- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.7.1-1.7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士在巴比伦尼亚检阅全军,并在决战前夕召集希腊军官,盛赞自由并许下丰厚赏赐以振奋士气。在被质疑能否兑现承诺时,他以帝国疆域之广阔力证重赏之能力,并坚定表达了与兄长决一死战的决心。
ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Βαβυλωνίας σταθμοὺς τρεῖς παρασάγγας δώδεκα. ἐν δὲ τῷ τρίτῳ σταθμῷ Κῦρος ἐξέτασιν ποιεῖται τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐν τῷ πεδίῳ περὶ μέσας νύκτας· ἐδόκει γὰρ εἰς τὴν ἐπιοῦσαν ἕω ἥξειν βασιλέα σὺν τῷ στρατεύματι μαχούμενον· καὶ ἐκέλευε Κλέαρχον μὲν τοῦ δεξιοῦ κέρως ἡγεῖσθαι, Μένωνα δὲ τὸν Θετταλὸν τοῦ εὐωνύμου, αὐτὸς δὲ τοὺς ἑαυτοῦ διέταξε.
从那里,他率军穿过巴比伦尼亚,行军三程,共十二帕拉桑。在第三个宿营地,约当午夜时分,小居鲁士在平原上检阅了希腊军和外邦军队;因为他认为大王将在翌日破晓时率大军前来交战。他命令克勒阿科斯指挥右翼,色萨利人门农指挥左翼,他自己则部署了自己的军队。
μετὰ δὲ τὴν ἐξέτασιν ἅμα τῇ ἐπιούσῃ ἡμέρᾳ ἥκοντες αὐτόμολοι παρὰ μεγάλου βασιλέως ἀπήγγελλον Κύρῳ περὶ τῆς βασιλέως στρατιᾶς. Κῦρος δὲ συγκαλέσας τοὺς στρατηγοὺς καὶ λοχαγοὺς τῶν Ἑλλήνων συνεβουλεύετό τε πῶς ἂν τὴν μάχην ποιοῖτο καὶ αὐτὸς παρῄνει θαρρύνων τοιάδε. ὦ ἄνδρες Ἕλληνες, οὐκ ἀνθρώπων ἀπορῶν βαρβάρων συμμάχους ὑμᾶς ἄγω, ἀλλὰ νομίζων ἀμείνονας καὶ κρείττους πολλῶν βαρβάρων ὑμᾶς εἶναι, διὰ τοῦτο προσέλαβον. ὅπως οὖν ἔσεσθε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας1 ἧς κέκτησθε καὶ ἧς ὑμᾶς ἐγὼ εὐδαιμονίζω. εὖ γὰρ ἴστε ὅτι τὴν ἐλευθερίαν ἑλοίμην ἂν ἀντὶ ὧν ἔχω πάντων καὶ ἄλλων πολλαπλασίων.
检阅之后,翌日黎明,有投诚者从大王那里赶来,向小居鲁士报告大王军队的情况。小居鲁士召集了希腊人的将领和百夫长,与他们商讨如何排兵作战,并亲自激励他们,劝勉道: “希腊勇士们,我之所以率领你们作为盟军,并非因缺乏外邦人手,而是认为你们比许多外邦人更优秀、更坚强,因此才收纳了你们。所以,你们要成为配得上自己所拥有的自由之人,我正是因这一自由而为你们祝福。因为你们深知,我宁愿选择自由,也不要我所拥有的一切以及数倍于此的财富。
ὅπως δὲ καὶ εἰδῆτε εἰς οἷον ἔρχεσθε ἀγῶνα, ὑμᾶς εἰδὼς διδάξω. τὸ μὲν γὰρ πλῆθος πολὺ καὶ κραυγῇ πολλῇ ἐπίασιν· ἂν δὲ ταῦτα ἀνάσχησθε, τὰ ἄλλα καὶ αἰσχύνεσθαί μοι δοκῶ οἵους ἡμῖν γνώσεσθε τοὺς ἐν τῇ χώρᾳ ὄντας ἀνθρώπους.2 ὑμῶν δὲ ἀνδρῶν ὄντων καὶ εὖ τῶν ἐμῶν γενομένων, ἐγὼ ὑμῶν τὸν μὲν οἴκαδε βουλόμενον ἀπιέναι τοῖς οἴκοι ζηλωτὸν ποιήσω ἀπελθεῖν, πολλοὺς δὲ οἶμαι ποιήσειν τὰ παρʼ ἐμοὶ ἑλέσθαι ἀντὶ τῶν οἴκοι.
为了让你们了解自己将投入一场怎样的战斗,我作为知情者将向你们说明。敌军数量虽庞大,冲锋时呼声震天;但只要你们顶住这一点,至于其余方面,一想到你们终将认清这片土地上的人究竟是怎样的,我甚至自感惭愧。只要你们表现出男儿本色,而我的大业得以成就,我定会让你们当中愿意回国的人成为家乡之人羡慕的对象而归去;但我相信,我将使许多人选择我这里的一切,而非家乡的一切。”
ἐνταῦθα Γαυλίτης παρών, φυγὰς Σάμιος, πιστὸς δὲ Κύρῳ, εἶπεν· καὶ μήν, ὦ Κῦρε, λέγουσί τινες ὅτι πολλὰ ὑπισχνῇ νῦν διὰ τὸ ἐν τοιούτῳ εἶναι τοῦ κινδύνου προσιόντος, ἂν δὲ εὖ γένηταί τι, οὐ μεμνήσεσθαί σέ φασιν· ἔνιοι δὲ οὐδʼ εἰ μεμνῇό τε καὶ βούλοιο δύνασθαι ἂν ἀποδοῦναι ὅσα ὑπισχνῇ.
这时,在场的萨摩斯流亡者高利特斯(对小居鲁士极忠诚)说道:“然而,小居鲁士啊,有人说你如今许下诸多诺言,是因为面临大难临头的危局;但若大局已定,他们说你将忘得一干二净;还有人说,就算你记得并有心兑现,也无法拿出所许诺的那么多报酬。”
ἀκούσας ταῦτα ἔλεξεν ὁ Κῦρος· ἀλλʼ ἔστι μὲν ἡμῖν, ὦ ἄνδρες, ἀρχὴ πατρῴα πρὸς μὲν μεσημβρίαν μέχρι οὗ διὰ καῦμα οὐ δύνανται οἰκεῖν ἄνθρωποι, πρὸς δὲ ἄρκτον μέχρι οὗ διὰ χειμῶνα· τὰ δʼ ἐν μέσῳ τούτων πάντα σατραπεύουσιν οἱ τοῦ ἐμοῦ ἀδελφοῦ φίλοι.
小居鲁士听后说道:“朋友们,我们先祖的疆土,向南延伸到因酷热而无法住人之境,向北延伸到因严寒而无法住人之境;这其间的一切土地,皆由我兄长的朋友担任总督统治着。
ἢν δʼ ἡμεῖς νικήσωμεν, ἡμᾶς δεῖ τοὺς ἡμετέρους φίλους τούτων ἐγκρατεῖς ποιῆσαι. ὥστε οὐ τοῦτο δέδοικα, μὴ οὐκ ἔχω ὅ τι δῶ3 ἑκάστῳ τῶν φίλων, ἂν εὖ γένηται, ἀλλὰ μὴ οὐκ ἔχω ἱκανοὺς οἷς δῶ. ὑμῶν δὲ τῶν Ἑλλήνων καὶ στέφανον ἑκάστῳ χρυσοῦν δώσω.
如果我们获胜,就必须让我们自己的朋友成为这些领地的主人。因此,我所担心的并不是一旦事成没有东西分给每位朋友,而是担心没有足够的朋友可以分赠。至于你们希腊人,我还将赠予每人一顶金冠。”
οἱ δὲ ταῦτα ἀκούσαντες αὐτοί τε ἦσαν πολὺ προθυμότεροι καὶ τοῖς ἄλλοις ἐξήγγελλον. εἰσῇσαν δὲ παρʼ αὐτὸν οἵ τε στρατηγοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ἀξιοῦντες εἰδέναι τί σφίσιν ἔσται, ἐὰν κρατήσωσιν. ὁ δὲ ἐμπιμπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπε.
众人听了这番话,不仅自己斗志倍增,还将消息传达给其他人。随后,将领们和部分其他希腊人也来到小居鲁士帐前,要求明确知晓获胜后自己将得到什么;小居鲁士让所有人都满怀期待满意而去。
παρεκελεύοντο δὲ αὐτῷ πάντες ὅσοιπερ διελέγοντο μὴ μάχεσθαι, ἀλλʼ ὄπισθεν ἑαυτῶν τάττεσθαι. ἐν δὲ τῷ καιρῷ τούτῳ Κλέαρχος ὧδέ πως ἤρετο τὸν Κῦρον· οἴει γάρ σοι μαχεῖσθαι, ὦ Κῦρε, τὸν ἀδελφόν; νὴ Δίʼ, ἔφη ὁ Κῦρος, εἴπερ γε Δαρείου καὶ Παρυσάτιδός ἐστι παῖς, ἐμὸς δὲ ἀδελφός, οὐκ ἀμαχεὶ ταῦτʼ ἐγὼ λήψομαι.
凡是与他交谈的人,无不劝告他不要亲自冲锋陷阵,而应居于他们后方压阵。就在此时,克勒阿科斯大致这样向小居鲁士询问道:“小居鲁士啊,你真认为你的兄长会同你交战吗?”“指着宙斯发誓,”小居鲁士说,“只要他确实是大流士与帕律萨梯斯的儿子、我的亲兄长,我就绝不可能不战而取得这一切。”
- 1.7.3ὅπως οὖν ἔσεσθε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας
由 ὅπως 引导接将来时直陈式(ἔσεσθε)的独立句,省略了主句动词(如 ὁρᾶτε),表示强烈的劝告或命令:“因此你们务必成为……的人”。后文 ἧς κέκτησθε 中的 ἧς 是关系代词受先行词 τῆς ἐλευθερίας 吸引而由宾格(ἣν)变为属格;而 ἧς ὑμᾶς ἐγὼ εὐδαιμονίζω 中的 ἧς 则是动词 εὐδαιμονίζω 所要求的“原因属格”(因……而认为幸福/称颂)。
- 1.7.4τὰ ἄλλα καὶ αἰσχύνεσθαί μοι δοκῶ οἵους ἡμῖν γνώσεσθε τοὺς ἐν τῇ χώρᾳ ὄντας ἀνθρώπους
包含语序倒装与宾语前置(prolepsis)。τὰ ἄλλα 是表示“在其他方面”的关系宾格。αἰσχύνεσθαί μοι δοκῶ 意为“我觉得我甚至会感到惭愧”。在由 οἵους 引导的从句中,本应作为从句主语的 τοὺς ἐν τῇ χώρᾳ ὄντας ἀνθρώπους 被预先置为宾格(prolepsis),由 γνώσεσθε 支配并与表语 οἵους 结合(“当你们发现这片土地上的人究竟是何等模样时”)。ἡμῖν 是情态与格(ethic dative)或关涉与格。
- 1.7.7οὐ τοῦτο δέδοικα, μὴ οὐκ ἔχω ὅ τι δῶ
在表示恐惧的动词 δέδοικα 之后接 μὴ οὐ 加虚拟式(ἔχω)的结构,表示担忧某事不会发生(“担心我没有……”)。由于主句被 οὐ 否定(“我所担心的并不是这个……”),整体构成双重否定强调。ὅ τι δῶ 是从属疑问/关系从句中的审议虚拟式(deliberative subjunctive),意为“何物可给 / 所给之物”。
