← 色诺芬

长征记

§1.9.1-1.9.16

小居鲁士的早年教养与统治品德

在小居鲁士阵亡后,本文追叙并赞颂了他的优秀品质,包括其少年时代的教育、狩猎中的勇敢、任总督时的信义以及明断赏罚的统治之术。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.1

Κῦρος μὲν οὖν οὕτως ἐτελεύτησεν, ἀνὴρ ὢν Περσῶν τῶν μετὰ Κῦρον τὸν ἀρχαῖον γενομένων βασιλικώτατός τε καὶ ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται τῶν Κύρου δοκούντων ἐν πείρᾳ γενέσθαι.1

小居鲁士便以此种方式结束了一生;在自古代老居鲁士以后的所有波斯人中,他是最具有王者之风、最配拥有统治权的人,这一点已得到所有被认为亲自了解过居鲁士的人一致公认。

§1.9.2

πρῶτον μὲν γὰρ ἔτι παῖς ὤν, ὅτʼ ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ σὺν τοῖς ἄλλοις παισί, πάντων πάντα κράτιστος ἐνομίζετο.

首先,当他尚在童年、与兄长以及其他孩子一同接受教育时,他在所有事情上都被公认为在众人中最为优秀。

§1.9.3

πάντες γὰρ οἱ τῶν ἀρίστων Περσῶν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις παιδεύονται· ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις, αἰσχρὸν δʼ οὐδὲν οὔτʼ ἀκοῦσαι οὔτʼ ἰδεῖν ἔστι.

因为所有波斯贵族子弟皆在大王的门庭受教;在那里,人们能学到极大的节制,既不可能听到、也不可能见到任何可耻之事。

§1.9.4

θεῶνται δʼ οἱ παῖδες καὶ τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι, καὶ ἄλλους ἀτιμαζομένους· ὥστε εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχειν τε καὶ ἄρχεσθαι.

孩子们亲眼看见受大王恩宠者并听闻其事,也看到其他人受到贬黜;因此他们自幼童时代便立刻学会了如何去统治以及如何被统治。

§1.9.5

ἔνθα Κῦρος αἰδημονέστατος μὲν πρῶτον τῶν ἡλικιωτῶν ἐδόκει εἶναι, τοῖς τε πρεσβυτέροις καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι,2 ἔπειτα δὲ φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι· ἔκρινον δʼ αὐτὸν καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντίσεως, φιλομαθέστατον εἶναι καὶ μελετηρότατον.

在那里,小居鲁士首先在同龄人中显得最为谦恭,且比那些出身低于他的人更加顺从长者;其次,他极其爱马,最擅驭马;人们评定他在军事技能——无论射箭还是投掷标枪——方面也是最为好学、最为刻苦钻研的。

§1.9.6

ἐπεὶ δὲ τῇ ἡλικίᾳ ἔπρεπε, καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία μέντοι φιλοκινδυνότατος. καὶ ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου, καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς εἶχεν, τέλος δὲ κατέκανε· καὶ τὸν πρῶτον μέντοι βοηθήσαντα πολλοῖς μακαριστὸν ἐποίησεν.

当年龄适宜时,他亦最嗜狩猎,并在面对野兽时最为敢于犯险。有一回面对扑上来的熊,他毫无惧色,上前与之搏斗而被拖下马背,尽管受了些伤并留下了疤痕,但他最终还是斩杀了猛兽;对于那位率先赶来救援的人,他使其处境令众人艳羡不已。

§1.9.7

ἐπεὶ δὲ κατεπέμφθη ὑπὸ τοῦ πατρὸς σατράπης Λυδίας τε καὶ Φρυγίας τῆς μεγάλης καὶ Καππαδοκίας, στρατηγὸς δὲ καὶ πάντων ἀπεδείχθη οἷς καθήκει εἰς Καστωλοῦ πεδίον ἁθροίζεσθαι, πρῶτον μὲν ἐπέδειξεν αὑτόν, ὅτι περὶ πλείστου ποιοῖτο,3 εἴ τῳ σπείσαιτο καὶ εἴ τῳ συνθοῖτο καὶ εἴ τῳ ὑπόσχοιτό τι, μηδὲν ψεύδεσθαι.

及至他被父亲派遣出任吕底亚、大弗里吉亚和卡帕多西亚的总督,并被任命为所有须在卡斯托洛斯平原集结的军队统帅时,他首先表现出,如果他同任何人缔结休战、立约或者作了许诺,他最看重的便是决不背信弃义。

§1.9.8

καὶ γὰρ οὖν ἐπίστευον μὲν αὐτῷ αἱ πόλεις ἐπιτρεπόμεναι, ἐπίστευον δʼ οἱ ἄνδρες· καὶ εἴ τις πολέμιος ἐγένετο, σπεισαμένου Κύρου ἐπίστευε μηδὲν ἂν παρὰ τὰς σπονδὰς παθεῖν.

正因如此,各城邦在托付自身时信赖他,个人亦信赖他;若有人曾为敌手,一旦小居鲁士与之休战,那人亦坚信绝不会遭受违背条约的对待。

§1.9.9

τοιγαροῦν ἐπεὶ Τισσαφέρνει ἐπολέμησε, πᾶσαι αἱ πόλεις ἑκοῦσαι Κῦρον εἵλοντο ἀντὶ Τισσαφέρνους πλὴν Μιλησίων· οὗτοι δὲ ὅτι οὐκ ἤθελε τοὺς φεύγοντας προέσθαι ἐφοβοῦντο αὐτόν.

因此,当他与蒂萨弗涅斯交战时,除米利都人外,所有城邦皆自愿选择投向小居鲁士而非蒂萨弗涅斯;而米利都人之所以惧怕他,是因为他不愿背弃流亡者。

§1.9.10

καὶ γὰρ ἔργῳ ἐπεδείκνυτο καὶ ἔλεγεν ὅτι οὐκ ἄν ποτε προοῖτο, ἐπεὶ ἅπαξ φίλος αὐτοῖς ἐγένετο, οὐδʼ εἰ ἔτι μὲν μείους γένοιντο, ἔτι δὲ κάκιον πράξειαν.

因为他在行动中展现并亲口声明,既然他曾一度成为他们的朋友,就决不会抛弃他们,即便他们人数变得更加稀少、处境更加恶化亦然。

§1.9.11

φανερὸς δʼ ἦν καὶ εἴ τίς τι ἀγαθὸν ἢ κακὸν ποιήσειεν αὐτόν, νικᾶν πειρώμενος·4 καὶ εὐχὴν δέ τινες αὐτοῦ ἐξέφερον ὡς εὔχοιτο τοσοῦτον χρόνον ζῆν ἔστε νικῴη καὶ τοὺς εὖ καὶ κακῶς ποιοῦντας ἀλεξόμενος.

显而易见,若有人对他施以恩惠或伤害,他必力求超越对方;甚至有人传言他的一句祈愿,说他愿活到能够以恩报恩、以怨报怨且胜过施予者的那一刻。

§1.9.12

καὶ γὰρ οὖν πλεῖστοι δὴ αὐτῷ ἑνί γε ἀνδρὶ τῶν ἐφʼ ἡμῶν ἐπεθύμησαν καὶ χρήματα καὶ πόλεις καὶ τὰ ἑαυτῶν σώματα προέσθαι.

正是由于这个缘故,在我们这个时代的人中,前所未有地有最多的人渴望把财产、城邦乃至自己的身家性命全盘交付于他一人。

§1.9.13

οὐ μὲν δὴ οὐδὲ τοῦτʼ ἄν τις εἴποι, ὡς τοὺς κακούργους καὶ ἀδίκους εἴα καταγελᾶν, ἀλλὰ ἀφειδέστατα πάντων ἐτιμωρεῖτο· πολλάκις δʼ ἦν ἰδεῖν παρὰ τὰς στειβομένας ὁδοὺς καὶ ποδῶν καὶ χειρῶν καὶ ὀφθαλμῶν στερομένους ἀνθρώπους· ὥστʼ ἐν τῇ Κύρου ἀρχῇ ἐγένετο καὶ Ἕλληνι καὶ βαρβάρῳ μηδὲν ἀδικοῦντι ἀδεῶς πορεύεσθαι ὅπῃ τις ἤθελεν, ἔχοντι ὅ τι προχωροίη.5

确实也无人能说他纵容作恶与不义之徒嗤笑,相反,他对这些人的惩罚在所有人中最为严厉。在车马繁密的道路旁,人们常能见到被斩去手足或剜去双眼之人;所以在小居鲁士的辖区内,无论希腊人还是外邦人,只要不做不法之事,便可带着随身便携之物,毫无惧色地通行于任何想去的地方。

§1.9.14

τούς γε μέντοι ἀγαθοὺς εἰς πόλεμον ὡμολόγητο διαφερόντως τιμᾶν. καὶ πρῶτον μὲν ἦν αὐτῷ πόλεμος πρὸς Πισίδας καὶ Μυσούς· στρατευόμενος οὖν καὶ αὐτὸς εἰς ταύτας τὰς χώρας, οὓς ἑώρα ἐθέλοντας κινδυνεύειν, τούτους καὶ ἄρχοντας ἐποίει ἧς κατεστρέφετο χώρας, ἔπειτα δὲ καὶ ἄλλοις δώροις ἐτίμα· ὥστε φαίνεσθαι τοὺς μὲν ἀγαθοὺς εὐδαιμονεστάτους, τοὺς δὲ κακοὺς δούλους τούτων ἀξιοῦσθαι εἶναι. τοιγαροῦν πολλὴ ἦν ἀφθονία αὐτῷ τῶν ἐθελόντων κινδυνεύειν, ὅπου τις οἴοιτο Κῦρον αἰσθήσεσθαι.

然而,公认他格外尊崇那些英勇善战之人。起初他与皮西迪亚人和穆西亚人作战;当他亲自统兵征讨这些地区时,凡被他见到甘冒危险者,他便任命其为所征服地区的统治者,随后还赐予其他赏赐;以至于勇者显得最为尊荣富足,而怯懦者则被视为理应充当勇者的奴隶。因此,在他麾下,只要有人认为能被小居鲁士看见,甘愿冒死之人便极其充裕。

§1.9.16

εἴς γε μὴν δικαιοσύνην εἴ τις φανερὸς γένοιτο ἐπιδείκνυσθαι βουλόμενος, περὶ παντὸς ἐποιεῖτο τούτους πλουσιωτέρους ποιεῖν τῶν ἐκ τοῦ ἀδίκου φιλοκερδούντων.

再者,若有人明显想要在公正方面表现自己,他便将使这些人比那些靠不义谋利之徒更加富有视为头等大事。

语法注5 条
  1. 1.9.1τῶν Κύρου δοκούντων ἐν πείρᾳ γενέσθαι

    Κύρου 是修饰名词 πείρᾳ 的宾格性属格(“对居鲁士的了解/经验”)。ἐν πείρᾳ γενέσθαι 为固定短语,意为“亲自经历/亲身结识”。

  2. 1.9.5τοῖς τε πρεσβυτέροις καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι

    与格 τοῖς πρεσβυτέροις 作 πείθεσθαι 的补足语(“顺从长者”),而属格 τῶν ἑαυτοῦ ὑποδεεστέρων 则是由比较级副词 μᾶλλον 要求的比较属格。意指他虽为王子,却比那些出身不如自己高贵的人还要顺从长者。

  3. 1.9.7πρῶτον μὲν ἐπέδειξεν αὑτόν, ὅτι περὶ πλείστου ποιοῖτο

    先取结构(prolepsis):αὑτόν 被提前置于主句动词 ἐπέδειξεν 的宾语位置,而实为后接 ὅτι 引导的从属句的主语。

  4. 1.9.11φανερὸς δʼ ἦν καὶ εἴ τίς τι ἀγαθὸν ἢ κακὸν ποιήσειεν αὐτόν, νικᾶν πειρώμενος

    形容词带分词的人称结构(φανερὸς ἦν πειρώμενος),相当于非人称的“显而易见他正试图……”。此外,ποιήσειεν 支配双重宾格(τι 与 αὐτόν),意为“对他做某事(善事或恶事)”。

  5. 1.9.13ἔχοντι ὅ τι προχωροίη

    与格分词 ἔχοντι 与前面的 Ἕλληνι καὶ βαρβάρῳ 一致。不定关系从句中的希求法 προχωροίη 表示过去时间中泛指的、重复发生的情况(“携带任何便利/合意之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.9.1-1.9.16