← 色诺芬

长征记

§1.10.1-1.10.9

大王劫掠营地与希腊军重整阵线

居鲁士阵亡后,大王突入营地劫掠并与守卫辎重的希腊守军交手。察知战局后双方主力再度对峙,希腊军调整阵线以防被波斯军队合围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

ἐνταῦθα δὴ Κύρου ἀποτέμνεται ἡ κεφαλὴ καὶ ἡ χεὶρ ἡ δεξιά. βασιλεὺς δὲ διώκων εἰσπίπτει εἰς τὸ Κύρειον στρατόπεδον· καὶ οἱ μὲν μετὰ Ἀριαίου οὐκέτι ἵστανται, ἀλλὰ φεύγουσι διὰ τοῦ αὑτῶν στρατοπέδου εἰς τὸν σταθμὸν ἔνθεν ὡρμῶντο· τέτταρες δʼ ἐλέγοντο παρασάγγαι εἶναι τῆς ὁδοῦ.

就在那时,居鲁士的头颅和右手被砍下。大王在追击中冲进了居鲁士的营地;阿里埃乌斯的部下不再坚守,而是穿越自己的营地逃回他们出发的宿营地;据说这段路程有四波斯里。

§1.10.2

βασιλεὺς δὲ καὶ οἱ σὺν αὐτῷ τά τε ἄλλα πολλὰ διαρπάζουσι καὶ τὴν Φωκαΐδα τὴν Κύρου παλλακίδα τὴν σοφὴν καὶ καλὴν λεγομένην εἶναι λαμβάνει.

大王和跟随他的人掠夺了许多其他财物,〔大王〕还俘获了被称为聪慧美丽的福西亚籍居鲁士侍妾。

§1.10.3

ἡ δὲ Μιλησία ἡ νεωτέρα ληφθεῖσα ὑπὸ τῶν ἀμφὶ βασιλέα ἐκφεύγει γυμνὴ πρὸς τῶν Ἑλλήνων1 οἳ ἔτυχον ἐν τοῖς σκευοφόροις ὅπλα ἔχοντες καὶ ἀντιταχθέντες πολλοὺς μὲν τῶν ἁρπαζόντων ἀπέκτειναν, οἱ δὲ καὶ αὐτῶν ἀπέθανον· οὐ μὴν ἔφυγόν γε, ἀλλὰ καὶ ταύτην ἔσωσαν καὶ τἆλλα, ὁπόσα ἐντὸς αὐτῶν καὶ χρήματα καὶ ἄνθρωποι ἐγένοντο, πάντα ἔσωσαν.

而较年轻的那位米利都籍侍妾虽被大王近从捕获,却赤身脱逃至希腊人当中恰好在辎重队里手持武器的人那里;希腊人列阵迎敌,杀死了许多掠夺者,他们自身也有几人阵亡;然而他们并未溃逃,不仅救下了这位女子,还将退入其防线内部的所有财物和人员全都保全了下来。

§1.10.4

ἐνταῦθα διέσχον ἀλλήλων βασιλεύς τε καὶ οἱ Ἕλληνες ὡς τριάκοντα στάδια, οἱ μὲν διώκοντες τοὺς καθʼ αὑτοὺς ὡς πάντας νικῶντες,2 οἱ δʼ ἁρπάζοντες ὡς ἤδη πάντες νικῶντες.

此时,大王与希腊人相距大约三十斯塔迪昂,一方追击面对自己的敌人,宛如击溃了所有人,另一方则大肆掠夺,宛如自身已全员获胜。

§1.10.5

ἐπεὶ δʼ ᾔσθοντο οἱ μὲν Ἕλληνες ὅτι βασιλεὺς σὺν τῷ στρατεύματι ἐν τοῖς σκευοφόροις εἴη, βασιλεὺς δʼ αὖ ἤκουσε Τισσαφέρνους ὅτι οἱ Ἕλληνες νικῷεν τὸ καθʼ αὑτοὺς καὶ εἰς τὸ πρόσθεν οἴχονται διώκοντες, ἔνθα δὴ βασιλεὺς μὲν ἁθροίζει τε τοὺς ἑαυτοῦ καὶ συντάττεται, ὁ δὲ Κλέαρχος ἐβουλεύετο Πρόξενον καλέσας (πλησιαίτατος γὰρ ἦν), εἰ πέμποιέν τινας ἢ πάντες ἴοιεν ἐπὶ τὸ στρατόπεδον ἀρήξοντες.

但是,当希腊人察觉到大王与军队正处于辎重队中,而大王也从蒂萨斐尼那里听说希腊人战胜了迎面之敌并正在向前追击时,大王便召集并整编自己的部属,而克勒阿科斯则召来普罗克塞诺斯(因为他距离最近),共同商议究竟是派出一部分兵力还是全军前去营救大营。

§1.10.6

ἐν τούτῳ καὶ βασιλεὺς δῆλος ἦν προσιὼν3 πάλιν, ὡς ἐδόκει, ὄπισθεν. καὶ οἱ μὲν Ἕλληνες στραφέντες παρεσκευάζοντο ὡς ταύτῃ προσιόντος καὶ δεξόμενοι, ὁ δὲ βασιλεὺς ταύτῃ μὲν οὐκ ἦγεν, ᾗ δὲ παρῆλθεν ἔξω τοῦ εὐωνύμου κέρατος ταύτῃ καὶ ἀπῆγεν, ἀναλαβὼν καὶ τοὺς ἐν τῇ μάχῃ πρὸς τοὺς Ἕλληνας αὐτομολήσαντας καὶ Τισσαφέρνην καὶ τοὺς σὺν αὐτῷ.

此时,大王也显然再次逼近,看样子是从背后赶来。于是希腊人转过身来,以为〔大王〕正从那边逼近而做好迎击准备;但大王并未引军向该方向挺进,而是沿着他先前绕过左翼外侧的原路撤回,顺带接走了在战斗中向希腊人投诚的逃兵,以及蒂萨斐尼及其部下。

§1.10.7

ὁ γὰρ Τισσαφέρνης ἐν τῇ πρώτῃ συνόδῳ οὐκ ἔφυγεν, ἀλλὰ διήλασε παρὰ τὸν ποταμὸν κατὰ τοὺς Ἕλληνας πελταστάς· διελαύνων δὲ κατέκανε μὲν οὐδένα, διαστάντες δʼ οἱ Ἕλληνες ἔπαιον καὶ ἠκόντιζον αὐτούς· Ἐπισθένης δὲ Ἀμφιπολίτης ἦρχε τῶν πελταστῶν καὶ ἐλέγετο φρόνιμος γενέσθαι.

因为蒂萨斐尼在最初的交锋中并未逃跑,而是沿着河岸向希腊人的轻盾兵发起冲锋;在穿透阵列的过程中他未杀一人,而希腊人则闪开队形,砍杀并向他们投掷标枪;安菲波利斯人埃皮斯泰涅斯统率轻盾兵,据称表现得极其机智。

§1.10.8

ὁ δʼ οὖν Τισσαφέρνης ὡς μεῖον ἔχων ἀπηλλάγη, πάλιν μὲν οὐκ ἀναστρέφει, εἰς δὲ τὸ στρατόπεδον ἀφικόμενος τὸ τῶν Ἑλλήνων ἐκεῖ συντυγχάνει βασιλεῖ, καὶ ὁμοῦ δὴ πάλιν συνταξάμενοι ἐπορεύοντο.

无论如何,蒂萨斐尼吃亏撤出后,并未再回转折返,而是来到希腊人营地与大王在那里会合,于是他们再次联合列队前行。

§1.10.9

ἐπεὶ δʼ ἦσαν κατὰ τὸ εὐώνυμον τῶν Ἑλλήνων κέρας, ἔδεισαν οἱ Ἕλληνες μὴ προσάγοιεν πρὸς τὸ κέρας καὶ περιπτύξαντες ἀμφοτέρωθεν αὐτοὺς κατακόψειαν· καὶ ἐδόκει αὐτοῖς ἀναπτύσσειν τὸ κέρας4 καὶ ποιήσασθαι ὄπισθεν τὸν ποταμόν.

当他们行进到正对希腊人左翼的位置时,希腊人唯恐他们逼向侧翼、从两侧合围而将自己歼灭;他们认为应当将这一翼向后折展,从而背依河流列阵。

语法注4 条
  1. 1.10.3πρὸς τῶν Ἑλλήνων

    介词 πρός 支配关系代词 οἳ 所省略的宾格先行词(τούτους),而 τῶν Ἑλλήνων 是修饰该先行词的部分属格(“逃向希腊人当中……的那些人那里”)。此处作动词 ἐκφεύγει 的目的地,须与前文修饰分词 ληφθεῖσα 的动作发出者 ὑπὸ τῶν ἀμφὶ βασιλέα 相区分。

  2. 1.10.4ὡς πάντας νικῶντες ... ὡς ἤδη πάντες νικῶντες

    连词 ὡς 连用现在分词 νικῶντες,表示主观认定的状态(“宛如……/以为……”)。前半句的宾格 πάντας(“击败了所有人”)与后半句的主格 πάντες(“自身全员获胜”)在格位上形成鲜明对比,分别指代客体与主体。

  3. 1.10.6δῆλος ἦν προσιὼν

    人称构式(δῆλός ἐστι 搭配分词),在语义上等同于非人称的 δῆλον ἦν αὐτὸν προσιέναι(“显而易见他在逼近”),但以行为者作语法主语。

  4. 1.10.9ἀναπτύσσειν τὸ κέρας

    军事术语,指“折回侧翼/将侧翼向后展开”,使战线折转并与河流平行,从而利用后方的河流防止侧翼被包抄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.10.1-1.10.9