- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.2.11-2.2.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里埃乌斯提议绕远路撤退以确保补给,行军途中发现国王营地在侧,夜间双方均引发惊恐,克利阿科斯通过机智的赏格通告平息了希腊军中的混乱。
ὁ δʼ εἶπεν· ἣν μὲν ἤλθομεν ἀπιόντες παντελῶς ἂν ὑπὸ λιμοῦ ἀπολοίμεθα· ὑπάρχει γὰρ νῦν ἡμῖν οὐδὲν τῶν ἐπιτηδείων. ἑπτακαίδεκα γὰρ σταθμῶν τῶν ἐγγυτάτω1 οὐδὲ δεῦρο ἰόντες ἐκ τῆς χώρας οὐδὲν εἴχομεν λαμβάνειν· ἔνθα δέ τι ἦν, ἡμεῖς διαπορευόμενοι κατεδαπανήσαμεν. νῦν δʼ ἐπινοοῦμεν πορεύεσθαι μακροτέραν μέν, τῶν δʼ ἐπιτηδείων οὐκ ἀπορήσομεν.
他答道:“如果我们按原路撤退,我们将彻底因饥荒而灭亡;因为我们如今毫无粮食储备。事实上,即便在我们前来此处时,在最近的十七个驿程内也无法从该地获取任何给养;凡是有存粮之处,也已被我们途经时消耗殆尽。然而现在,我们打算走一条更远的路,但我们将不至于缺乏给养。
πορευτέον δʼ ἡμῖν τοὺς πρώτους σταθμοὺς ὡς ἂν δυνώμεθα μακροτάτους, ἵνα ὡς πλεῖστον ἀποσπάσωμεν τοῦ βασιλικοῦ στρατεύματος· ἢν γὰρ ἅπαξ δύο ἢ τριῶν ἡμερῶν ὁδὸν ἀπόσχωμεν, οὐκέτι μὴ δύνηται2 βασιλεὺς ἡμᾶς καταλαβεῖν. ὀλίγῳ μὲν γὰρ στρατεύματι οὐ τολμήσει ἐφέπεσθαι· πολὺν δʼ ἔχων στόλον οὐ δυνήσεται ταχέως πορεύεσθαι· ἴσως δὲ καὶ τῶν ἐπιτηδείων σπανιεῖ. ταύτην, ἔφη, τὴν γνώμην ἔχω ἔγωγε.
我们在最初几个驿程中必须尽可能走得最远,以便尽可能甩开国王的军队;因为我们一旦拉开两三天的行程,国王便绝无可能再追上我们。他不敢率少量兵力追击,而率大军则无法迅捷行进,甚至或许还会缺乏给养。这,”他说,“就是我的看法。”
ἦν δὲ αὕτη ἡ στρατηγία οὐδὲν ἄλλο δυναμένη ἢ ἀποδρᾶναι ἢ ἀποφυγεῖν· ἡ δὲ τύχη ἐστρατήγησε κάλλιον. ἐπεὶ γὰρ ἡμέρα ἐγένετο, ἐπορεύοντο ἐν δεξιᾷ ἔχοντες τὸν ἥλιον, λογιζόμενοι ἥξειν ἅμα ἡλίῳ δύνοντι εἰς κώμας τῆς Βαβυλωνίας χώρας· καὶ τοῦτο μὲν οὐκ ἐψεύσθησαν.
然而,这套战策无非就是脱逃或溜之大吉而已;但命运却作了更妙的指挥。因为拂晓后,他们让太阳保持在右侧行军,盘算着将在日落时分抵达巴比伦尼亚地区的村落;在这点上他们并未料错。
ἔτι δὲ ἀμφὶ δείλην ἔδοξαν πολεμίους ὁρᾶν ἱππέας· καὶ τῶν τε Ἑλλήνων οἳ μὴ ἔτυχον ἐν ταῖς τάξεσιν ὄντες εἰς τὰς τάξεις ἔθεον, καὶ Ἀριαῖος (ἐτύγχανε γὰρ ἐφʼ ἁμάξης πορευόμενος διότι ἐτέτρωτο) καταβὰς ἐθωρακίζετο καὶ οἱ σὺν αὐτῷ.
然而傍晚时分,他们以为看见了敌方的骑兵;不在阵列之中的希腊士兵纷纷奔入阵中,而阿里埃乌斯(由于受伤,他恰好坐在马车上行进)也走下车来披上胸甲,其随从人员亦然。
ἐν ᾧ δὲ ὡπλίζοντο ἧκον λέγοντες οἱ προπεμφθέντες σκοποὶ ὅτι οὐχ ἱππεῖς εἰσιν, ἀλλʼ ὑποζύγια νέμοιντο. καὶ εὐθὺς ἔγνωσαν πάντες ὅτι ἐγγύς που ἐστρατοπεδεύετο βασιλεύς· καὶ γὰρ καπνὸς ἐφαίνετο ἐν κώμαις οὐ πρόσω.
正当他们穿戴铠甲时,派往前方的斥候赶来报告,说那并非骑兵,而是放牧的驮畜。众人立刻明白国王就在附近某处扎营;因为在不远的村庄里也看得到烟火。
Κλέαρχος δὲ ἐπὶ μὲν τοὺς πολεμίους οὐκ ἦγεν· ᾔδει γὰρ καὶ ἀπειρηκότας τοὺς στρατιώτας καὶ ἀσίτους ὄντας· ἤδη δὲ καὶ ὀψὲ ἦν· οὐ μέντοι οὐδὲ ἀπέκλινε, φυλαττόμενος μὴ δοκοίη φεύγειν, ἀλλʼ εὐθύωρον ἄγων ἅμα τῷ ἡλίῳ δυομένῳ εἰς τὰς ἐγγυτάτω κώμας τοὺς πρώτους ἄγων κατεσκήνωσεν, ἐξ ὧν διήρπαστο ὑπὸ τοῦ βασιλικοῦ στρατεύματος καὶ αὐτὰ τὰ ἀπὸ τῶν οἰκιῶν ξύλα.
克利阿科斯并没有引兵攻打敌人,因为他知道士兵们疲惫不堪且未进食,而且此时天色已晚。不过他也没有拐向一旁,以防显得像是在逃跑,而是径直前进,在日落时分将前锋带入最近的村庄驻扎;这些村庄甚至连房屋的木料都已被国王的军队洗劫一空。
οἱ μὲν οὖν πρῶτοι ὅμως τρόπῳ τινὶ ἐστρατοπεδεύσαντο, οἱ δὲ ὕστεροι σκοταῖοι προσιόντες ὡς ἐτύγχανον ἕκαστοι ηὐλίζοντο, καὶ κραυγὴν πολλὴν ἐποίουν καλοῦντες ἀλλήλους, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν· ὥστε οἱ μὲν ἐγγύτατα τῶν πολεμίων καὶ ἔφυγον ἐκ τῶν σκηνωμάτων.
前锋部队好歹按某种方式扎了营,但后面的部队摸黑赶来,各人随意找地方露宿,呼唤彼此并发出巨大喧嚷,以致敌人也能听见;结果距离最近的敌人竟然逃离了宿营处。
δῆλον δὲ τοῦτο τῇ ὑστεραίᾳ ἐγένετο· οὔτε γὰρ ὑποζύγιον ἔτʼ οὐδὲν ἐφάνη οὔτε στρατόπεδον οὔτε καπνὸς οὐδαμοῦ πλησίον. ἐξεπλάγη δέ, ὡς ἔοικε, καὶ βασιλεὺς τῇ ἐφόδῳ τοῦ στρατεύματος. ἐδήλωσε δὲ τοῦτο οἷς τῇ ὑστεραίᾳ ἔπραττε.
这一点在次日变得显而易见:四周既看不到任何驮畜,也看不到营地,甚至看不到任何烟火。看来国王也因这支军队的逼近而大为惊恐;他在次日的举动充分表明了这一点。
προϊούσης μέντοι τῆς νυκτὸς ταύτης καὶ τοῖς Ἕλλησι φόβος ἐμπίπτει, καὶ θόρυβος καὶ δοῦπος ἦν οἷον εἰκὸς φόβου ἐμπεσόντος γενέσθαι.
然而,随着这天夜晚的推移,希腊人心中也产生了恐慌,顿时出现了惊恐发生时常有的混乱与嘈杂。
Κλέαρχος δὲ Τολμίδην Ἠλεῖον, ὃν ἐτύγχανεν ἔχων παρʼ ἑαυτῷ κήρυκα ἄριστον τῶν τότε, ἀνειπεῖν ἐκέλευσε σιγὴν κηρύξαντα ὅτι προαγορεύουσιν οἱ ἄρχοντες, ὃς ἂν τὸν ἀφέντα τὸν ὄνον εἰς τὰ ὅπλα μηνύσῃ, ὅτι λήψεται3 μισθὸν τάλαντον.
克利阿科斯于是命令当时随侍身旁的头号传令官厄利斯人托尔米得斯宣告肃静,并宣布将领们传令:凡告发是谁将驴子放进重兵营区者,将获得一塔兰同的赏金。
ἐπεὶ δὲ ταῦτα ἐκηρύχθη, ἔγνωσαν οἱ στρατιῶται ὅτι κενὸς ὁ φόβος εἴη καὶ οἱ ἄρχοντες σῷοι. ἅμα δὲ ὄρθρῳ παρήγγειλεν ὁ Κλέαρχος εἰς τάξιν τὰ ὅπλα τίθεσθαι τοὺς Ἕλληνας ᾗπερ εἶχον ὅτε ἦν ἡ μάχη.
这一通告宣布之后,士兵们便明白这恐慌纯属虚妄,而指挥官们全都安然无恙。天刚破晓,克利阿科斯就下令希腊人按会战时的阵列执兵就位。
- 2.2.11ἑπτακαίδεκα γὰρ σταθμῶν τῶν ἐγγυτάτω
表示时间/范围的属格(时间属格):意为“在最近的十七个驿程期间之内”。
- 2.2.12οὐκέτι μὴ δύνηται
由 οὐ μή 加虚拟式构成的强调未来否定:“绝不可能再能够……”。版本异读亦有虚拟式现在时 δύνηται、不定过去时虚拟式或将来时直陈式。
- 2.2.20ὃς ἂν τὸν ἀφέντα τὸν ὄνον εἰς τὰ ὅπλα μηνύσῃ, ὅτι λήψεται
接续连词 ὅτι 在插入条件关系从句(ὃς ἂν...μηνύσῃ)之后的冗余复现(复指性 ὅτι)。引导间接引语的 ὅτι 在从句隔开后被再次置于主节动词 λήψεται 之前,以明确句意。
