος ηὕρισκεν, ὡς καὶ σὺ εὖ οἶσθα, ἵνα ὑμᾶς τε ἀπαρασκεύους λάβοι καὶ ἡμᾶς ἐνθάδε ἀγάγοι.

面对这番话,希腊人退席商议;随后给出了答复,克利阿科斯发言道:“我们当初集合并非为了同国王作战,也不曾向国王进军;但正如你所深知的那样,居鲁士寻找了诸多借口,以便使你们措手不及,并将我们引到这里。

§2.3.22

ἐπεὶ μέντοι ἤδη αὐτὸν ἑωρῶμεν ἐν δεινῷ ὄντα, ᾐσχύνθημεν καὶ θεοὺς καὶ ἀνθρώπους προδοῦναι αὐτόν, ἐν τῷ πρόσθεν χρόνῳ παρέχοντες ἡμᾶς αὐτοὺς εὖ ποιεῖν.3

然而,当我们看到他已然身处险境时,在神明与人类面前抛弃背叛他,便使我们深感羞愧,因为在先前的岁月里我们曾将自己托付予他而受其恩惠。

§2.3.23

ἐπεὶ δὲ Κῦρος τέθνηκεν, οὔτε βασιλεῖ ἀντιποιούμεθα τῆς ἀρχῆς οὔτʼ ἔστιν ὅτου ἕνεκα βουλοίμεθα ἂν τὴν βασιλέως χώραν κακῶς ποιεῖν, οὐδʼ αὐτὸν ἀποκτεῖναι ἂν ἐθέλοιμεν, πορευοίμεθα δʼ ἂν οἴκαδε, εἴ τις ἡμᾶς μὴ λυποίη· ἀδικοῦντα μέντοι πειρασόμεθα σὺν τοῖς θεοῖς ἀμύνασθαι· ἐὰν μέντοι τις ἡμᾶς καὶ εὖ ποιῶν ὑπάρχῃ, καὶ τούτου εἴς γε δύναμιν οὐχ ἡττησόμεθα εὖ ποιοῦντες.

但既然居鲁士已死,我们既不与国王争夺王位,也没有任何理由想要危害国王的国土,更不想取其性命,只要无人骚扰我们,我们便会返回家园;但若有人加害于我们,我们必将在神明的庇佑下奋力反击。不过,若有人率先善待我们,在力所能及的范围内,我们回报善意也绝不甘落人后。”

§2.3.24

ὁ μὲν οὕτως εἶπεν· ἀκούσας δὲ ὁ Τισσαφέρνης, ταῦτα, ἔφη, ἐγὼ ἀπαγγελῶ βασιλεῖ καὶ ὑμῖν πάλιν τὰ παρʼ ἐκείνου· μέχρι δʼ ἂν ἐγὼ ἥκω αἱ σπονδαὶ μενόντων· ἀγορὰν δὲ ἡμεῖς παρέξομεν.

克利阿科斯如此说道。蒂萨弗尼斯听后说:“这些话我将回禀国王,并随后向你们转达国王的意见;在我返回之前,停战协议继续有效;我们将提供集市。”

§2.3.25

καὶ εἰς μὲν τὴν ὑστεραίαν οὐχ ἧκεν· ὥσθʼ οἱ Ἕλληνες ἐφρόντιζον· τῇ δὲ τρίτῃ ἥκων ἔλεγεν ὅτι διαπεπραγμένος ἥκοι παρὰ βασιλέως δοθῆναι αὐτῷ σῴζειν τοὺς Ἕλληνας,4 καίπερ πάνυ πολλῶν ἀντιλεγόντων ὡς οὐκ ἄξιον εἴη βασιλεῖ ἀφεῖναι τοὺς ἐφʼ ἑαυτὸν στρατευσαμένους.

次日他并未前来,以致希腊人忧心忡忡;但在第三天他赶来,声称自己已从国王处办妥准许,获准拯救希腊人,尽管有极多人提出反对,认为国王放走曾对自身兴兵进犯者是不相称的。

§2.3.26

τέλος δὲ εἶπε· καὶ νῦν ἔξεστιν ὑμῖν πιστὰ λαβεῖν παρʼ ἡμῶν ἦ μὴν φιλίαν παρέξειν ὑμῖν τὴν χώραν καὶ ἀδόλως ἀπάξειν εἰς τὴν Ἑλλάδα ἀγορὰν παρέχοντας· ὅπου δʼ ἂν μὴ ᾖ πρίασθαι, λαμβάνειν ὑμᾶς ἐκ τῆς χώρας ἐάσομεν τὰ ἐπιτήδεια.

最后他说:“现在你们可以从我们这里接受誓约:我们定将向你们提供友好的地域,并在提供集市的同时毫无欺诈地引送你们返回希腊;凡在无法购买之处,我们将准许你们从该地获取给养。

§2.3.27

ὑμᾶς δὲ αὖ ἡμῖν δεήσει ὀμόσαι ἦ μὴν πορεύσεσθαι ὡς διὰ φιλίας ἀσινῶς σῖτα καὶ ποτὰ λαμβάνοντας ὁπόταν μὴ ἀγορὰν παρέχωμεν, ἐὰν δὲ παρέχωμεν ἀγοράν, ὠνουμένους ἕξειν τὰ ἐπιτήδεια.

反之,你们也必须向我们起誓:定将如穿行于友邦境内那般无害通行,在我们不提供集市时获取水粮,而如果我们提供集市,则通过购买来获得给养。”

§2.3.28

ταῦτα ἔδοξε, καὶ ὤμοσαν καὶ δεξιὰς ἔδοσαν Τισσαφέρνης καὶ ὁ τῆς βασιλέως γυναικὸς ἀδελφὸς τοῖς τῶν Ἑλλήνων στρατηγοῖς καὶ λοχαγοῖς καὶ ἔλαβον παρὰ τῶν Ἑλλήνων.

这些条件获得通过,蒂萨弗尼斯与王后的兄弟便向希腊军的将领与百夫长们起誓并施握手礼,也接受了希腊人的誓约。

§2.3.29

μετὰ δὲ ταῦτα Τισσαφέρνης εἶπε· νῦν μὲν δὴ ἄπειμι ὡς βασιλέα· ἐπειδὰν δὲ διαπράξωμαι ἃ δέομαι, ἥξω συσκευασάμενος ὡς ἀπάξων ὑμᾶς εἰς τὴν Ἑλλάδα καὶ αὐτὸς ἀπιὼν ἐπὶ τὴν ἐμαυτοῦ ἀρχήν.

此后蒂萨弗尼斯说道:“眼下我便要回到国王那里去;等我办妥所需事务,我将打点行装返回,护送你们回希腊,同时我自己也将返回自己的辖区。”

语法注4 条
  1. 2.3.18εὕρημα ἐποιησάμην εἴ πως δυναίμην

    习语“εὕρημα ποιεῖσθαι”(视为意外之财/侥幸之幸事)后接从句“εἴ πως δυναίμην”(看是否能以某种方式……),在历史时态后使用希求法,带有间接疑问兼表尝试与期望的宾语从句色彩。

  2. 2.3.18οἶμαι γὰρ ἂν οὐκ ἀχαρίστως μοι ἔχειν

    小词 ἄν 与不定式 ἔχειν 搭配,在支配动词 οἶμαι 下表潜在/推测,相当于直接引语中的希求法搭配 ἄν(οὐκ ἂν ἔχοι,“想必不会不使人对我感恩”)。

  3. 2.3.22παρέχοντες ἡμᾶς αὐτοὺς εὖ ποιεῖν

    反身表达“παρέχειν ἑαυτόν”(使自己委身于/听凭)与主动不定式“εὖ ποιεῖν”(善待)搭配。在希腊语习惯用法中,此类主动不定式实际表达被动含义(即“接受其善待/恩惠”)。

  4. 2.3.25διαπεπραγμένος ἥκοι παρὰ βασιλέως δοθῆναι αὐτῷ σῴζειν τοὺς Ἕλληνας

    分词 διαπεπραγμένος(办妥/获得)后接被动不定式 δοθῆναι αὐτῷ(准许给予他),其后进一步嵌套说明性(主语性)不定式 σῴζειν τοὺς Ἕλληνας(拯救希腊人),构成了多层嵌套的不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.3.16-2.3.29