← 色诺芬

长征记

§1.8.16-1.8.29

希腊军的冲锋与小居鲁士阵亡

小居鲁士核对军中口令后,目睹推进的希腊军大破敌军左翼并展开追击;随后见大王意图迂回合围,便率卫队直冲王阵刺伤大王,但在混战中受重创阵亡,数名忠臣随之殉难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.16

ταῦτα δὲ λέγων θορύβου ἤκουσε διὰ τῶν τάξεων ἰόντος, καὶ ἤρετο τίς ὁ θόρυβος εἴη. ὁ δὲ εἶπεν ὅτι σύνθημα παρέρχεται δεύτερον ἤδη. καὶ ὃς ἐθαύμασε τίς παραγγέλλει καὶ ἤρετο ὅ τι εἴη τὸ σύνθημα. ὁ δʼ ἀπεκρίνατο· Ζεὺς σωτὴρ καὶ νίκη.

正在说话之间,小居鲁士听见一阵嘈杂声穿过战阵,便询问这嘈杂声是什么。色诺芬答道,口令已经传到第二遍了。小居鲁士诧异是谁发出的命令,并询问口令是什么。色诺芬回答道:“拯救者宙斯与胜利。”

§1.8.17

ὁ δὲ Κῦρος ἀκούσας, ἀλλὰ δέχομαί τε, ἔφη, καὶ τοῦτο ἔστω. ταῦτα δʼ εἰπὼν εἰς τὴν αὑτοῦ χώραν ἀπήλαυνε. καὶ οὐκέτι τρία ἢ τέτταρα στάδια διειχέτην τὼ φάλαγγε ἀπʼ ἀλλήλων ἡνίκα ἐπαιάνιζόν τε οἱ Ἕλληνες καὶ ἤρχοντο ἀντίοι ἰέναι τοῖς πολεμίοις.

小居鲁士听后说:“好,我接受它,就以此为口令吧。”说完这番话,他策马返回自己的阵地。当两军方阵相距已不足三四斯塔德时,希腊军唱起了战歌,开始迎向敌人挺进。

§1.8.18

ὡς δὲ πορευομένων ἐξεκύμαινέ τι τῆς φάλαγγος, τὸ ὑπολειπόμενον ἤρξατο δρόμῳ θεῖν· καὶ ἅμα ἐφθέγξαντο πάντες οἷον τῷ Ἐνυαλίῳ ἐλελίζουσι, καὶ πάντες δὲ ἔθεον. λέγουσι δέ τινες ὡς καὶ ταῖς ἀσπίσι πρὸς τὰ δόρατα ἐδούπησαν φόβον ποιοῦντες τοῖς ἵπποις.

行进之间,方阵有一部分像波浪般凸出向前,落后的部分便开始跑步疾进;同时全军发出了宛如向厄倪阿利俄斯神高呼战吼那样的呼喊,所有人皆飞奔起来。有人还说,他们用盾牌撞击长矛,以此使战马惊恐。

§1.8.19

πρὶν δὲ τόξευμα ἐξικνεῖσθαι ἐκκλίνουσιν οἱ βάρβαροι καὶ φεύγουσι. καὶ ἐνταῦθα δὴ ἐδίωκον μὲν κατὰ κράτος οἱ Ἕλληνες, ἐβόων δὲ ἀλλήλοις μὴ θεῖν δρόμῳ, ἀλλʼ ἐν τάξει ἕπεσθαι.

在箭矢尚不能及的距离,外邦军队便溃散奔逃。于是希腊人全力追击,但彼此高声告诫不要奔跑散阵,而要保持整齐队列跟进。

§1.8.20

τὰ δʼ ἅρματα ἐφέροντο τὰ μὲν διʼ αὐτῶν τῶν πολεμίων, τὰ δὲ καὶ διὰ τῶν Ἑλλήνων κενὰ ἡνιόχων. οἱ δʼ ἐπεὶ προΐδοιεν, διίσταντο· ἔστι δʼ ὅστις καὶ κατελήφθη ὥσπερ ἐν ἱπποδρόμῳ ἐκπλαγείς· καὶ οὐδὲν μέντοι οὐδὲ τοῦτον παθεῖν ἔφασαν, οὐδʼ ἄλλος δὲ τῶν Ἑλλήνων ἐν ταύτῃ τῇ μάχῃ ἔπαθεν οὐδεὶς οὐδέν, πλὴν ἐπὶ τῷ εὐωνύμῳ τοξευθῆναί τις ἐλέγετο.

至于战车,有的穿过敌军自身奔窜,有的穿过希腊军队狂奔,车上皆无驭者。希腊士兵一旦提前望见,便左右让开;虽有一人如同在赛马场上惊慌失措而被战车撞倒,但据说就连他也未受丝毫损伤,希腊人在整场战斗中亦无一人受伤,仅传言左翼有一人中箭。

§1.8.21

Κῦρος δʼ ὁρῶν τοὺς Ἕλληνας νικῶντας τὸ καθʼ αὑτοὺς καὶ διώκοντας, ἡδόμενος καὶ προσκυνούμενος ἤδη ὡς βασιλεὺς ὑπὸ τῶν ἀμφʼ αὐτόν, οὐδʼ ὣς ἐξήχθη διώκειν, ἀλλὰ συνεσπειραμένην ἔχων τὴν τῶν σὺν ἑαυτῷ ἑξακοσίων ἱππέων τάξιν ἐπεμελεῖτο ὅ τι ποιήσει βασιλεύς. καὶ γὰρ ᾔδει αὐτὸν ὅτι μέσον ἔχοι1 τοῦ Περσικοῦ στρατεύματος.

小居鲁士见希腊军战胜了他们当面的敌人并展开追击,虽然欣喜,且已被身边侍从当作大王行跪拜之礼,但即便如此他仍未被引诱去参与追击;他将跟随身边的六百名骑兵紧密结成一团,密切注视大王的动向。因为他知道,大王居于波斯全军的正中央。

§1.8.22

καὶ πάντες δʼ οἱ τῶν βαρβάρων ἄρχοντες μέσον ἔχοντες τὸ αὑτῶν ἡγοῦνται, νομίζοντες οὕτω καὶ ἐν ἀσφαλεστάτῳ εἶναι, ἢν ᾖ ἡ ἰσχὺς αὐτῶν ἑκατέρωθεν, καὶ εἴ τι παραγγεῖλαι χρῄζοιεν, ἡμίσει ἂν χρόνῳ αἰσθάνεσθαι2 τὸ στράτευμα.

外邦统帅皆以自身全军的中央为统率位置,认为若兵力分布于两侧,自身便处于最安全之地;且若需传达指令,军队亦可在半数的时间内获知。

§1.8.23

καὶ βασιλεὺς δὴ τότε μέσον ἔχων τῆς αὑτοῦ στρατιᾶς ὅμως ἔξω ἐγένετο τοῦ Κύρου εὐωνύμου κέρατος. ἐπεὶ δʼ οὐδεὶς αὐτῷ ἐμάχετο ἐκ τοῦ ἀντίου οὐδὲ τοῖς αὐτοῦ τεταγμένοις ἔμπροσθεν, ἐπέκαμπτεν ὡς εἰς κύκλωσιν.

此时大王虽居自身全军中央,却依然超出了小居鲁士左翼的外侧。由于正前方无人向他以及部署在他前面的部队发起交战,他便开始回旋包抄,意图合围。

§1.8.24

ἔνθα δὴ Κῦρος δείσας μὴ ὄπισθεν γενόμενος κατακόψῃ τὸ Ἑλληνικὸν ἐλαύνει ἀντίος· καὶ ἐμβαλὼν σὺν τοῖς ἑξακοσίοις νικᾷ τοὺς πρὸ βασιλέως τεταγμένους καὶ εἰς φυγὴν ἔτρεψε τοὺς ἑξακισχιλίους, καὶ ἀποκτεῖναι λέγεται αὐτὸς τῇ ἑαυτοῦ χειρὶ Ἀρταγέρσην τὸν ἄρχοντα αὐτῶν.

这时,小居鲁士担心大王绕到后方歼灭希腊军队,便迎面发起冲锋;他率领六百骑兵猛冲,击溃了部署在大王面前的护卫队,使那六千人溃逃,据说他还亲手斩杀了其指挥官阿尔塔格耳塞斯。

§1.8.25

ὡς δʼ ἡ τροπὴ ἐγένετο, διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι εἰς τὸ διώκειν ὁρμήσαντες, πλὴν πάνυ ὀλίγοι ἀμφʼ αὐτὸν κατελείφθησαν, σχεδὸν οἱ ὁμοτράπεζοι καλούμενοι.

溃退发生之后,小居鲁士的六百骑兵也因争相追击而四散开来,身边仅剩下极少数人,几乎全都是所谓的同席密友。

§1.8.26

σὺν τούτοις δὲ ὢν καθορᾷ βασιλέα καὶ τὸ ἀμφʼ ἐκεῖνον στῖφος· καὶ εὐθὺς οὐκ ἠνέσχετο, ἀλλʼ εἰπὼν τὸν ἄνδρα ὁρῶ ἵετο ἐπʼ αὐτὸν καὶ παίει κατὰ τὸ στέρνον καὶ τιτρώσκει διὰ τοῦ θώρακος, ὥς φησι Κτησίας ὁ ἰατρός, καὶ ἰᾶσθαι αὐτὸς τὸ τραῦμά φησι.

小居鲁士与这些人在一起时,望见了大王及其身旁的密集团队;他立刻无法自制,高喊一声“我看见那人了!”,便向大王猛冲过去,击中其胸膛,刺穿胸甲伤了他——正如军医克特西亚斯所言,他还声称自己亲自医治了这一创伤。

§1.8.27

παίοντα δʼ αὐτὸν ἀκοντίζει τις παλτῷ ὑπὸ τὸν ὀφθαλμὸν βιαίως· καὶ ἐνταῦθα μαχόμενοι καὶ βασιλεὺς καὶ Κῦρος καὶ οἱ ἀμφʼ αὐτοὺς ὑπὲρ ἑκατέρου, ὁπόσοι μὲν τῶν ἀμφὶ βασιλέα ἀπέθνῃσκον Κτησίας λέγει· παρʼ ἐκείνῳ γὰρ ἦν· Κῦρος δὲ αὐτός τε ἀπέθανε καὶ ὀκτὼ οἱ ἄριστοι τῶν περὶ αὐτὸν ἔκειντο ἐπʼ αὐτῷ.

在小居鲁士击刺大王之际,有人用标枪狠狠投向他的眼眶下方;此时大王与小居鲁士及其周围各自的卫士展开殊死搏斗,大王身边有多少人战死,克特西亚斯已有记载(因他当时在大王身旁);而小居鲁士自身阵亡,身边最精锐的八名近臣亦倒毙在他身上。

§1.8.28

Ἀρταπάτης δʼ ὁ πιστότατος αὐτῷ τῶν σκηπτούχων θεράπων λέγεται, ἐπειδὴ πεπτωκότα εἶδε Κῦρον, καταπηδήσας ἀπὸ τοῦ ἵππου περιπεσεῖν αὐτῷ.

据说,在他那些掌杖侍从官中最受信任的阿尔塔帕特斯见小居鲁士倒下,便跳下战马,扑倒在他的遗体上。

§1.8.29

καὶ οἱ μέν φασι βασιλέα κελεῦσαί τινα ἐπισφάξαι αὐτὸν Κύρῳ,3 οἱ δʼ ἑαυτὸν ἐπισφάξασθαι σπασάμενον τὸν ἀκινάκην· εἶχε γὰρ χρυσοῦν· καὶ στρεπτὸν δʼ ἐφόρει καὶ ψέλια καὶ τἆλλα ὥσπερ οἱ ἄριστοι Περσῶν· ἐτετίμητο γὰρ ὑπὸ Κύρου διʼ εὔνοιάν τε καὶ πιστότητα.

有人说大王下令某人将他斩杀献祭在小居鲁士身上,另有人则说他拔出短剑自刎;因为他佩有一把金短剑,还佩戴着项圈、手镯以及其他如同波斯最高贵显贵所享有的饰物;因为他因忠诚与深情而备受小居鲁士的宠遇。

语法注3 条
  1. 1.8.21ᾔδει αὐτὸν ὅτι μέσον ἔχοι

    先引构式(prolepsis),从属从句的逻辑主语被提前置为主句动词 ᾔδει 的直接宾语(αὐτόν),即“他知道他(大王)居于……之中”。

  2. 1.8.22ἡμίσει ἂν χρόνῳ αἰσθάνεσθαι

    间接引语中带有 ἄν 的不定式(αἰσθάνεσθαι),相当于直接引语中的潜能希求语气(ἡμίσει ἂν χρόνῳ αἰσθάνοιτο,“军队将在半数时间内获知”)。

  3. 1.8.29ἐπισφάξαι αὐτὸν Κύρῳ

    与格 Κύρῳ 由动词 ἐπισφάζω 中的前缀 ἐπί-(在……之上)所支配,表处所或在遗体上献祭:“在居鲁士(遗体)之上将他斩杀”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.8.16-1.8.29