← 色诺芬

长征记

§2.2.1-2.2.10

与阿里埃乌斯会合及结盟

法利诺斯离开后,阿里埃乌斯的使者抵达,克利阿科斯召集军官决定前往会合并主持夜间行军。部队与阿里埃乌斯会合后,双方歃血为盟誓不相弃,克利阿科斯随即向阿里埃乌斯征询退却路线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Φαλῖνος μὲν δὴ ᾤχετο καὶ οἱ σὺν αὐτῷ. οἱ δὲ παρὰ Ἀριαίου ἧκον Προκλῆς καὶ Χειρίσοφος· Μένων δὲ αὐτοῦ ἔμενε παρὰ Ἀριαίῳ· οὗτοι δὲ ἔλεγον ὅτι πολλοὺς φαίη Ἀριαῖος εἶναι Πέρσας ἑαυτοῦ βελτίους, οὓς οὐκ ἂν ἀνασχέσθαι αὐτοῦ βασιλεύοντος· ἀλλʼ εἰ βούλεσθε συναπιέναι, ἥκειν ἤδη κελεύει τῆς νυκτός. εἰ δὲ μή, αὔριον πρῲ ἀπιέναι φησίν.

法利诺斯及其随行人员随即离去。此时,普罗克勒斯和海里索福斯从阿里埃乌斯那里归来;门农则留在阿里埃乌斯身边。他们报告说,阿里埃乌斯表示有许多比他自己更高贵的波斯人不会容忍他称王;但如果〔希腊人〕愿意一同撤退,他命令他们今夜即刻赶来;否则,他说自己将在明日清晨启程。

§2.2.2

ὁ δὲ Κλέαρχος εἶπεν· ἀλλʼ οὕτω χρὴ ποιεῖν· ἐὰν μὲν ἥκωμεν, ὥσπερ λέγετε· εἰ δὲ μή, πράττετε ὁποῖον ἄν τι ὑμῖν οἴησθε μάλιστα συμφέρειν. ὅ τι δὲ ποιήσοι οὐδὲ τούτοις εἶπε.

克利阿科斯说:“那么,应当这样做:如果我们去了,就如你们所说;如果我们不去,你们就按你们认为对自己最有利的方式行事。”至于他究竟打算怎么做,他同样没有向他们透露。

§2.2.3

μετὰ ταῦτα ἤδη ἡλίου δύνοντος συγκαλέσας στρατηγοὺς καὶ λοχαγοὺς ἔλεξε τοιάδε. ἐμοί, ὦ ἄνδρες, θυομένῳ ἰέναι ἐπὶ βασιλέα οὐκ ἐγίγνετο τὰ ἱερά.1 καὶ εἰκότως ἄρα οὐκ ἐγίγνετο· ὡς γὰρ ἐγὼ νῦν πυνθάνομαι, ἐν μέσῳ ἡμῶν καὶ βασιλέως ὁ Τίγρης ποταμός ἐστι ναυσίπορος, ὃν οὐκ ἂν δυναίμεθα ἄνευ πλοίων διαβῆναι· πλοῖα δὲ ἡμεῖς οὐκ ἔχομεν. οὐ μὲν δὴ αὐτοῦ γε μένειν οἷόν τε· τὰ γὰρ ἐπιτήδεια οὐκ ἔστιν ἔχειν· ἰέναι δὲ παρὰ τοὺς Κύρου φίλους πάνυ καλὰ ἡμῖν τὰ ἱερὰ ἦν.

此后,夕阳西下之时,他召集了将领和百夫长们,讲了如下一番话:“诸位,当我为进军攻打国王而献祭时,祭兆并不吉利。这自然是不吉利的;因为据我如今得知,在我们与国王之间隔着一条可通航的底格里斯河,若无船只我们无法渡过,而我们没有船只。然而留在原地也绝不可行,因为无法获得给养;但是关于前往居鲁士的朋友们那里,祭兆却是极其吉利的。

§2.2.4

ὧδε οὖν χρὴ ποιεῖν· ἀπιόντας δειπνεῖν ὅ τι τις ἔχει·2 ἐπειδὰν δὲ σημήνῃ τῷ κέρατι ὡς ἀναπαύεσθαι, συσκευάζεσθε· ἐπειδὰν δὲ τὸ δεύτερον, ἀνατίθεσθε ἐπὶ τὰ ὑποζύγια· ἐπὶ δὲ τῷ τρίτῳ ἕπεσθε τῷ ἡγουμένῳ, τὰ μὲν ὑποζύγια ἔχοντες πρὸς τοῦ ποταμοῦ, τὰ δὲ ὅπλα ἔξω.

因此,我们应当这样做:各自退下,凭每人所有之物用晚餐;当号角吹响休息的信号时,收拾行装;第二次吹响时,将行装驮上驮畜;第三次吹响时,跟随领队前进,将驮畜置于靠河一侧,将重装步兵置于外侧。”

§2.2.5

ταῦτʼ ἀκούσαντες οἱ στρατηγοὶ καὶ λοχαγοὶ ἀπῆλθον καὶ ἐποίουν οὕτω. καὶ τὸ λοιπὸν ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπείθοντο, οὐχ ἑλόμενοι, ἀλλὰ ὁρῶντες ὅτι μόνος ἐφρόνει οἷα δεῖ τὸν ἄρχοντα,3 οἱ δʼ ἄλλοι ἄπειροι ἦσαν.

将领和百夫长们听了这话便退下,并照此办理。自此之后,由他发号施令,众人服从,并非因为选举了他,而是因为看出唯有他具备指挥官应有的见识,而其他人则缺乏经验。

§2.2.7

ἐντεῦθεν ἐπεὶ σκότος ἐγένετο Μιλτοκύθης μὲν ὁ Θρᾷξ ἔχων τούς τε ἱππέας τοὺς μεθʼ ἑαυτοῦ εἰς τετταράκοντα καὶ τῶν πεζῶν Θρᾳκῶν ὡς τριακοσίους ηὐτομόλησε πρὸς βασιλέα.

随后,夜幕降临之际,色雷斯人米尔托库忒斯率领其麾下约四十名骑兵和约三百名色雷斯步兵,叛逃至国王一方。

§2.2.8

Κλέαρχος δὲ τοῖς ἄλλοις ἡγεῖτο κατὰ τὰ παρηγγελμένα, οἱ δʼ εἵποντο· καὶ ἀφικνοῦνται εἰς τὸν πρῶτον σταθμὸν παρʼ Ἀριαῖον καὶ τὴν ἐκείνου στρατιὰν ἀμφὶ μέσας νύκτας· καὶ ἐν τάξει θέμενοι τὰ ὅπλα συνῆλθον οἱ στρατηγοὶ καὶ λοχαγοὶ τῶν Ἑλλήνων παρʼ Ἀριαῖον· καὶ ὤμοσαν οἵ τε Ἕλληνες καὶ ὁ Ἀριαῖος καὶ τῶν σὺν αὐτῷ οἱ κράτιστοι μήτε προδώσειν ἀλλήλους σύμμαχοί τε ἔσεσθαι· οἱ δὲ βάρβαροι προσώμοσαν καὶ ἡγήσεσθαι ἀδόλως.

克利阿科斯按照事先的安排率领其余部队,众人跟随;大约在半夜时分,他们抵达了阿里埃乌斯及其军队所在的第一个营地。希腊将领和百夫长们按阵列放下武器后,来到阿里埃乌斯身边相聚。希腊人与阿里埃乌斯及其随从显要共同宣誓互不背叛且结为盟友;异族人还额外发誓将不带诡诈地引路。

§2.2.9

ταῦτα δʼ ὤμοσαν, σφάξαντες ταῦρον καὶ κάπρον καὶ κριὸν εἰς ἀσπίδα, οἱ μὲν Ἕλληνες βάπτοντες ξίφος, οἱ δὲ βάρβαροι λόγχην.

他们在盾牌上方宰杀了一头公牛、一头野猪和一只公羊,希腊人将剑、异族人将矛浸入血中,立下了这些誓言。

§2.2.10

ἐπεὶ δὲ τὰ πιστὰ ἐγένετο, εἶπεν ὁ Κλέαρχος· ἄγε δή, ὦ Ἀριαῖε, ἐπείπερ ὁ αὐτὸς ὑμῖν στόλος ἐστὶ καὶ ἡμῖν, εἰπὲ τίνα γνώμην ἔχεις περὶ τῆς πορείας, πότερον ἄπιμεν ἥνπερ ἤλθομεν ἢ ἄλλην τινὰ ἐννενοηκέναι δοκεῖς4 ὁδὸν κρείττω.

信约既立,克利阿科斯便说:“来吧,阿里埃乌斯,既然你们与我们的行程相同,请说说你对行军路线有何打算:我们是按原路返回,还是你认为自己想出了某条其他更好的道路?”

语法注4 条
  1. 2.2.3ἐμοί, ὦ ἄνδρες, θυομένῳ ἰέναι ἐπὶ βασιλέα οὐκ ἐγίγνετο τὰ ἱερά

    分词 θυομένῳ 与主句的与格代词 ἐμοί 一致。不定式 ἰέναι 表示献祭的目的或内容(“为向国王进军而献祭”)。短语 οὐκ ἐγίγνετο τὰ ἱερά 为固定习语,意为“祭牲之兆不吉”。

  2. 2.2.4ἀπιόντας δειπνεῖν ὅ τι τις ἔχει

    不定式 δειπνεῖν 从属于前文的 χρὴ(解释 ὧδε 的内容),后文则转为 συσκευάζεσθε 等祈使语气动词。宾格分词 ἀπιόντας 与其隐含的宾格逻辑主语(指代全体将士)一致。

  3. 2.2.5οἷα δεῖ τὸν ἄρχοντα

    关系代词 οἷα 为中性复数宾格,作前文动词 ἐφρόνει 所引申的逻辑宾语。非人称动词 δεῖ 之后省略了不定式 φρονεῖν,全句意为“正如指挥官所应具备的见识”。

  4. 2.2.10ἐννενοηκέναι δοκεῖς

    δοκεῖς 采用人称结构(主格配合完成时不定式 ἐννενοηκέναι),字面为“你似乎已想出……?”,习惯上用作向对方询问其想法:“你认为自己是否想出了……?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.2.1-2.2.10