← 色诺芬

长征记

§1.10.10-1.10.19

大王军再度溃逃与希腊人空腹归营

大王重新整队,但在希腊人的再度冲锋下溃逃,其骑兵亦撤离山丘。希腊军返回大营发现物资被洗劫,只得忍饥过夜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.10

ἐν ᾧ δὲ ταῦτα ἐβουλεύοντο, καὶ δὴ βασιλεὺς παραμειψάμενος εἰς τὸ αὐτὸ σχῆμα κατέστησεν ἀντίαν τὴν φάλαγγα ὥσπερ τὸ πρῶτον μαχούμενος συνῄει. ὡς δὲ εἶδον οἱ Ἕλληνες ἐγγύς τε ὄντας καὶ παρατεταγμένους, αὖθις παιανίσαντες ἐπῇσαν πολὺ ἔτι προθυμότερον ἢ τὸ πρόσθεν.

正当他们商议此事之际,大王已经绕过,并以起初迎战前进时的相同阵形将方阵正对他们展开。希腊人一见他们逼近且已列阵,便再次唱起凯歌,比先前更加奋勇地向前推进。

§1.10.11

οἱ δʼ αὖ βάρβαροι οὐκ ἐδέχοντο, ἀλλὰ ἐκ πλέονος ἢ τὸ πρόσθεν ἔφευγον· οἱ δʼ ἐπεδίωκον μέχρι κώμης τινός· ἐνταῦθα δʼ ἔστησαν οἱ Ἕλληνες· ὑπὲρ γὰρ τῆς κώμης γήλοφος ἦν, ἐφʼ οὗ ἀνεστράφησαν οἱ ἀμφὶ βασιλέα, πεζοὶ μὲν οὐκέτι, τῶν δὲ ἱππέων ὁ λόφος ἐνεπλήσθη, ὥστε τὸ ποιούμενον μὴ γιγνώσκειν.1 καὶ τὸ βασίλειον σημεῖον ὁρᾶν ἔφασαν αἰετόν τινα χρυσοῦν ἐπὶ πέλτῃ ἐπὶ ξύλου ἀνατεταμένον.2

然而蛮族部队并未迎战,而是在比先前更远的距离便溃逃了;希腊人一直追击到某个村庄。希腊人在那里停了下来;因为村庄上方有一座山丘,大王身边的部队在此折回重组——已不再有步兵,山丘上全是骑兵,以至于无法看清具体动静。他们说看见了大王的军旗,是一只在木柱上的小盾上展翅的黄金之鹰。

§1.10.13

ἐπεὶ δὲ καὶ ἐνταῦθʼ ἐχώρουν οἱ Ἕλληνες, λείπουσι δὴ καὶ τὸν λόφον οἱ ἱππεῖς· οὐ μὴν ἔτι ἁθρόοι ἀλλʼ ἄλλοι ἄλλοθεν· ἐψιλοῦτο δʼ ὁ λόφος τῶν ἱππέων· τέλος δὲ καὶ πάντες ἀπεχώρησαν.

当希腊人向那里推进时,骑兵们也弃守了山丘——不再是整队撤退,而是四散奔逃;山丘上的骑兵渐渐走空,最终所有人全部退去。

§1.10.14

ὁ οὖν Κλέαρχος οὐκ ἀνεβίβαζεν ἐπὶ τὸν λόφον, ἀλλʼ ὑπʼ αὐτὸν στήσας τὸ στράτευμα πέμπει Λύκιον τὸν Συρακόσιον καὶ ἄλλον ἐπὶ τὸν λόφον καὶ κελεύει κατιδόντας τὰ ὑπὲρ τοῦ λόφου τί ἐστιν ἀπαγγεῖλαι.

于是克勒阿科斯并未率军登上山丘,而是将军队驻扎在山脚下,派遣叙拉古人吕喀奥斯和另一人前往山顶,命令他们察看山丘背后并回报实情。

§1.10.15

καὶ ὁ Λύκιος ἤλασέ τε καὶ ἰδὼν ἀπαγγέλλει ὅτι φεύγουσιν ἀνὰ κράτος.

吕喀奥斯策马上去,看清后回报说敌军正在全力逃窜。

§1.10.16

σχεδὸν δʼ ὅτε ταῦτα ἦν καὶ ἥλιος ἐδύετο. ἐνταῦθα δʼ ἔστησαν οἱ Ἕλληνες καὶ θέμενοι τὰ ὅπλα ἀνεπαύοντο· καὶ ἅμα μὲν ἐθαύμαζον ὅτι οὐδαμοῦ Κῦρος φαίνοιτο οὐδʼ ἄλλος ἀπʼ αὐτοῦ οὐδεὶς παρῄει· οὐ γὰρ ᾔδεσαν αὐτὸν τεθνηκότα, ἀλλʼ εἴκαζον ἢ διώκοντα οἴχεσθαι ἢ καταληψόμενόν τι προεληλακέναι· καὶ αὐτοὶ ἐβουλεύοντο εἰ αὐτοῦ μείναντες τὰ σκευοφόρα ἐνταῦθα ἄγοιντο ἢ ἀπίοιεν ἐπὶ τὸ στρατόπεδον. ἔδοξεν αὐτοῖς ἀπιέναι· καὶ ἀφικνοῦνται ἀμφὶ δορπηστὸν ἐπὶ τὰς σκηνάς.

正当这些事情发生时,太阳也快落山了。希腊人便停步就地放下武器休息;同时他们深感惊异,因为居鲁士杳无踪影,也没有任何人从他那里派来;他们并不知道居鲁士已经阵亡,只是推测他或是前去追击,或是策马向前去占领某个据点;他们自己也在商量,究竟是留在此地将辎重队运来,还是返回大营。他们决定返回,于是在晚餐时分抵达帐篷。

§1.10.18

ταύτης μὲν τῆς ἡμέρας τοῦτο τὸ τέλος ἐγένετο. καταλαμβάνουσι δὲ τῶν τε ἄλλων χρημάτων τὰ πλεῖστα διηρπασμένα καὶ εἴ τι σιτίον ἢ ποτὸν ἦν, καὶ τὰς ἁμάξας μεστὰς ἀλεύρων καὶ οἴνου, ἃς παρεσκευάσατο Κῦρος, ἵνα εἴ ποτε σφόδρα τὸ στράτευμα λάβοι ἔνδεια, διαδιδοίη τοῖς Ἕλλησιν (ἦσαν δʼ αὗται τετρακόσιαι, ὡς ἐλέγοντο, ἅμαξαι), καὶ ταύτας τότε οἱ σὺν βασιλεῖ διήρπασαν.

这一天便以此告终。他们发现其他财产大多已被洗劫一空,凡有食物或饮料亦然;至于那些装满面粉和葡萄酒的大车——居鲁士原本备下这些,以便军中一旦遭遇极度匮乏时分发给希腊人(据说这些大车有四百辆之多)——当时也全被大王的部下劫掠了。

§1.10.19

ὥστε ἄδειπνοι ἦσαν οἱ πλεῖστοι τῶν Ἑλλήνων· ἦσαν δὲ καὶ ἀνάριστοι· πρὶν γὰρ δὴ καταλῦσαι τὸ στράτευμα πρὸς ἄριστον3 βασιλεὺς ἐφάνη. ταύτην μὲν οὖν τὴν νύκτα οὕτω διεγένοντο.

因此,绝大多数希腊人都未能吃上晚饭;他们甚至也没有吃午饭,因为在部队停下用午饭之前,大王就已经出现了。于是,他们就这样度过了这一夜。

语法注3 条
  1. 1.10.12ὥστε τὸ ποιούμενον μὴ γιγνώσκειν

    由 ὥστε 引导的不定式 γιγνώσκειν 构成结果从句。不定式的逻辑主语在上下文中省略,指观察中的希腊人或泛指人们。否定词 μή 符合不定式的一般规则,中性实质分词 τὸ ποιούμενον 用作直接宾语,意为“正在发生的事情”。

  2. 1.10.12ἐπὶ πέλτῃ ἐπὶ ξύλου ἀνατεταμένον

    两重介词短语(ἐπὶ πέλτῃ 与 ἐπὶ ξύλου)的修饰关系。该句描绘一只展翅的鹰(ἀνατεταμένον,中动/被动完成时分词)立于小盾之上(ἐπὶ πέλτῃ),而该小盾则装设在木柱或杆子上(ἐπὶ ξύλου),以此具体描述波斯大王的军旗规制。

  3. 1.10.19πρὶν γὰρ δὴ καταλῦσαι τὸ στράτευμα πρὸς ἄριστον

    由于主句为肯定句(βασιλεὺς ἐφάνη),πρίν 规则地接不定式 καταλῦσαι。宾格 τὸ στράτευμα 为不定式的逻辑主语。καταλύω 在此处为习惯用法,指“停步休整/解除行军状态以休息”,此处指全军暂停行军以便用午餐。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.10.10-1.10.19