- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.9.17-1.9.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士因其公正的治理、对部属朋友的丰厚赏赐与入微关怀而深得众心,其部下直至他阵亡时舍身相随的忠诚亦成为其卓越品质的明证。
καὶ γὰρ οὖν ἄλλα τε πολλὰ δικαίως αὐτῷ διεχειρίζετο καὶ στρατεύματι ἀληθινῷ ἐχρήσατο. καὶ γὰρ στρατηγοὶ καὶ λοχαγοί, οἳ χρημάτων ἕνεκα πρὸς ἐκεῖνον ἔπλευσαν, ἔγνωσαν κερδαλεώτερον εἶναι Κύρῳ καλῶς πειθαρχεῖν ἢ τὸ κατὰ μῆνα κέρδος.
正因如此,他不仅把许多其他事务处理得公正得当,而且拥有了一支真正的军队。事实上,为了金钱渡海投奔他的将领和连长们认识到,忠心服从居鲁士,比仅仅获取月俸更为有利可图。
ἀλλὰ μὴν εἴ τίς γέ τι αὐτῷ προστάξαντι καλῶς ὑπηρετήσειεν, οὐδενὶ πώποτε ἀχάριστον εἴασε τὴν προθυμίαν. τοιγαροῦν δὴ κράτιστοι ὑπηρέται παντὸς ἔργου Κύρῳ ἐλέχθησαν γενέσθαι.
再者,若有人在他发出命令后忠实效力,他决不会让任何人的热忱落空而得不到奖赏。因此据说居鲁士在任何事业上都得到了最得力的助手。
εἰ δέ τινα ὁρῴη δεινὸν ὄντα οἰκονόμον ἐκ τοῦ δικαίου καὶ κατασκευάζοντά τε ἧς ἄρχοι χώρας καὶ προσόδους ποιοῦντα, οὐδένα ἂν πώποτε ἀφείλετο, ἀλλʼ ἀεὶ πλείω προσεδίδου·1 ὥστε καὶ ἡδέως ἐπόνουν καὶ θαρραλέως ἐκτῶντο καὶ ὃ ἐπέπατο αὖ τις ἥκιστα Κῦρον ἔκρυπτεν· οὐ γὰρ φθονῶν τοῖς φανερῶς πλουτοῦσιν ἐφαίνετο, ἀλλὰ πειρώμενος χρῆσθαι τοῖς τῶν ἀποκρυπτομένων χρήμασι.
如果他看到某人依公正之道擅于理财,既建设治理所辖之地又增加税收,他决不夺其所得,反而总是予以加赏;以至于人们乐于劳作,安心积累财富,任何人所积攒的财物决不在居鲁士面前隐匿。因为他并未显露出嫉妒公开致富者的神色,反而试图去利用那些把财产藏匿起来的人的资财。
φίλους γε μήν, ὅσους ποιήσαιτο καὶ εὔνους γνοίη ὄντας καὶ ἱκανοὺς κρίνειε συνεργοὺς εἶναι ὅ τι τυγχάνει βουλόμενος κατεργάζεσθαι, ὁμολογεῖται πρὸς πάντων κράτιστος δὴ γενέσθαι θεραπεύειν.
至于朋友,凡是他所结交、认定为心怀善意并判定有能力协助完成他意欲成就之事的同伴,公认他在关怀照顾他们方面堪称众人之冠。
καὶ γὰρ αὐτὸ τοῦτο οὗπερ αὐτὸς ἕνεκα φίλων ᾤετο δεῖσθαι,2 ὡς συνεργοὺς ἔχοι, καὶ αὐτὸς ἐπειρᾶτο συνεργὸς τοῖς φίλοις κράτιστος εἶναι τούτου ὅτου αἰσθάνοιτο ἕκαστον ἐπιθυμοῦντα.
因为正如他自己之所以认为需要朋友,是为了拥有同心协力之人,他自己也同样努力在察觉到每位朋友所渴望的事物上,成为他们最得力的协助者。
δῶρα δὲ πλεῖστα μὲν οἶμαι εἷς γε ἀνὴρ ἐλάμβανε διὰ πολλά· ταῦτα δὲ πάντων δὴ μάλιστα τοῖς φίλοις διεδίδου, πρὸς τοὺς τρόπους ἑκάστου σκοπῶν καὶ ὅτου μάλιστα ὁρῴη ἕκαστον δεόμενον.
谈及馈赠,我想由于诸多缘故,他作为一人所受到的礼物是最多的;而他比任何人都更多地将这些礼物分发给朋友们,着眼于每个人的性格以及他所看到的各人最切身的需求。
καὶ ὅσα τῷ σώματι αὐτοῦ πέμποι τις ἢ ὡς εἰς πόλεμον ἢ ὡς εἰς καλλωπισμόν, καὶ περὶ τούτων λέγειν αὐτὸν ἔφασαν ὅτι τὸ μὲν ἑαυτοῦ σῶμα οὐκ ἂν δύναιτο τούτοις πᾶσι κοσμηθῆναι, φίλους δὲ καλῶς κεκοσμημένους μέγιστον κόσμον ἀνδρὶ νομίζοι.
凡是有人送给他用于其自身的物品,无论是用于战阵还是为了修饰仪容,人们传述他也曾就此说道:他自己的身体无法佩戴这一切,但他认为盛装齐整的朋友们才是男子最大的装饰。
καὶ τὸ μὲν τὰ μεγάλα νικᾶν τοὺς φίλους εὖ ποιοῦντα οὐδὲν θαυμαστόν, ἐπειδή γε καὶ δυνατώτερος ἦν· τὸ δὲ τῇ ἐπιμελείᾳ περιεῖναι τῶν φίλων καὶ τῷ προθυμεῖσθαι χαρίζεσθαι, ταῦτα ἔμοιγε μᾶλλον δοκεῖ ἀγαστὰ εἶναι.
在重大事情上以施恩惠超越朋友,这并不足为奇,因为他本就拥有更大的权势;然而在体恤入微以及热心施惠方面压倒朋友,这些在我看来更值得赞叹。
Κῦρος γὰρ ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς πολλάκις ὁπότε πάνυ ἡδὺν λάβοι, λέγων ὅτι οὔπω δὴ πολλοῦ χρόνου τούτου ἡδίονι οἴνῳ ἐπιτύχοι· τοῦτον οὖν σοὶ ἔπεμψε καὶ δεῖταί σου τήμερον τοῦτον ἐκπιεῖν σὺν οἷς μάλιστα φιλεῖς.
因为居鲁士常常在获得极甘醇的美酒时,送去半空的酒坛,并传话说他已很久没有喝到比这更香醇的美酒了:“因此他将此酒送予你,请你今日与至亲好友一同畅饮。”
πολλάκις δὲ χῆνας ἡμιβρώτους ἔπεμπε καὶ ἄρτων ἡμίσεα καὶ ἄλλα τοιαῦτα, ἐπιλέγειν κελεύων τὸν φέροντα· τούτοις ἥσθη Κῦρος· βούλεται οὖν καὶ σὲ τούτων γεύσασθαι.
他又常送去吃剩一半的鹅肉、半块面包以及其他此类食物,嘱咐送物者转告:“居鲁士喜爱这些食物;因此他也希望你能尝尝。”
ὅπου δὲ χιλὸς σπάνιος πάνυ εἴη, αὐτὸς δὲ δύναιτο παρασκευάσασθαι διὰ τὸ πολλοὺς ἔχειν ὑπηρέτας καὶ διὰ τὴν ἐπιμέλειαν, διαπέμπων ἐκέλευε τοὺς φίλους τοῖς τὰ ἑαυτῶν σώματα ἄγουσιν ἵπποις ἐμβάλλειν τοῦτον τὸν χιλόν, ὡς μὴ πεινῶντες τοὺς ἑαυτοῦ φίλους ἄγωσιν.
在草料极度匮乏、而他因随从众多且思虑周详而能够备齐草料之处,他便分发下去,吩咐朋友们拿这些草料去喂养驮载他们身体的坐骑,以免驮着自己朋友的马匹挨饿。
εἰ δὲ δή ποτε πορεύοιτο καὶ πλεῖστοι μέλλοιεν ὄψεσθαι, προσκαλῶν τοὺς φίλους ἐσπουδαιολογεῖτο, ὡς δηλοίη οὓς τιμᾷ. ὥστε ἐγὼ μέν γε, ἐξ ὧν ἀκούω, οὐδένα κρίνω ὑπὸ πλειόνων πεφιλῆσθαι οὔτε Ἑλλήνων οὔτε βαρβάρων.
若他出行而路人极众之时,他便招引朋友来到身边,与之促膝切切长谈,以昭示自己器重何人。因此据我所闻,我判定无论在希腊人还是外邦人中,没有任何人受到过更多人的爱戴。
τεκμήριον δὲ τούτου καὶ τόδε. παρὰ μὲν Κύρου δούλου ὄντος3 οὐδεὶς ἀπῄει πρὸς βασιλέα, πλὴν Ὀρόντας ἐπεχείρησε· καὶ οὗτος δὴ ὃν ᾤετο πιστόν οἱ εἶναι ταχὺ αὐτὸν ηὗρε Κύρῳ φίλτερον ἢ ἑαυτῷ· παρὰ δὲ βασιλέως πολλοὶ πρὸς Κῦρον ἀπῆλθον, ἐπειδὴ πολέμιοι ἀλλήλοις ἐγένοντο, καὶ οὗτοι μέντοι οἱ μάλιστα ὑπʼ αὐτοῦ ἀγαπώμενοι, νομίζοντες παρὰ Κύρῳ ὄντες ἀγαθοὶ ἀξιωτέρας ἂν τιμῆς τυγχάνειν4 ἢ παρὰ βασιλεῖ.
以下之事亦可作为明证:在居鲁士原本不过是大王臣属之时,并无一人离弃他叛逃大王,唯有奥隆塔斯企图如此;而此人很快就发现,自己以为忠于自己的部下,对居鲁士的忠诚胜过了对自己。相反,自从双方反目成仇之后,许多人从大王身边投奔居鲁士,并且这些人恰恰是最受大王宠爱之人,因为他们深信,若在居鲁士麾下表现英勇,所获之荣赏将远比在大王那里更为丰厚。
μέγα δὲ τεκμήριον καὶ τὸ ἐν τῇ τελευτῇ τοῦ βίου αὐτῷ γενόμενον ὅτι καὶ αὐτὸς ἦν ἀγαθὸς καὶ κρίνειν ὀρθῶς ἐδύνατο τοὺς πιστοὺς καὶ εὔνους καὶ βεβαίους.
而在他生命终结时所发生的事,更是证明他自身卓越、并能准确鉴别忠诚、善意与坚定之人的重大证据。
ἀποθνῄσκοντος γὰρ αὐτοῦ πάντες οἱ περὶ αὐτὸν φίλοι καὶ συντράπεζοι ἀπέθανον μαχόμενοι ὑπὲρ Κύρου πλὴν Ἀριαίου· οὗτος δὲ τεταγμένος ἐτύγχανεν ἐπὶ τῷ εὐωνύμῳ τοῦ ἱππικοῦ ἄρχων· ὡς δʼ ᾔσθετο Κῦρον πεπτωκότα, ἔφυγεν ἔχων καὶ τὸ στράτευμα πᾶν οὗ ἡγεῖτο.
因为当他战死之时,身旁所有的朋友和同席共餐的同伴,除阿里埃乌斯外,皆为居鲁士奋战而死;而此人当时恰好受命统领左翼骑兵,一获悉居鲁士阵亡,便带领所统帅的全部军队溃逃而去。
- 1.9.19οὐδένα ἂν πώποτε ἀφείλετο, ἀλλʼ ἀεὶ πλείω προσεδίδου
小品词 ἄν 与过去时直陈式不定过去时动词(ἀφείλετο)连用,表示过去反复发生的习惯性行为(过去迭代用法),与后接的未完成过去时 προσεδίδου 形成呼应,意为“绝不会剥夺任何人的所得,反而总是予以加赏”。
- 1.9.21αὐτὸ τοῦτο οὗπερ αὐτὸς ἕνεκα φίλων ᾤετο δεῖσθαι
αὐτὸ τοῦτο 作状语性宾格(“正是为了这一目的”)。关系代词 οὗπερ 受其后的后置介词 ἕνεκα 支配而呈属格(“他自己认为正为了它而需要朋友”),整体与后文目的从句 ὡς συνεργοὺς ἔχοι 构成同位语关系。
- 1.9.29δούλου ὄντος
与属格 Κύρου(受介词 παρά 支配)一致的状语分词,在此表让步意义(“尽管他原本只是大王的臣仆”)。在波斯专制政体下,所有封臣皆是大王的“奴仆/臣子”(δοῦλος);此让步分词强调了竟无一人离弃臣属地位的小居鲁士而投奔至尊大王的非同寻常之处。
- 1.9.29νομίζοντες παρὰ Κύρῳ ὄντες ἀγαθοὶ ἀξιωτέρας ἂν τιμῆς τυγχάνειν
分词 ὄντες 作条件状语(相当于 εἰ εἶεν,“如果他们表现英勇”),主格补足语 ἀγαθοί 与 νομίζοντες 及不定式 τυγχάνειν 的逻辑主语一致。不定式 τυγχάνειν 与 ἄν 连用,在间接引语中代表直说形式的希求法加 ἄν(潜在语气),表示“自以为将会获得更相称的尊荣”。
