- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.6.1-1.6.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波斯贵族奥龙塔斯密谋叛变的信件被截获,小居鲁士召集克勒阿科斯及亲信幕僚设立法庭对其进行审问;奥龙塔斯供认罪行后被判处死刑并秘密处决。
ἐντεῦθεν προϊόντων ἐφαίνετο ἴχνια ἵππων καὶ κόπρος· εἰκάζετο δʼ εἶναι ὁ στίβος ὡς δισχιλίων ἵππων. οὗτοι προϊόντες ἔκαιον καὶ χιλὸν καὶ εἴ τι ἄλλο χρήσιμον ἦν. Ὀρόντας δέ, Πέρσης ἀνήρ, γένει τε προσήκων βασιλεῖ καὶ τὰ πολέμια λεγόμενος ἐν τοῖς ἀρίστοις Περσῶν ἐπιβουλεύει Κύρῳ καὶ πρόσθεν πολεμήσας, καταλλαγεὶς δέ.
从那里继续前进时,地面上显露出了马的蹄印与粪便;据推测,痕迹大约是由两千匹马留下的。这些骑兵一路前行,将饲料以及凡是有用的东西尽皆焚毁。这时,有一位名叫奥龙塔斯的波斯人,与国王有血缘关系,在战事方面被列为波斯人中最出众的人物之一;他虽然曾经与小居鲁士交战,后又媾和,此时却暗中图谋反对小居鲁士。
οὗτος Κύρῳ εἶπεν, εἰ αὐτῷ δοίη ἱππέας χιλίους, ὅτι τοὺς προκατακαίοντας ἱππέας ἢ κατακαίνοι ἂν ἐνεδρεύσας ἢ ζῶντας πολλοὺς αὐτῶν ἂν ἕλοι1 καὶ κωλύσειε τοῦ καίειν ἐπιόντας, καὶ ποιήσειεν ὥστε μήποτε δύνασθαι αὐτοὺς ἰδόντας τὸ Κύρου στράτευμα βασιλεῖ διαγγεῖλαι. τῷ δὲ Κύρῳ ἀκούσαντι ταῦτα ἐδόκει ὠφέλιμα εἶναι, καὶ ἐκέλευεν αὐτὸν λαμβάνειν μέρος παρʼ ἑκάστου τῶν ἡγεμόνων.
他向小居鲁士提议,如果小居鲁士借给他一千名骑兵,他便设伏将那些在前方焚毁物资的敌方骑兵消灭,或者生擒其中的许多人,制止他们沿途纵火,并使他们即使看到小居鲁士的军队也绝无法向国王报信。小居鲁士听后认为此计有利,便命令他从每位将领麾下各调取一部分人马。
ὁ δʼ Ὀρόντας νομίσας ἑτοίμους εἶναι αὑτῷ τοὺς ἱππέας γράφει ἐπιστολὴν παρὰ βασιλέα ὅτι ἥξοι ἔχων ἱππέας ὡς ἂν δύνηται πλείστους· ἀλλὰ φράσαι τοῖς αὑτοῦ ἱππεῦσιν ἐκέλευεν ὡς φίλιον αὐτὸν ὑποδέχεσθαι. ἐνῆν δὲ ἐν τῇ ἐπιστολῇ καὶ τῆς πρόσθεν φιλίας ὑπομνήματα καὶ πίστεως. ταύτην τὴν ἐπιστολὴν δίδωσι πιστῷ ἀνδρί, ὡς ᾤετο· ὁ δὲ λαβὼν Κύρῳ δίδωσιν.
奥龙塔斯自以为骑兵已调集就绪,便写信给国王,说他将率领尽可能多的骑兵投奔;但他催促国王吩咐自己的骑兵像对待朋友一样接纳他。信中还提及了他们昔日的友谊与忠诚。他将这封信交给他自认为忠诚的一个人;但那人接到信后却呈交给了小居鲁士。
ἀναγνοὺς δὲ αὐτὴν ὁ Κῦρος συλλαμβάνει Ὀρόνταν, καὶ συγκαλεῖ εἰς τὴν ἑαυτοῦ σκηνὴν Πέρσας τοὺς ἀρίστους τῶν περὶ αὐτὸν ἑπτά, καὶ τοὺς τῶν Ἑλλήνων στρατηγοὺς ἐκέλευσεν ὁπλίτας ἀγαγεῖν, τούτους δὲ θέσθαι τὰ ὅπλα περὶ τὴν αὑτοῦ σκηνήν. οἱ δὲ ταῦτα ἐποίησαν, ἀγαγόντες ὡς τρισχιλίους ὁπλίτας.
小居鲁士阅毕信件,当即将奥龙塔斯逮捕,并召集身边最杰出的七名波斯亲信进入自己的帐篷,又命令希腊将领调来重装步兵,命他们全副武装驻守在自己的帐篷周围。他们照办了,调来了大约三千名重装步兵。
Κλέαρχον δὲ καὶ εἴσω παρεκάλεσε σύμβουλον, ὅς γε καὶ αὐτῷ καὶ τοῖς ἄλλοις ἐδόκει προτιμηθῆναι μάλιστα τῶν Ἑλλήνων. ἐπεὶ δʼ ἐξῆλθεν, ἀπήγγειλε τοῖς φίλοις τὴν κρίσιν τοῦ Ὀρόντα ὡς ἐγένετο· οὐ γὰρ ἀπόρρητον ἦν.
小居鲁士还邀请克勒阿科斯进入帐内担任参谋;无论是小居鲁士本人还是其他人,都认为克勒阿科斯是希腊人中最受尊崇的。克勒阿科斯出来后,向朋友们转述了审判奥龙塔斯的经过;因为这并非不可泄露之事。
ἔφη δὲ Κῦρον ἄρχειν τοῦ λόγου ὧδε. παρεκάλεσα ὑμᾶς, ἄνδρες φίλοι, ὅπως σὺν ὑμῖν βουλευόμενος ὅ τι δίκαιόν ἐστι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων, τοῦτο πράξω περὶ Ὀρόντα τουτουί. τοῦτον γὰρ πρῶτον μὲν ὁ ἐμὸς πατὴρ ἔδωκεν ὑπήκοον εἶναι ἐμοί· ἐπεὶ δὲ ταχθείς, ὡς ἔφη αὐτός, ὑπὸ τοῦ ἐμοῦ ἀδελφοῦ οὗτος ἐπολέμησεν ἐμοὶ ἔχων τὴν ἐν Σάρδεσιν ἀκρόπολιν, καὶ ἐγὼ αὐτὸν προσπολεμῶν ἐποίησα ὥστε δόξαι τούτῳ τοῦ πρὸς ἐμὲ πολέμου παύσασθαι, καὶ δεξιὰν ἔλαβον καὶ ἔδωκα, μετὰ ταῦτα, ἔφη, Ὀρόντα, ἔστιν ὅ τι σε ἠδίκησα;
据他说,小居鲁士是这样开场的:“朋友们,我召集你们来,是为了与你们商议,无论在神明面前还是在世人面前何为正义,便据此对这边的奥龙塔斯予以处置。因为首先,我的父亲曾将此人赐予我做属下;然而,按他自己所言,受我兄长的指派,此人占据萨狄斯的卫城与我为敌;我与他交战,使他不得不决意停止与我的战争,我们彼此互授并立下了右手的誓言。奥龙塔斯,”小居鲁士说,“在此之后,我可曾在任何事上亏待过你?”
ἀπεκρίνατο ὅτι οὔ. πάλιν δὲ ὁ Κῦρος ἠρώτα· οὐκοῦν ὕστερον, ὡς αὐτὸς σὺ ὁμολογεῖς, οὐδὲν ὑπʼ ἐμοῦ ἀδικούμενος ἀποστὰς εἰς Μυσοὺς κακῶς ἐποίεις τὴν ἐμὴν χώραν ὅ τι ἐδύνω; ἔφη Ὀρόντας. οὐκοῦν, ἔφη ὁ Κῦρος, ὁπότʼ αὖ ἔγνως τὴν σαυτοῦ δύναμιν, ἐλθὼν ἐπὶ τὸν τῆς Ἀρτέμιδος βωμὸν μεταμέλειν τέ σοι ἔφησθα καὶ πείσας ἐμὲ πιστὰ πάλιν ἔδωκάς μοι καὶ ἔλαβες παρʼ ἐμοῦ; καὶ ταῦθʼ ὡμολόγει Ὀρόντας.
奥龙塔斯回答说没有。小居鲁士又问:“那么后来,正如你自己承认的,你在未受我任何亏待的情况下,背叛我投奔密细亚人,竭尽全力蹂躏我的领地,可有此事?”奥龙塔斯回答:“确有此事。”小居鲁士说:“那么,当你再次认清自己的实力之后,来到阿耳忒弥斯的神坛前,表示懊悔,并说服了我,再次与我互授誓言,可有此事?”奥龙塔斯对此也承认了。
τί οὖν, ἔφη ὁ Κῦρος, ἀδικηθεὶς ὑπʼ ἐμοῦ νῦν τὸ τρίτον ἐπιβουλεύων μοι φανερὸς γέγονας; εἰπόντος δὲ τοῦ Ὀρόντα ὅτι οὐδὲν ἀδικηθείς, ἠρώτησεν ὁ Κῦρος αὐτόν· ὁμολογεῖς οὖν περὶ ἐμὲ ἄδικος γεγενῆσθαι; ἦ γὰρ ἀνάγκη, ἔφη Ὀρόντας. ἐκ τούτου πάλιν ἠρώτησεν ὁ Κῦρος· ἔτι οὖν ἂν γένοιο τῷ ἐμῷ ἀδελφῷ πολέμιος, ἐμοὶ δὲ φίλος καὶ πιστός; ὁ δὲ ἀπεκρίνατο ὅτι οὐδʼ εἰ γενοίμην, ὦ Κῦρε, σοί γʼ ἄν ποτε ἔτι δόξαιμι.
“既然如此,”小居鲁士说,“你究竟因受我何种亏待,如今竟第三次被证实暗中图谋害我?”奥龙塔斯回答说未受任何亏待,于是小居鲁士问他:“那么,你承认自己对我行事不义了吗?”“不得不承认。”奥龙塔斯说。接着小居鲁士再次问道:“那么今后,你还会成为我兄长的敌人,并做我的忠实朋友吗?”他回答道:“即使我做到了,小居鲁士啊,至少在你看来,我也绝不会再被如此认为了。”
πρὸς ταῦτα Κῦρος εἶπε τοῖς παροῦσιν· ὁ μὲν ἀνὴρ τοιαῦτα μὲν πεποίηκε, τοιαῦτα δὲ λέγει· ὑμῶν δὲ σὺ πρῶτος, ὦ Κλέαρχε, ἀπόφηναι γνώμην ὅ τι σοι δοκεῖ. Κλέαρχος δὲ εἶπε τάδε. συμβουλεύω ἐγὼ τὸν ἄνδρα τοῦτον ἐκποδὼν ποιεῖσθαι ὡς τάχιστα, ὡς μηκέτι δέῃ τοῦτον φυλάττεσθαι, ἀλλὰ σχολὴ ᾖ ἡμῖν, τὸ κατὰ τοῦτον εἶναι,2 τοὺς ἐθελοντὰς τούτους εὖ ποιεῖν.
对此,小居鲁士对在座的人说:“此人确实犯下了这样的行径,也说了这样的话;你们当中,克勒阿科斯啊,请你首先发表意见,谈谈你的看法。”克勒阿科斯说道:“我建议尽快将此人除掉,以便我们不再需要防备他,而在关于他的事情上,我们能有闲暇善待这些心甘情愿追随我们的人。”
ταύτῃ δὲ τῇ γνώμῃ ἔφη καὶ τοὺς ἄλλους προσθέσθαι. μετὰ ταῦτα, ἔφη, κελεύοντος Κύρου ἔλαβον τῆς ζώνης τὸν Ὀρόνταν ἐπὶ θανάτῳ3 ἅπαντες ἀναστάντες καὶ οἱ συγγενεῖς· εἶτα δʼ ἐξῆγον αὐτὸν οἷς προσετάχθη. ἐπεὶ δὲ εἶδον αὐτὸν οἵπερ πρόσθεν προσεκύνουν, καὶ τότε προσεκύνησαν, καίπερ εἰδότες ὅτι ἐπὶ θάνατον ἄγοιτο.
克勒阿科斯说其他人也赞同这一意见。他说,在此之后,依小居鲁士的命令,所有人都站立起来,包括奥龙塔斯的亲属在内,抓住他的腰带,以此作为判处死刑的标志;随后,受命之人便将他押出。那些过去常常向他伏地顶礼的人看到他被押出来,尽管明知他是被押去受死,当时却依然向他伏地顶礼。
ἐπεὶ δὲ εἰς τὴν Ἀρταπάτου σκηνὴν εἰσήχθη, τοῦ πιστοτάτου τῶν Κύρου σκηπτούχων, μετὰ ταῦτα οὔτε ζῶντα Ὀρόνταν οὔτε τεθνηκότα οὐδεὶς εἶδε πώποτε, οὐδὲ ὅπως ἀπέθανεν οὐδεὶς εἰδὼς ἔλεγεν· εἴκαζον δὲ ἄλλοι ἄλλως· τάφος δὲ οὐδεὶς πώποτε αὐτοῦ ἐφάνη.
他被带进了小居鲁士最忠实的执杖官阿尔塔帕特斯的帐篷,在此之后,再也没有人见过奥龙塔斯的活人或尸体,也没有人确知并说出他是如何死去的;人们众说纷纭,但他的坟墓从未被人发现。
- 1.6.2εἰ αὐτῷ δοίη ἱππέας χιλίους, ὅτι τοὺς προκατακαίοντας ἱππέας ἢ κατακαίνοι ἂν ἐνεδρεύσας ἢ ζῶντας πολλοὺς αὐτῶν ἂν ἕλοι
间接引语的倒置结构:引导从句的连词 ὅτι 被置于条件从句 εἰ αὐτῷ δοίη 之后。主句谓语动词 κατακαίνοι ἄν 与 ἕλοι ἄν 保留了直接引语中带有 ἄν 的潜能祈愿语气。
- 1.6.9τὸ κατὰ τοῦτον εἶναι
不定式的限制性/绝对性用法短语,为习惯表达,意为“就此人而言”或“在关于此人的事情上”。不定式 εἶναι 与宾格短语 τὸ κατὰ τοῦτον 结合,在句中作状语修饰整个句子。
- 1.6.10ἔλαβον τῆς ζώνης τὸν Ὀρόνταν ἐπὶ θανάτῳ
抓握动词 λαμβάνω 的复合配价结构:所触及的身体部分用部分属格(τῆς ζώνης,“按其腰带”),整个人用宾格(τὸν Ὀρόνταν)。短语 ἐπὶ θανάτῳ(“处以死刑”)表明这是波斯法制中象征判处死刑的司法礼仪动作。
