- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.1.11-2.1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法利诺斯与希腊将领们(包括狄奥彭普斯和克利阿科斯)就交出武器一事展开交涉与辩论;最终克利阿科斯面对开战或休战的抉择,以模棱两可的话语掩盖了己方的真实意图。
πρὸς ταῦτα Φαλῖνος εἶπε· βασιλεὺς νικᾶν ἡγεῖται, ἐπεὶ Κῦρον ἀπέκτεινε. τίς γὰρ αὐτῷ ἔστιν ὅστις τῆς ἀρχῆς ἀντιποιεῖται; νομίζει δὲ καὶ ὑμᾶς ἑαυτοῦ εἶναι, ἔχων ἐν μέσῃ τῇ ἑαυτοῦ χώρᾳ1 καὶ ποταμῶν ἐντὸς ἀδιαβάτων καὶ πλῆθος ἀνθρώπων ἐφʼ ὑμᾶς δυνάμενος ἀγαγεῖν, ὅσον οὐδʼ εἰ παρέχοι ὑμῖν δύναισθε ἂν ἀποκτεῖναι.
对此,法利诺斯说:“国王认为自己是胜利者,因为他杀死了居鲁士。毕竟,还有谁能与他争夺王位呢?他也认为你们是属于他的,因为他把你们围困在他的疆土中央、不可逾越的河流之内,并且能够率领如此众多的人马来对付你们,以至于即使他把这些人交由你们处置,你们也杀之不尽。”
μετὰ τοῦτον Θεόπομπος Ἀθηναῖος εἶπεν· ὦ Φαλῖνε, νῦν, ὡς σὺ ὁρᾷς, ἡμῖν οὐδὲν ἔστιν ἀγαθὸν ἄλλο εἰ μὴ ὅπλα καὶ ἀρετή. ὅπλα μὲν οὖν ἔχοντες οἰόμεθα ἂν καὶ τῇ ἀρετῇ χρῆσθαι, παραδόντες δʼ ἂν ταῦτα καὶ τῶν σωμάτων στερηθῆναι.2 μὴ οὖν οἴου τὰ μόνα ἀγαθὰ ἡμῖν ὄντα ὑμῖν παραδώσειν, ἀλλὰ σὺν τούτοις καὶ περὶ τῶν ὑμετέρων ἀγαθῶν μαχούμεθα.
随后,雅典人狄奥彭普斯说:“法利诺斯啊,正如你所见,如今我们除了武器和英勇之外别无所有。我们认为,保有武器,我们就能运用英勇;若是交出武器,连性命也会被剥夺。因此,别以为我们会把我们仅有的财产交予你们;相反,凭着这些武器,我们甚至将为争夺你们的财产而战。”
ἀκούσας δὲ ταῦτα ὁ Φαλῖνος ἐγέλασε καὶ εἶπεν· ἀλλὰ φιλοσόφῳ μὲν ἔοικας, ὦ νεανίσκε, καὶ λέγεις οὐκ ἀχάριστα· ἴσθι μέντοι ἀνόητος ὤν, εἰ οἴει τὴν ὑμετέραν ἀρετὴν περιγενέσθαι ἂν τῆς βασιλέως δυνάμεως.
法利诺斯听了这话,笑着说:“年轻人,你倒像个哲学家,话也说得颇为动听;不过你该明白,你太不明事理了,如果你以为你们的英勇能够胜过国王的军队。”
ἄλλους δέ τινας ἔφασαν λέγειν ὑπομαλακιζομένους, ὡς καὶ Κύρῳ πιστοὶ ἐγένοντο καὶ βασιλεῖ ἂν πολλοῦ ἄξιοι γένοιντο, εἰ βούλοιτο φίλος γενέσθαι· καὶ εἴτε ἄλλο τι θέλοι χρῆσθαι εἴτʼ ἐπʼ Αἴγυπτον στρατεύειν, συγκαταστρέψαιντʼ ἂν αὐτῷ.
但据说还有另外一些人显得有些软弱,说道:他们曾忠于居鲁士,如果国王愿意成为朋友,他们对国王也会大有用处;无论国王想在别的事情上任用他们,还是打算远征埃及,他们都愿协助国王征服它。
ἐν τούτῳ Κλέαρχος ἧκε, καὶ ἠρώτησεν εἰ ἤδη ἀποκεκριμένοι εἶεν. Φαλῖνος δὲ ὑπολαβὼν εἶπεν· οὗτοι μέν, ὦ Κλέαρχε, ἄλλος ἄλλα λέγει· σὺ δʼ ἡμῖν εἰπὲ τί λέγεις. ὁ δʼ εἶπεν· ἐγώ σε, ὦ Φαλῖνε, ἄσμενος ἑόρακα, οἶμαι δὲ καὶ οἱ ἄλλοι πάντες· σύ τε γὰρ Ἕλλην εἶ καὶ ἡμεῖς τοσοῦτοι ὄντες ὅσους σὺ ὁρᾷς· ἐν τοιούτοις δὲ ὄντες πράγμασι συμβουλευόμεθά σοι τί χρὴ ποιεῖν περὶ ὧν λέγεις.
正在这时,克利阿科斯回来了,询问他们是否已经作出了答复。法利诺斯接过话头说:“克利阿科斯啊,这些人各说各的;你来告诉我们,你的意见是什么。” 克利阿科斯说:“法利诺斯啊,我很高兴见到你,我想其余所有人也是如此。因为你是个希腊人,而我们如你所见的这么多人也〔是希腊人〕。处在这样的局势下,我们就你所说的事情向你咨询该如何行事。
σὺ οὖν πρὸς θεῶν συμβούλευσον ἡμῖν ὅ τι σοι δοκεῖ κάλλιστον καὶ ἄριστον εἶναι, καὶ ὅ σοι τιμὴν οἴσει εἰς τὸν ἔπειτα χρόνον λεγόμενον, ὅτι Φαλῖνός ποτε πεμφθεὶς παρὰ βασιλέως κελεύσων τοὺς Ἕλληνας τὰ ὅπλα παραδοῦναι συμβουλευομένοις συνεβούλευσεν3 αὐτοῖς τάδε. οἶσθα δὲ ὅτι ἀνάγκη λέγεσθαι ἐν τῇ Ἑλλάδι ἃ ἂν συμβουλεύσῃς.
因此,看在诸神的分上,请你向我们建议你认为最得体、最妥善的方案,以及在后世传诵时能为你带来荣誉的建议,即:法利诺斯曾奉国王之命前来命令希腊人交出武器,在他们向他请教时,他向他们提出了这样的建议。因为你知道,无论你提出什么建议,都必然会在希腊全境传扬。”
ὁ δὲ Κλέαρχος ταῦτα ὑπήγετο βουλόμενος καὶ αὐτὸν τὸν παρὰ βασιλέως πρεσβεύοντα συμβουλεῦσαι μὴ παραδοῦναι τὰ ὅπλα, ὅπως εὐέλπιδες μᾶλλον εἶεν οἱ Ἕλληνες. Φαλῖνος δὲ ὑποστρέψας παρὰ τὴν δόξαν αὐτοῦ εἶπεν·
克利阿科斯如此引导,是希望这位国王派来的使节亲自建议不要交出武器,好让希腊人更有希望。然而法利诺斯却出乎他的意料,反戈一击说道:
ἐγώ, εἰ μὲν τῶν μυρίων ἐλπίδων μία τις ὑμῖν ἐστι σωθῆναι πολεμοῦντας βασιλεῖ, συμβουλεύω μὴ παραδιδόναι τὰ ὅπλα· εἰ δέ τοι μηδεμία σωτηρίας ἐστὶν ἐλπὶς ἄκοντος βασιλέως, συμβουλεύω σῴζεσθαι ὑμῖν ὅπῃ δυνατόν.
“依我之见,如果你们与国王作战而得以保全的希望哪怕只有万分之一,我都建议你们不要交出武器;但如果在国王不允的情况下根本没有生还的希望,我则建议你们尽一切可能保全性命。”
Κλέαρχος δὲ πρὸς ταῦτα εἶπεν· ἀλλὰ ταῦτα μὲν δὴ σὺ λέγεις· παρʼ ἡμῶν δὲ ἀπάγγελλε τάδε, ὅτι ἡμεῖς οἰόμεθα, εἰ μὲν δέοι βασιλεῖ φίλους εἶναι, πλείονος ἂν ἄξιοι εἶναι φίλοι ἔχοντες τὰ ὅπλα ἢ παραδόντες ἄλλῳ, εἰ δὲ δέοι πολεμεῖν, ἄμεινον ἂν πολεμεῖν ἔχοντες τὰ ὅπλα ἢ ἄλλῳ παραδόντες.
克利阿科斯对此说道:“好吧,这正是你说的。不过请代我们向国王传达如下的话:我们认为,如果要与国王为友,我们保留武器会比将武器拱手让人成为更有价值的朋友;如果要作战,我们保留武器也比将武器拱手让人能更好地作战。”
ὁ δὲ Φαλῖνος εἶπε· ταῦτα μὲν δὴ ἀπαγγελοῦμεν· ἀλλὰ καὶ τάδε ὑμῖν εἰπεῖν ἐκέλευσε βασιλεύς, ὅτι μένουσι μὲν ὑμῖν αὐτοῦ σπονδαὶ εἴησαν, προϊοῦσι δὲ καὶ ἀπιοῦσι πόλεμος. εἴπατε οὖν καὶ περὶ τούτου πότερα μενεῖτε καὶ σπονδαί εἰσιν ἢ ὡς πολέμου ὄντος παρʼ ὑμῶν ἀπαγγελῶ.
法利诺斯说:“我们一定会转达这些话。但国王还命令我们转告你们如下的事:如果你们留在原地,便是休战;若向前推进或撤退,便是开战。因此,关于这一点也请表明态度:你们是留下来并维持休战,还是我从你们这里传达开战的消息?”
Κλέαρχος δʼ ἔλεξεν· ἀπάγγελλε τοίνυν καὶ περὶ τούτου ὅτι καὶ ἡμῖν ταὐτὰ δοκεῖ ἅπερ καὶ βασιλεῖ. τί οὖν ταῦτά ἐστιν; ἔφη ὁ Φαλῖνος. ἀπεκρίνατο Κλέαρχος· ἢν μὲν μένωμεν, σπονδαί, ἀπιοῦσι δὲ καὶ προϊοῦσι πόλεμος.
克利阿科斯说:“那么关于这一点,也请转达:我们的意见与国王完全一致。”法利诺斯问:“那究竟是什么意见呢?”克利阿科斯回答:“如果我们留下来,就是休战;若是撤退或前进,就是开战。”
ὁ δὲ πάλιν ἠρώτησε· σπονδὰς ἢ πόλεμον ἀπαγγελῶ; Κλέαρχος δὲ ταὐτὰ πάλιν ἀπεκρίνατο· σπονδαὶ μὲν μένουσιν, ἀπιοῦσι δὲ καὶ προϊοῦσι πόλεμος. ὅ τι δὲ ποιήσοι οὐ διεσήμηνε.4
法利诺斯再次追问:“我是该报告休战还是开战?”克利阿科斯再次回答了同样的话:“留守者休战,撤退或前进者开战。”至于他究竟打算怎么做,他并未表明。
- 2.1.11ἐν μέσῃ τῇ ἑαυτοῦ χώρᾳ
形容词 μέσος 处于冠词前的表语位置,表示“在他疆土的中央”(in the midst of),而非定语用法的“中部的疆土”。
- 2.1.12παραδόντες δʼ ἂν ταῦτα καὶ τῶν σωμάτων στερηθῆναι
助词 ἄν 修饰不定式 στερηθῆναι,与表示条件的主格分词 παραδόντες(相当于 εἰ παραδοῖμεν)相结合,构成潜在条件句的归结句(“就会丧失……”)。该不定式结构受主动词 οἰόμεθα 支配(不定式主语与主动词相同而省略,故分词 παραδόντες 用主格)。
- 2.1.17συμβουλευομένοις συνεβούλευσεν
同一动词的中动态(συμβουλεύομαι,意为“请教、征求建议”)与主动态(συμβουλεύω,意为“提出建议、劝告”)在此被刻意并置对照,下文亦延续了这一词态对比。
- 2.1.23ὅ τι δὲ ποιήσοι οὐ διεσήμηνε
在 ὅ τι 引导的间接疑问句中使用了将来希求式 ποιήσοι。由于主句动词 διεσήμηνε 是过去时态,直陈语气将来时(ὅ τι ποιήσει)按间接引语规则转换为希求式。
