- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.8.1-1.8.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波斯大王率大军全副武装逼近,小居鲁士与希腊军仓促布阵以迎战。面对步步紧逼的敌阵,小居鲁士下令直捣敌军中央的大王,但克列阿耳科斯因惧怕侧翼被围而坚守河畔,色诺芬则上前向小居鲁士请示命令。
καὶ ἤδη τε ἦν ἀμφὶ ἀγορὰν πλήθουσαν καὶ πλησίον ἦν ὁ σταθμὸς ἔνθα ἔμελλε καταλύειν, ἡνίκα Πατηγύας, ἀνὴρ Πέρσης τῶν ἀμφὶ Κῦρον χρηστός, προφαίνεται ἐλαύνων ἀνὰ κράτος ἱδροῦντι τῷ ἵππῳ, καὶ εὐθὺς πᾶσιν οἷς ἐνετύγχανεν ἐβόα καὶ βαρβαρικῶς καὶ ἑλληνικῶς ὅτι βασιλεὺς σὺν στρατεύματι πολλῷ προσέρχεται ὡς εἰς μάχην παρεσκευασμένος.
此时大约已到集市人满的时分,距他打算驻扎的宿营地也已临近,就在这时,帕特古阿斯——一位深得小居鲁士信赖的波斯显贵——骑着一匹汗流浃背的战马疾驰而来,一路上用波斯语和希腊语向遇见的每一个人高喊:大王正率领大批军队前来,全军已做好交战的准备。
ἔνθα δὴ πολὺς τάραχος ἐγένετο· αὐτίκα γὰρ ἐδόκουν οἱ Ἕλληνες καὶ πάντες δὲ ἀτάκτοις σφίσιν ἐπιπεσεῖσθαι·1
于是顿时大乱,因为希腊人和所有人无不认为,敌人会在他们队伍散乱之际立刻突袭。
Κῦρός τε καταπηδήσας ἀπὸ τοῦ ἅρματος τὸν θώρακα ἐνεδύετο καὶ ἀναβὰς ἐπὶ τὸν ἵππον τὰ παλτὰ εἰς τὰς χεῖρας ἔλαβε, τοῖς τε ἄλλοις πᾶσι παρήγγελλεν ἐξοπλίζεσθαι καὶ καθίστασθαι εἰς τὴν ἑαυτοῦ τάξιν ἕκαστον.
小居鲁士立刻从战车上跳下,披上胸甲,跃上战马,手执标枪,下令其余众人全副武装,各自就位。
ἔνθα δὴ σὺν πολλῇ σπουδῇ καθίσταντο, Κλέαρχος μὲν τὰ δεξιὰ τοῦ κέρατος ἔχων πρὸς τῷ Εὐφράτῃ ποταμῷ, Πρόξενος δὲ ἐχόμενος, οἱ δʼ ἄλλοι μετὰ τοῦτον, Μένων δὲ καὶ τὸ στράτευμα τὸ εὐώνυμον κέρας ἔσχε τοῦ Ἑλληνικοῦ.
于是众人急忙就位:克列阿耳科斯率部紧靠幼发拉底河占据右翼,普罗克塞诺斯紧随其后,其余各部依次排列;门农及其军团则占据了希腊军的左翼。
τοῦ δὲ βαρβαρικοῦ ἱππεῖς μὲν Παφλαγόνες εἰς χιλίους παρὰ Κλέαρχον ἔστησαν ἐν τῷ δεξιῷ καὶ τὸ Ἑλληνικὸν πελταστικόν, ἐν δὲ τῷ εὐωνύμῳ Ἀριαῖός τε ὁ Κύρου ὕπαρχος καὶ τὸ ἄλλο βαρβαρικόν, Κῦρος δὲ καὶ ἱππεῖς τούτου ὅσον ἑξακόσιοι κατὰ τὸ μέσον, ὡπλισμένοι θώραξι μὲν αὐτοὶ καὶ παραμηριδίοις καὶ κράνεσι πάντες πλὴν Κύρου· Κῦρος δὲ ψιλὴν ἔχων τὴν κεφαλὴν εἰς τὴν μάχην καθίστατο.
至于外邦军,约一千名帕夫拉戈尼亚骑兵部署在右翼克列阿耳科斯身旁,同列的还有希腊轻盾兵;而在左翼则是小居鲁士的副帅阿里埃欧斯及其余的外邦军队;小居鲁士及其身边的约六百名骑兵位居中央,除小居鲁士外,人人皆披胸甲、腿甲并佩戴头盔;唯有小居鲁士赤着头投入战场。
οἱ δʼ ἵπποι πάντες εἶχον καὶ προμετωπίδια καὶ προστερνίδια· εἶχον δὲ καὶ μαχαίρας οἱ ἱππεῖς Ἑλληνικάς.
所有的战马也都佩有护额和护胸;骑兵们还配带了希腊式弯刀。
καὶ ἤδη τε ἦν μέσον ἡμέρας καὶ οὔπω καταφανεῖς ἦσαν οἱ πολέμιοι· ἡνίκα δὲ δείλη ἐγίγνετο, ἐφάνη κονιορτὸς ὥσπερ νεφέλη λευκή, χρόνῳ δὲ συχνῷ ὕστερον ὥσπερ μελανία τις ἐν τῷ πεδίῳ ἐπὶ πολύ. ὅτε δὲ ἐγγύτερον ἐγίγνοντο, τάχα δὴ καὶ χαλκός τις ἤστραπτε καὶ λόγχαι καὶ αἱ τάξεις καταφανεῖς ἐγίγνοντο.
此时已是正午,敌人仍未现身;到了午后,平原上出现了一团如同白云般的尘埃,过了相当长一段时间,尘埃宛如一大片黑云笼罩了平原。随着他们不断逼近,顷刻间青铜铠甲闪闪发光,长矛和各部阵列也清晰可辨。
καὶ ἦσαν ἱππεῖς μὲν λευκοθώρακες ἐπὶ τοῦ εὐωνύμου τῶν πολεμίων· Τισσαφέρνης ἐλέγετο τούτων ἄρχειν· ἐχόμενοι δὲ γερροφόροι, ἐχόμενοι δὲ ὁπλῖται σὺν ποδήρεσι ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δʼ οὗτοι ἐλέγοντο εἶναι· ἄλλοι δʼ ἱππεῖς, ἄλλοι τοξόται. πάντες δʼ οὗτοι κατὰ ἔθνη ἐν πλαισίῳ πλήρει ἀνθρώπων ἕκαστον τὸ ἔθνος ἐπορεύετο.
敌军左翼是身穿白胸甲的骑兵,据说由提萨斐尼统领;挨着他们的是持柳条盾的步兵,紧接着是持垂地木盾的重装步兵,据说这些人是埃及人;此外还有其他骑兵和弓箭手。所有这些部队均按部族划分,每个部族都结成挤满兵士的实心方阵前行。
πρὸ δὲ αὐτῶν ἅρματα διαλείποντα συχνὸν ἀπʼ ἀλλήλων τὰ δὴ δρεπανηφόρα καλούμενα· εἶχον δὲ τὰ δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα καὶ ὑπὸ τοῖς δίφροις εἰς γῆν βλέποντα, ὡς διακόπτειν ὅτῳ ἐντυγχάνοιεν. ἡ δὲ γνώμη ἦν ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλῶντα καὶ διακόψοντα.2
在他们前方,相隔很宽间距排列着所谓的铁镰战车;车轴向两侧伸出镰刀,车座下方也有镰刀朝向地面,以便切断所遇的一切目标。其作战意图正是要冲入希腊军的阵列,将其彻底切断。
ὃ μέντοι Κῦρος εἶπεν ὅτε καλέσας παρεκελεύετο τοῖς Ἕλλησι τὴν κραυγὴν τῶν βαρβάρων ἀνέχεσθαι, ἐψεύσθη τοῦτο· οὐ γὰρ κραυγῇ ἀλλὰ σιγῇ ὡς ἁνυστὸν καὶ ἡσυχῇ ἐν ἴσῳ καὶ βραδέως προσῇσαν.
然而,小居鲁士召集希腊人并勉励他们承受外邦军呐喊时所说的那番话,却落了空;因为敌军并未发出呐喊,而是尽可能地肃静无声、平稳且缓慢地逼近。
καὶ ἐν τούτῳ Κῦρος παρελαύνων αὐτὸς σὺν Πίγρητι τῷ ἑρμηνεῖ καὶ ἄλλοις τρισὶν ἢ τέτταρσι τῷ Κλεάρχῳ ἐβόα ἄγειν τὸ στράτευμα κατὰ μέσον τὸ τῶν πολεμίων, ὅτι ἐκεῖ βασιλεὺς εἴη· κἂν τοῦτʼ, ἔφη, νικῶμεν, πάνθʼ ἡμῖν πεποίηται.
与此同时,小居鲁士亲自偕同翻译皮格瑞斯以及另外三四名随从策马经过,向克列阿耳科斯高声喊道,命他引军直捣敌军中央,因为大王正在那里;并说:“只要我们战胜了这一部分,全盘大局便宣告底定了。”
ὁρῶν δὲ ὁ Κλέαρχος τὸ μέσον στῖφος καὶ ἀκούων Κύρου ἔξω ὄντα τοῦ Ἑλληνικοῦ εὐωνύμου βασιλέα3 (τοσοῦτον γὰρ πλήθει περιῆν βασιλεὺς ὥστε μέσον τῶν ἑαυτοῦ ἔχων τοῦ Κύρου εὐωνύμου ἔξω ἦν) ἀλλʼ ὅμως ὁ Κλέαρχος οὐκ ἤθελεν ἀποσπάσαι ἀπὸ τοῦ ποταμοῦ τὸ δεξιὸν κέρας, φοβούμενος μὴ κυκλωθείη ἑκατέρωθεν, τῷ δὲ Κύρῳ ἀπεκρίνατο ὅτι αὐτῷ μέλει ὅπως καλῶς ἔχοι.
克列阿耳科斯望见敌军中央密集的方阵,又从小居鲁士那里听闻大王已超出希腊军左翼的外侧(原来大王兵力占据绝对优势,以至于他在自身全军居中之时,却已延伸到了小居鲁士左翼的外边),但他因惧怕被两面合围,仍不肯将右翼撤离河边,只是答复小居鲁士说,他自会照料使一切安妥。
καὶ ἐν τούτῳ τῷ καιρῷ τὸ μὲν βαρβαρικὸν στράτευμα ὁμαλῶς προῄει, τὸ δὲ Ἑλληνικὸν ἔτι ἐν τῷ αὐτῷ μένον συνετάττετο ἐκ τῶν ἔτι προσιόντων. καὶ ὁ Κῦρος παρελαύνων οὐ πάνυ πρὸς αὐτῷ στρατεύματι κατεθεᾶτο ἑκατέρωσε ἀποβλέπων εἴς τε τοὺς πολεμίους καὶ τοὺς φίλους.
正当此时,外邦军队整齐划一地向前推进,希腊军则仍停在原地,正由陆续赶上来的兵士不断整肃阵形。小居鲁士策马行进在距本军不太近之处,环视全场,来回观察着敌人与己方友军。
ἰδὼν δὲ αὐτὸν ἀπὸ τοῦ Ἑλληνικοῦ Ξενοφῶν Ἀθηναῖος, πελάσας ὡς συναντῆσαι ἤρετο εἴ τι παραγγέλλοι· ὁ δʼ ἐπιστήσας εἶπε καὶ λέγειν ἐκέλευε πᾶσιν ὅτι καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ σφάγια καλά.
雅典人色诺芬从希腊阵线中看见了他,便策马迎上前去,询问是否有命令下达。小居鲁士勒住马,对他说话并命他转告全军:占卜的牺牲和屠牲祭品的兆头皆十分吉利。
- 1.8.2αὐτίκα γὰρ ἐδόκουν οἱ Ἕλληνες καὶ πάντες δὲ ἀτάκτοις σφίσιν ἐπιπεσεῖσθαι
本句中主动词 ἐδόκουν(δοκέω)取“认为、预料”(同 νομίζω)之义,以 οἱ Ἕλληνες 为主语,意为“希腊人以及所有人无不认为……”。将来时不定式 ἐπιπεσεῖσθαι 省略了宾格逻辑主语(指前文的大王或敌军),而 ἀτάκτοις σφίσιν 则是复合动词 ἐπιπεσεῖσθαι 所支配的与格补足语,其中间接反身代词 σφίσι(ν) 指代思考的主体自身(希腊人等),意为“袭向处于散乱状态的他们自己”。
- 1.8.10ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλῶντα καὶ διακόψοντα
连词 ὡς 与将来时分词 ἐλῶντα(源自 ἐλαύνω 的雅典式将来时)及 διακόψοντα 连用,表示意图或目的。两分词在性、数、格上为中性复数宾格(或主格),与前文的战车(ἅρματα)保持语法一致,承接前面的 ἡ δὲ γνώμη ἦν,表述“意图冲入希腊军阵并将其切断”。
- 1.8.13ἀκούων Κύρου ἔξω ὄντα τοῦ Ἑλληνικοῦ εὐωνύμου βασιλέα
表感知与传闻的动词 ἀκούω 支配信息来源的属格(Κύρου),同时以后接“宾格+分词”(βασιλέα ... ὄντα)的间接引语构式来表示听闻的内容,整句意为“听小居鲁士说大王在希腊军左翼的外侧”。
