- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.3.1-2.3.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王派传令官前来求和,克利阿科斯展现严整军容,并坚持先解决粮食问题才接受休战。休战达成后,希腊军在克利阿科斯的严厉督导下克服被水淹没的沟渠,最终抵达粮产丰富的村庄获得补给。
ὃ δὲ δὴ ἔγραψα ὅτι βασιλεὺς ἐξεπλάγη τῇ ἐφόδῳ, τῷδε δῆλον ἦν.1 τῇ μὲν γὰρ πρόσθεν ἡμέρᾳ πέμπων τὰ ὅπλα παραδιδόναι ἐκέλευε, τότε δὲ ἅμα ἡλίῳ ἀνατέλλοντι κήρυκας ἔπεμψε περὶ σπονδῶν.
正如我所写的那样,国王因军队的逼近而大为惊恐,这一点从以下事实中显露无遗:前一天他还派人下令要求缴械,而此时刚一出太阳,他就派遣传令官前来商议休战。
οἱ δʼ ἐπεὶ ἦλθον πρὸς τοὺς προφύλακας, ἐζήτουν τοὺς ἄρχοντας. ἐπειδὴ δὲ ἀπήγγελλον οἱ προφύλακες, Κλέαρχος τυχὼν τότε τὰς τάξεις ἐπισκοπῶν εἶπε τοῖς προφύλαξι κελεύειν τοὺς κήρυκας περιμένειν ἄχρι ἂν σχολάσῃ.2
传令官们来到前哨哨兵处,便寻找将领们。前哨哨兵通报之后,克利阿科斯当时恰好在巡视阵列,便吩咐哨兵命令传令官们等候,直到他有空暇为止。
ἐπεὶ δὲ κατέστησε τὸ στράτευμα ὡς καλῶς ἔχειν ὁρᾶσθαι πάντῃ φάλαγγα πυκνήν, ἐκ τῶν ὅπλων δὲ μηδένα καταφανῆ εἶναι, ἐκάλεσε τοὺς ἀγγέλους, καὶ αὐτός τε προῆλθε τούς τε εὐοπλοτάτους ἔχων καὶ εὐειδεστάτους τῶν αὑτοῦ στρατιωτῶν καὶ τοῖς ἄλλοις στρατηγοῖς ταὐτὰ ἔφρασεν.
等他部署好军队,使之在各方面都呈现出密集的方阵外观,且重兵阵列之外看不到任何无武装的人员,他才召见使者们;他自己率领部下中装备最精良、仪表最出众的士兵走上前去,并嘱咐其他将领照此办理。
ἐπεὶ δὲ ἦν πρὸς τοῖς ἀγγέλοις, ἀνηρώτα τί βούλοιντο. οἱ δʼ ἔλεγον ὅτι περὶ σπονδῶν ἥκοιεν ἄνδρες οἵτινες ἱκανοὶ ἔσονται τά τε παρὰ βασιλέως τοῖς Ἕλλησιν ἀπαγγεῖλαι καὶ τὰ παρὰ τῶν Ἑλλήνων βασιλεῖ.
当来到使者面前时,他询问他们有何意图。使者们回答说,他们是作为有权向希腊人传达国王之意、并将希腊人之意传达给国王的人,为商议休战而来的。
ὁ δὲ ἀπεκρίνατο· ἀπαγγέλλετε τοίνυν αὐτῷ ὅτι μάχης δεῖ πρῶτον· ἄριστον γὰρ οὐκ ἔστιν οὐδʼ ὁ τολμήσων περὶ σπονδῶν λέγειν τοῖς Ἕλλησι μὴ πορίσας ἄριστον.
克利阿科斯答道:“那么去回禀国王:首先必须有一场战斗;因为我们还没有早饭,若不提供早饭,也没有人敢向希腊人提及休战。”
ταῦτα ἀκούσαντες οἱ ἄγγελοι ἀπήλαυνον, καὶ ἧκον ταχύ· ᾧ καὶ δῆλον ἦν ὅτι ἐγγύς που βασιλεὺς ἦν ἢ ἄλλος τις ᾧ ἐπετέτακτο ταῦτα πράττειν· ἔλεγον δὲ ὅτι εἰκότα δοκοῖεν λέγειν βασιλεῖ, καὶ ἥκοιεν ἡγεμόνας ἔχοντες οἳ αὐτούς, ἐὰν σπονδαὶ γένωνται, ἄξουσιν ἔνθεν ἕξουσι τὰ ἐπιτήδεια.
使者们听了这番话便策马离去,随即迅速返回;由此也显而易见,国王或受命经办此事之人就在附近某处。使者们说,国王认为他们的要求合情合理,而且他们带来了向导,如果达成休战,向导将把他们引往能获得给养的地方。
ὁ δὲ ἠρώτα εἰ αὐτοῖς τοῖς ἀνδράσι σπένδοιτο τοῖς ἰοῦσι καὶ ἀπιοῦσιν, ἢ καὶ τοῖς ἄλλοις ἔσοιντο σπονδαί. οἱ δέ, ἅπασιν, ἔφασαν, μέχρι ἂν βασιλεῖ τὰ παρʼ ὑμῶν διαγγελθῇ.
克利阿科斯询问,他是仅仅与往返的人本身停战,还是休战也适用于其他人。使者们说:“对所有人适用,直到把你们的答复传达给国王为止。”
ἐπεὶ δὲ ταῦτα εἶπον, μεταστησάμενος αὐτοὺς ὁ Κλέαρχος ἐβουλεύετο· καὶ ἐδόκει ταχὺ τὰς σπονδὰς ποιεῖσθαι καὶ καθʼ ἡσυχίαν ἐλθεῖν τε ἐπὶ τὰ ἐπιτήδεια καὶ λαβεῖν.
当他们说完这些话后,克利阿科斯让他们退下,进行商议;大家认为应当迅速缔结休战,平稳前去获取并领取给养。
ὁ δὲ Κλέαρχος εἶπε· δοκεῖ μὲν κἀμοὶ ταῦτα· οὐ μέντοι ταχύ γε ἀπαγγελῶ, ἀλλὰ διατρίψω ἔστʼ ἂν ὀκνήσωσιν οἱ ἄγγελοι μὴ ἀποδόξῃ ἡμῖν τὰς σπονδὰς ποιήσασθαι· οἶμαί γε μέντοι, ἔφη, καὶ τοῖς ἡμετέροις στρατιώταις τὸν αὐτὸν φόβον παρέσεσθαι. ἐπεὶ δὲ ἐδόκει καιρὸς εἶναι, ἀπήγγελλεν ὅτι σπένδοιτο, καὶ εὐθὺς ἡγεῖσθαι ἐκέλευε πρὸς τἀπιτήδεια.
克利阿科斯说:“我也赞同这个意见;但我绝不立刻宣布,而是要拖延时间,直到使者们唯恐我们改变主意不愿缔结休战而感到焦虑为止。不过我认为,”他说,“我们自己的士兵也会产生同样的恐惧。”到了他认为时机合适之时,他便通告同意休战,并立即命令他们引路前往给养地。
καὶ οἱ μὲν ἡγοῦντο, Κλέαρχος μέντοι ἐπορεύετο τὰς μὲν σπονδὰς ποιησάμενος, τὸ δὲ στράτευμα ἔχων ἐν τάξει, καὶ αὐτὸς ὠπισθοφυλάκει. καὶ ἐνετύγχανον τάφροις καὶ αὐλῶσιν ὕδατος πλήρεσιν, ὡς μὴ δύνασθαι διαβαίνειν ἄνευ γεφυρῶν· ἀλλʼ ἐποιοῦντο διαβάσεις ἐκ τῶν φοινίκων οἳ ἦσαν ἐκπεπτωκότες, τοὺς δὲ καὶ ἐξέκοπτον.
于是他们在前引路;然而克利阿科斯虽缔结了休战,行军时却依然让军队保持战斗队形,并且自己亲自担任后卫。他们遭遇了灌满水的沟渠与水道,以致没有桥梁便无法通行;但他们用倒下的棕榈树搭建通道,甚至还把另一些砍倒了。
καὶ ἐνταῦθα ἦν Κλέαρχον καταμαθεῖν ὡς ἐπεστάτει, ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ τὸ δόρυ ἔχων, ἐν δὲ τῇ δεξιᾷ βακτηρίαν· καὶ εἴ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαισεν ἄν, καὶ ἅμα αὐτὸς προσελάμβανεν εἰς τὸν πηλὸν ἐμβαίνων· ὥστε πᾶσιν αἰσχύνην εἶναι μὴ οὐ συσπουδάζειν.3
在这里正可以看出克利阿科斯是如何发号施令的:他左手持矛,右手执杖;若是分配执行此项任务的人中有谁在他看来偷懒怠工,他便挑选出合适的人加以痛打,同时自己也踏入泥泞中亲自动手协助;以致所有人若不一同竭力工作都会感到羞耻。
καὶ ἐτάχθησαν πρὸς αὐτὸ οἱ εἰς τριάκοντα ἔτη γεγονότες· ἐπεὶ δὲ Κλέαρχον ἑώρων σπουδάζοντα, προσελάμβανον καὶ οἱ πρεσβύτεροι.
分配从事这项工作的是三十岁以下的人;但当看到克利阿科斯亲力亲为时,年长者也上前帮忙。
πολὺ δὲ μᾶλλον ὁ Κλέαρχος ἔσπευδεν, ὑποπτεύων μὴ αἰεὶ οὕτω πλήρεις εἶναι τὰς τάφρους ὕδατος (οὐ γὰρ ἦν ὥρα οἵα τὸ πεδίον ἄρδειν), ἀλλʼ ἵνα ἤδη πολλὰ προφαίνοιτο τοῖς Ἕλλησι δεινὰ εἰς τὴν πορείαν, τούτου ἕνεκα βασιλέα ὑπώπτευεν ἐπὶ τὸ πεδίον τὸ ὕδωρ ἀφεικέναι.4
克利阿科斯之所以更加急迫,是因为他怀疑沟渠并非平时总是蓄满水(因为眼下并非灌溉平原的季节);相反,他怀疑国王正是为了让希腊人的行军立刻显得危机重重,才故意将水放泄到平原上的。
πορευόμενοι δὲ ἀφίκοντο εἰς κώμας ὅθεν ἀπέδειξαν οἱ ἡγεμόνες λαμβάνειν τὰ ἐπιτήδεια. ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν.
行军中,他们抵达了向导指定的获取给养的村庄。村里有大量粮食、棕榈酒,以及用棕榈果熬制的熟醋。
αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο, αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιαι τοῦ κάλλους καὶ μεγέθους, ἡ δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν· τὰς δέ τινας ξηραίνοντες τραγήματα ἀπετίθεσαν. καὶ ἦν καὶ παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ.
至于棕榈树的果实本身,凡是在希腊能见到的那种,都是留给奴仆食用的;而留给主人们享用的则是精选上品,其色泽与大小令人惊叹,外观与琥珀毫无二致;另有一些果实被晒干存作甜食。在宴饮时佐酒固然甜美,却极易引起头痛。
- 2.3.1ὃ δὲ δὴ ἔγραψα ὅτι βασιλεὺς ἐξεπλάγη τῇ ἐφόδῳ, τῷδε δῆλον ἦν.
关系代名词 ὃ 位于句首,起到了前置指示(提顿)的作用(“至于我所写……之事”),后续的与格指示代词 τῷδε(“从以下事实”)充当 δῆλον 的根据,ὅτι 从句则具体充实说明 ὃ 的内容。
- 2.3.2ἄχρι ἂν σχολάσῃ
连词 ἄχρι 与 ἄν 配合不定过去时虚拟式 σχολάσῃ,构成表示未来不确定时限的时间从句(“直到他有空暇为止”)。在间接引语(κελεύειν περιμένειν)中原样保留了虚拟式。
- 2.3.11μὴ οὐ συσπουδάζειν
在表达羞耻、阻碍、顾虑等具有否定色彩的短语(此处为 αἰσχύνην εἶναι)之后接不定词时,按古典希腊语常规采用双重否定 μὴ οὐ。“以致若不一同全力以赴便会感到可耻”,实际强化了“众人不得不齐心协力”的必然性。
- 2.3.13ὑποπτεύων μὴ αἰεὶ οὕτω πλήρεις εἶναι τὰς τάφρους ὕδατος ... τούτου ἕνεκα βασιλέα ὑπώπτευεν ἐπὶ τὸ πεδίον τὸ ὕδωρ ἀφεικέναι.
动词 ὑποπτεύω 前后两次出现以贯穿长句。前部的分词 ὑποπτεύων 接 μή 加不定词 εἶναι,表达否定的猜疑(“怀疑沟渠并非平时总是蓄满水”)。在插入解释性语句之后,句末重复谓语动词 ὑπώπτευεν,接宾格加不定词(βασιλέα ... ἀφεικέναι)以及先行指代 ἵνα 从句的 τούτου ἕνεκα,明确表述出他的积极推断:“怀疑国王正是为此目的而把水放泄到平原上”。
