← 色诺芬

长征记

§2.1.1-2.1.10

居鲁士阵亡的噩耗与波斯王的缴械要求

拂晓时分正准备推进的希腊军得知居鲁士阵亡及阿里埃乌斯撤军的计划,克利阿科斯遣使承诺拥立阿里埃乌斯为王;随后波斯国王的使者前来勒令缴械,遭到了希腊诸将的严词回绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

(译文中已并入上一段)
§2.1.2

ἅμα δὲ τῇ ἡμέρᾳ συνελθόντες οἱ στρατηγοὶ ἐθαύμαζον ὅτι Κῦρος οὔτε ἄλλον πέμπει σημανοῦντα ὅ τι χρὴ ποιεῖν οὔτε αὐτὸς φαίνοιτο.1 ἔδοξεν οὖν αὐτοῖς συσκευασαμένοις ἃ εἶχον καὶ ἐξοπλισαμένοις προϊέναι εἰς τὸ πρόσθεν, ἕως Κύρῳ συμμείξειαν.

天亮时分,将领们聚集在一起,他们感到奇怪,居鲁士既没有派其他人来传达该做什么,自己也没有现身。因此他们决定收拾行装,全副武装,向前推进,直到与居鲁士会合。

§2.1.3

ἤδη δὲ ἐν ὁρμῇ ὄντων2 ἅμα ἡλίῳ ἀνέχοντι ἦλθε Προκλῆς ὁ Τευθρανίας ἄρχων, γεγονὼς ἀπὸ Δαμαράτου τοῦ Λάκωνος, καὶ Γλοῦς ὁ Ταμώ. οὗτοι ἔλεγον ὅτι Κῦρος μὲν τέθνηκεν, Ἀριαῖος δὲ πεφευγὼς ἐν τῷ σταθμῷ εἴη μετὰ τῶν ἄλλων βαρβάρων ὅθεν τῇ προτεραίᾳ ὡρμῶντο, καὶ λέγει ὅτι ταύτην μὲν τὴν ἡμέραν περιμένοιεν αὐτούς, εἰ μέλλοιεν ἥκειν, τῇ δὲ ἄλλῃ ἀπιέναι φαίη ἐπὶ Ἰωνίας, ὅθενπερ ἦλθε.

正当他们准备出发时,日出之际,特乌特拉尼亚的统治者、拉哥尼亚人达马拉托斯的后裔普罗克勒斯,以及塔摩斯的儿子格鲁斯来到了。他们报告说居鲁士已经战死,阿里埃乌斯与其余异族人逃到了前一天出发的驿站;阿里埃乌斯说,如果希腊军打算前去,他会在此等候他们这一整天,但到了次日,他就将启程前往他当初前来的伊奥尼亚。

§2.1.4

ταῦτα ἀκούσαντες οἱ στρατηγοὶ καὶ οἱ ἄλλοι Ἕλληνες πυνθανόμενοι βαρέως ἔφερον. Κλέαρχος δὲ τάδε εἶπεν· ἀλλʼ ὤφελε μὲν Κῦρος ζῆν· ἐπεὶ δὲ τετελεύτηκεν, ἀπαγγέλλετε Ἀριαίῳ ὅτι ἡμεῖς νικῶμέν τε βασιλέα καί, ὡς ὁρᾶτε, οὐδεὶς ἔτι ἡμῖν μάχεται, καί, εἰ μὴ ὑμεῖς ἤλθετε, ἐπορευόμεθα ἂν ἐπὶ βασιλέα. ἐπαγγελλόμεθα δὲ Ἀριαίῳ, ἐὰν ἐνθάδε ἔλθῃ, εἰς τὸν θρόνον τὸν βασίλειον καθιεῖν αὐτόν· τῶν γὰρ μάχην νικώντων καὶ τὸ ἄρχειν ἐστί.3

将领们以及听闻此事的其余希腊人听到这些,都深感痛心。但克利阿科斯说了如下的话:“但愿居鲁士还活着!既然他已经亡故,就去向阿里埃乌斯报告:我们战胜了国王,正如你们所见,不再有人与我们作战;若不是你们来到,我们本已向国王进军了。我们向阿里埃乌斯许诺,如果他来到这里,我们将拥立他坐上王位;因为统治权正是属于那些赢得战斗的人。”

§2.1.5

ταῦτα εἰπὼν ἀποστέλλει τοὺς ἀγγέλους καὶ σὺν αὐτοῖς Χειρίσοφον τὸν Λάκωνα καὶ Μένωνα τὸν Θετταλόν· καὶ γὰρ αὐτὸς Μένων ἐβούλετο· ἦν γὰρ φίλος καὶ ξένος Ἀριαίου.

说完这些,他打发使者们离去,并派拉哥尼亚人奇里斯索福斯和色萨利人墨诺与他们同行;墨诺本人也正有此意,因为他是阿里埃乌斯的朋友和客卿。

§2.1.6

οἱ μὲν ᾤχοντο, Κλέαρχος δὲ περιέμενε· τὸ δὲ στράτευμα ἐπορίζετο σῖτον, ὅπως ἐδύνατο, ἐκ τῶν ὑποζυγίων κόπτοντες τοὺς βοῦς καὶ ὄνους·4 ξύλοις δὲ ἐχρῶντο μικρὸν προϊόντες ἀπὸ τῆς φάλαγγος, οὗ ἡ μάχη ἐγένετο, τοῖς τε οἰστοῖς πολλοῖς οὖσιν, οὓς ἠνάγκαζον οἱ Ἕλληνες ἐκβάλλειν τοὺς αὐτομολοῦντας παρὰ βασιλέως, καὶ τοῖς γέρροις καὶ ταῖς ἀσπίσι ταῖς ξυλίναις ταῖς Αἰγυπτίαις· πολλαὶ δὲ καὶ πέλται καὶ ἅμαξαι ἦσαν φέρεσθαι ἔρημοι·5 οἷς πᾶσι χρώμενοι κρέα ἕψοντες ἤσθιον ἐκείνην τὴν ἡμέραν.

使者们离去了,克利阿科斯则留下来等待。军队尽可能地自行筹备粮食,宰杀驮畜中的牛和驴充饥;他们从交战处的方阵稍向前行,将大量丢弃的箭支——这是希腊人强迫从国王处倒戈的投降者弃掷的——以及柳条盾、埃及式木盾当作木柴使用;此外还有许多轻盾和空弃的辎重车辆任凭取用。他们利用这一切煮肉充饥,度过了那一整天。

§2.1.7

καὶ ἤδη τε ἦν περὶ πλήθουσαν ἀγορὰν καὶ ἔρχονται παρὰ βασιλέως καὶ Τισσαφέρνους κήρυκες οἱ μὲν ἄλλοι βάρβαροι, ἦν δʼ αὐτῶν Φαλῖνος εἷς Ἕλλην, ὃς ἐτύγχανε παρὰ Τισσαφέρνει ὢν καὶ ἐντίμως ἔχων· καὶ γὰρ προσεποιεῖτο ἐπιστήμων εἶναι τῶν ἀμφὶ τάξεις τε καὶ ὁπλομαχίαν.

大约到了集市热闹的时分,国王和提萨斐尼派来的传令官到了。其余人都是异族人,其中有一位希腊人法利诺斯,他恰好在提萨斐尼军中并备受尊崇;因为他自诩精通阵列与重步兵战术。

§2.1.8

οὗτοι δὲ προσελθόντες καὶ καλέσαντες τοὺς τῶν Ἑλλήνων ἄρχοντας λέγουσιν ὅτι βασιλεὺς κελεύει τοὺς Ἕλληνας, ἐπεὶ νικῶν τυγχάνει καὶ Κῦρον ἀπέκτονε, παραδόντας τὰ ὅπλα ἰόντας ἐπὶ βασιλέως θύρας εὑρίσκεσθαι ἄν τι δύνωνται ἀγαθόν.

这些人走上前,召集希腊人的将领,宣称国王鉴于自己赢得了胜利且杀死了居鲁士,命令希腊人交出武器,前往国王门前,若能谋得什么好处就去谋求恩典。

§2.1.9

ταῦτα μὲν εἶπον οἱ βασιλέως κήρυκες· οἱ δὲ Ἕλληνες βαρέως μὲν ἤκουσαν, ὅμως δὲ Κλέαρχος τοσοῦτον εἶπεν, ὅτι οὐ τῶν νικώντων εἴη τὰ ὅπλα παραδιδόναι·6 ἀλλʼ, ἔφη, ὑμεῖς μέν, ὦ ἄνδρες στρατηγοί, τούτοις ἀποκρίνασθε ὅ τι κάλλιστόν τε καὶ ἄριστον ἔχετε· ἐγὼ δὲ αὐτίκα ἥξω. ἐκάλεσε γάρ τις αὐτὸν τῶν ὑπηρετῶν, ὅπως ἴδοι τὰ ἱερὰ ἐξῃρημένα· ἔτυχε γὰρ θυόμενος.

国王的传令官们说了这些话。希腊人听后面色沉重,但克利阿科斯只说了这么多:交出武器绝非胜者所为。“不过,”他说,“各位将军,你们且以你们所能作出的最得体、最妥善的话答复他们;我立刻就回来。”原来是一名侍从叫他去查看取出的祭品内脏,因为他当时碰巧正在主持祭祀。

§2.1.10

ἔνθα δὴ ἀπεκρίνατο Κλεάνωρ ὁ Ἀρκάς, πρεσβύτατος ὤν, ὅτι πρόσθεν ἂν ἀποθάνοιεν ἢ τὰ ὅπλα παραδοίησαν· Πρόξενος δὲ ὁ Θηβαῖος, ἀλλʼ ἐγώ, ἔφη, ὦ Φαλῖνε, θαυμάζω πότερα ὡς κρατῶν βασιλεὺς αἰτεῖ τὰ ὅπλα ἢ ὡς διὰ φιλίαν δῶρα. εἰ μὲν γὰρ ὡς κρατῶν, τί δεῖ αὐτὸν αἰτεῖν καὶ οὐ λαβεῖν ἐλθόντα; εἰ δὲ πείσας βούλεται λαβεῖν, λεγέτω τί ἔσται τοῖς στρατιώταις, ἐὰν αὐτῷ ταῦτα χαρίσωνται.

这时,作为最年长者的阿卡迪亚人克勒阿诺尔回答说,他们宁死也不会交出武器。底比斯人普罗克塞诺斯则说:“法利诺斯啊,我倒是纳罕,国王究竟是作为征服者索要武器,还是作为友谊的礼物索取?如果是作为征服者,他何必索求,为何不亲自前来夺取?如果是想通过说服来获取,那就让他说明,要是士兵们满足他这一要求,他们能得到什么回报。”

语法注6 条
  1. 2.1.2ὅτι Κῦρος οὔτε ἄλλον πέμπει σημανοῦντα ὅ τι χρὴ ποιεῖν οὔτε αὐτὸς φαίνοιτο

    在引导间接引语的 ὅτι 从句中,现在时直陈式 πέμπει 与现在时祈愿式 φαίνοιτο 并列。主动词 ἐθαύμαζον 为历史时态,直陈式保留了原初所思所想的原貌以示生动,而祈愿式则按过去时态序列规则转换为间接引语祈愿式(optativus obliquus)。

  2. 2.1.3ἤδη δὲ ἐν ὁρμῇ ὄντων

    无显式主语的属格独立结构(genitivus absolutus)。根据上下文,省略了指代前文决定出发的军队或诸将的代词主语(αὐτῶν)。

  3. 2.1.4τῶν γὰρ μάχην νικώντων καὶ τὸ ἄρχειν ἐστί

    τῶν νικώντων 是配合系词 ἐστί 使用的表所属的述语属格(“属于获胜之人”)。而 μάχην 则是动词 νικάω 搭配的同源宾格(或内向宾格),意为“在战斗中获胜”。

  4. 2.1.6τὸ δὲ στράτευμα ἐπορίζετο σῖτον, ὅπως ἐδύνατο, ἐκ τῶν ὑποζυγίων κόπτοντες τοὺς βοῦς καὶ ὄνους

    涵义一致(constructio ad sensum):中性单数集合名词主语 τὸ στράτευμα 及其单数谓语动词 ἐπορίζετο,在后文与阳性复数分词 κόπτοντες 搭配,体现出将整支军队视为从事宰杀行动的具体士兵个体。

  5. 2.1.6πολλαὶ δὲ καὶ πέλται καὶ ἅμαξαι ἦσαν φέρεσθαι ἔρημοι

    现在时被动态不定式 φέρεσθαι 作说明性/限制性不定式(epexegetic infinitive),修饰形容词 ἔρημοι,意为“被空置抛弃以任凭取走”。

  6. 2.1.9οὐ τῶν νικώντων εἴη τὰ ὅπλα παραδιδόναι

    εἴη 是 εἶπεν 引出的间接引语祈愿式(optativus obliquus)。不定式短语 τὰ ὅπλα παραδιδόναι 作主语,τῶν νικώντων 为表特征、职责的述语属格(“交出武器绝非胜者的本分”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:2.1.1-2.1.10