- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.7.10-1.7.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中详述了两军的兵力与统帅阵容,小居鲁士率军无阻通过了大王修筑的防御深壕旁的狭道。因大王未曾出击,小居鲁士认为对方已放弃交战,遂赏赐预言者西拉诺斯,并放松了全军的戒备行军。
ἐνταῦθα δὴ ἐν τῇ ἐξοπλισίᾳ ἀριθμὸς ἐγένετο τῶν μὲν Ἑλλήνων ἀσπὶς μυρία καὶ τετρακοσία,1 πελτασταὶ δὲ δισχίλιοι καὶ πεντακόσιοι, τῶν δὲ μετὰ Κύρου βαρβάρων δέκα μυριάδες καὶ ἅρματα δρεπανηφόρα ἀμφὶ τὰ εἴκοσι.
正是在这时,武装点阅的结果查明:希腊人重装步兵为一万零四百人,轻盾兵为二千五百人;跟随小居鲁士的外邦军队有十万人,以及大约二十辆铁镰战车。
τῶν δὲ πολεμίων ἐλέγοντο εἶναι ἑκατὸν καὶ εἴκοσι μυριάδες καὶ ἅρματα δρεπανηφόρα διακόσια. ἄλλοι δὲ ἦσαν ἑξακισχίλιοι ἱππεῖς, ὧν Ἀρταγέρσης ἦρχεν· οὗτοι δʼ αὖ πρὸ αὐτοῦ βασιλέως τεταγμένοι ἦσαν.
据报敌军达一百二十万人,铁镰战车二百辆。此外还有六千名骑兵,由阿尔塔格耳塞斯统领;这支骑兵则部署在大王本人的正前方。
τοῦ δὲ βασιλέως στρατεύματος ἦσαν ἄρχοντες καὶ στρατηγοὶ καὶ ἡγεμόνες τέτταρες, τριάκοντα μυριάδων ἕκαστος,2 Ἀβροκόμας, Τισσαφέρνης, Γωβρύας, Ἀρβάκης. τούτων δὲ παρεγένοντο ἐν τῇ μάχῃ ἐνενήκοντα μυριάδες καὶ ἅρματα δρεπανηφόρα ἑκατὸν καὶ πεντήκοντα· Ἀβροκόμας δὲ ὑστέρησε τῆς μάχης ἡμέραις πέντε,3 ἐκ Φοινίκης ἐλαύνων.
大王的军队有四名统领、将领兼主帅,各率三十万人,即阿布罗科马斯、提萨斐尼、戈布律阿斯和阿尔巴克斯。其中参加交战的有九十万人和一百五十辆铁镰战车;阿布罗科马斯从腓尼基赶来,在决战之后五天才到达,因而错过了战事。
ταῦτα δὲ ἤγγελλον πρὸς Κῦρον οἱ αὐτομολήσαντες παρὰ μεγάλου βασιλέως πρὸ τῆς μάχης, καὶ μετὰ τὴν μάχην οἳ ὕστερον ἐλήφθησαν τῶν πολεμίων ταὐτὰ ἤγγελλον.
这些情况是由战前从大王军中叛逃过来的人报告给小居鲁士的,战后被俘的敌方兵士也作了同样的陈述。
ἐντεῦθεν δὲ Κῦρος ἐξελαύνει σταθμὸν ἕνα παρασάγγας τρεῖς συντεταγμένῳ τῷ στρατεύματι παντὶ καὶ τῷ Ἑλληνικῷ καὶ τῷ βαρβαρικῷ· ᾤετο γὰρ ταύτῃ τῇ ἡμέρᾳ μαχεῖσθαι βασιλέα· κατὰ γὰρ μέσον τὸν σταθμὸν τοῦτον τάφρος ἦν ὀρυκτὴ βαθεῖα, τὸ μὲν εὖρος ὀργυιαὶ πέντε, τὸ δὲ βάθος ὀργυιαὶ τρεῖς.
小居鲁士从那里率领全军(包括希腊军与外邦军)结成整齐的战斗队形前进了整整一程,共三帕拉桑;因为他认为大王将在这一天交战。因为在这一行程的中段有一条新掘的深壕,宽五寻,深三寻。
παρετέτατο δὲ ἡ τάφρος ἄνω διὰ τοῦ πεδίου ἐπὶ δώδεκα παρασάγγας μέχρι τοῦ Μηδίας τείχους. ἦν δὲ παρὰ τὸν Εὐφράτην πάροδος στενὴ μεταξὺ τοῦ ποταμοῦ καὶ τῆς τάφρου ὡς εἴκοσι ποδῶν τὸ εὖρος·
这条深壕穿过平原向上延伸十二帕拉桑,直达米底长墙。沿着幼发拉底河,在河流与壕沟之间有一条狭窄的通路,宽约二十英尺。
ταύτην δὲ τὴν τάφρον βασιλεὺς ποιεῖ μέγας ἀντὶ ἐρύματος, ἐπειδὴ πυνθάνεται Κῦρον προσελαύνοντα. ταύτην δὴ τὴν πάροδον Κῦρός τε καὶ ἡ στρατιὰ παρῆλθε καὶ ἐγένοντο εἴσω τῆς τάφρου.
这是大王在获悉小居鲁士进军后,作为防御工事挖掘的壕沟。小居鲁士和军队正是通过这条隘道,进入了壕沟之内。
ταύτῃ μὲν οὖν τῇ ἡμέρᾳ οὐκ ἐμαχέσατο βασιλεύς, ἀλλʼ ὑποχωρούντων φανερὰ ἦσαν καὶ ἵππων καὶ ἀνθρώπων ἴχνη πολλά.
于是,大王在这一天并没有交战,但地上留下了大量马和人撤退的清晰足迹。
ἐνταῦθα Κῦρος Σιλανὸν καλέσας τὸν Ἀμπρακιώτην μάντιν ἔδωκεν αὐτῷ δαρεικοὺς τρισχιλίους, ὅτι τῇ ἑνδεκάτῃ ἀπʼ ἐκείνης ἡμέρᾳ πρότερον θυόμενος εἶπεν αὐτῷ ὅτι βασιλεὺς οὐ μαχεῖται δέκα ἡμερῶν,4 Κῦρος δʼ εἶπεν· οὐκ ἄρα ἔτι μαχεῖται, εἰ ἐν ταύταις οὐ μαχεῖται ταῖς ἡμέραις· ἐὰν δʼ ἀληθεύσῃς, ὑπισχνοῦμαί σοι δέκα τάλαντα. τοῦτο τὸ χρυσίον τότε ἀπέδωκεν, ἐπεὶ παρῆλθον αἱ δέκα ἡμέραι.
这时,小居鲁士召来安布拉基亚的占卜者西拉诺斯,赏赐他三千达利克金币,因为在从那天算起的第十一天前,西拉诺斯在献祭时曾对他说大王十天之内不会交战;当时小居鲁士曾说:“如果他在这些天内不战,那就绝不会再交战了;但若你的预言成真,我许诺给你十塔兰特。”由于十天已经过去,他便付清了这笔赏金。
ἐπεὶ δʼ ἐπὶ τῇ τάφρῳ οὐκ ἐκώλυε βασιλεὺς τὸ Κύρου στράτευμα διαβαίνειν, ἔδοξε καὶ Κύρῳ καὶ τοῖς ἄλλοις ἀπεγνωκέναι τοῦ μάχεσθαι·5 ὥστε τῇ ὑστεραίᾳ Κῦρος ἐπορεύετο ἠμελημένως μᾶλλον.
既然大王没有在壕沟处阻击小居鲁士的军队渡过,小居鲁士和其他人都认为大王已经放弃了交战的打算;因此在翌日,小居鲁士行军时便松懈了许多。
τῇ δὲ τρίτῃ ἐπί τε τοῦ ἅρματος καθήμενος τὴν πορείαν ἐποιεῖτο καὶ ὀλίγους ἐν τάξει ἔχων πρὸ αὑτοῦ, τὸ δὲ πολὺ αὐτῷ ἀνατεταραγμένον ἐπορεύετο καὶ τῶν ὅπλων τοῖς στρατιώταις πολλὰ ἐπὶ ἁμαξῶν ἤγοντο καὶ ὑποζυγίων.
到了第三天,他坐着战车行进,身前只有少数人保持队列,大部队则队伍散乱地行进,士兵的许多甲胄兵刃也装载在大车和驮兽上运送。
- 1.7.10ἀσπὶς μυρία καὶ τετρακοσία
ἀσπίς(盾)作为提喻修辞(单数集合名词)使用,指代持盾的“重装步兵”,由数词短语 μυρία καὶ τετρακοσία 修饰。
- 1.7.12τριάκοντα μυριάδων ἕκαστος
τριάκοντα μυριάδων 是数量/描述属格。ἕκαστος 与复数主语(四位主帅)构成部分与整体的同格(分配同格),意为“各自统率三十万人”。
- 1.7.12ἡμέραις πέντε
与表示迟后或优劣的动词 ὑστέρησε(迟到、晚于)连用的“差额与格”(dative of measure of difference),表示“迟到了五天”。
- 1.7.18δέκα ἡμερῶν
表示时间的属格(时间范围内的属格,time within which),与否定词 οὐ 连用,表示“在十天之内(大王不会交战)”。
- 1.7.19ἀπεγνωκέναι τοῦ μάχεσθαι
复合动词 ἀπογιγνώσκω(放弃、断念)支配夺格性属格的用法,带冠词不定式 τοῦ μάχεσθαι 作属格补足语,意为“放弃了交战”。
