← 色诺芬

长征记

§1.5.9-1.5.17

沙尔曼德城补给与部众内讧的平息

小居鲁士为防敌军集结而急速行军,全军借浮具从幼发拉底河对岸的沙尔曼德城采购粮秣;但克勒阿科斯与门农的部下爆发严重私斗险酿内讧,小居鲁士亲自骑马介入化解了危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.9

τὸ δὲ σύμπαν δῆλος ἦν Κῦρος ὡς σπεύδων1 πᾶσαν τὴν ὁδὸν καὶ οὐ διατρίβων ὅπου μὴ ἐπισιτισμοῦ ἕνεκα ἤ τινος ἄλλου ἀναγκαίου ἐκαθέζετο, νομίζων, ὅσῳ θᾶττον ἔλθοι, τοσούτῳ ἀπαρασκευαστοτέρῳ βασιλεῖ μαχεῖσθαι, ὅσῳ δὲ σχολαίτερον, τοσούτῳ πλέον συναγείρεσθαι βασιλεῖ στράτευμα. καὶ συνιδεῖν δʼ ἦν τῷ προσέχοντι τὸν νοῦν τῇ βασιλέως ἀρχῇ πλήθει μὲν χώρας καὶ ἀνθρώπων ἰσχυρὰ οὖσα, τοῖς δὲ μήκεσι τῶν ὁδῶν καὶ τῷ διεσπάσθαι τὰς δυνάμεις ἀσθενής,2 εἴ τις διὰ ταχέων τὸν πόλεμον ποιοῖτο.

总体而言,小居鲁士显而易见是在全速行军,除为了筹措粮饷或办理某些其他必要事宜而驻留外,从不浪费时间;因为他认为,自己赶到得越快,与之交战的波斯国王就越措手不及,而若行动越迟缓,波斯国王集结的军队就会越多。留心观察的人也可以看出,波斯国王的帝国虽然在幅员辽阔与人口众多方面十分强大,但由于行军道路漫长以及兵力分散,如果有人采取速战速决的方式进行战争,它实际上是十分脆弱的。

§1.5.10

πέραν δὲ τοῦ Εὐφράτου ποταμοῦ κατὰ τοὺς ἐρήμους σταθμοὺς ἦν πόλις εὐδαίμων καὶ μεγάλη, ὄνομα δὲ Χαρμάνδη· ἐκ ταύτης οἱ στρατιῶται ἠγόραζον τὰ ἐπιτήδεια, σχεδίαις διαβαίνοντες ὧδε. διφθέρας ἃς εἶχον στεγάσματα ἐπίμπλασαν χόρτου κούφου, εἶτα συνῆγον καὶ συνέσπων, ὡς μὴ ἅπτεσθαι τῆς κάρφης τὸ ὕδωρ· ἐπὶ τούτων διέβαινον καὶ ἐλάμβανον τὰ ἐπιτήδεια, οἶνόν τε ἐκ τῆς βαλάνου πεποιημένον τῆς ἀπὸ τοῦ φοίνικος καὶ σῖτον μελίνης· τοῦτο γὰρ ἦν ἐν τῇ χώρᾳ πλεῖστον.

在幼发拉底河对岸、这些荒原驿程的途中,有一座富庶的大城,名叫沙尔曼德;士兵们用木筏渡河,从这座城购买给养,渡河方式如下:他们将用作帐篷遮盖物的皮垫装满干草,然后将边缘收拢并扎紧,使水不致渗入草料;他们骑跨在这些皮垫上渡河,获取给养,包括用海枣制成的酒和粟米粮;因为这种粮食在当地最为丰富。

§1.5.11

ἀμφιλεξάντων δέ τι ἐνταῦθα τῶν τε τοῦ Μένωνος στρατιωτῶν καὶ τῶν τοῦ Κλεάρχου ὁ Κλέαρχος κρίνας ἀδικεῖν τὸν τοῦ Μένωνος πληγὰς ἐνέβαλεν· ὁ δὲ ἐλθὼν πρὸς τὸ ἑαυτοῦ στράτευμα ἔλεγεν· ἀκούσαντες δὲ οἱ στρατιῶται ἐχαλέπαινον καὶ ὠργίζοντο ἰσχυρῶς τῷ Κλεάρχῳ.

在此期间,门农的士兵与克勒阿科斯的士兵发生争执,克勒阿科斯判定门农部下的士兵理亏,遂将其处以鞭笞。该士兵回到自己的部队诉说此事;士兵们听闻后,对克勒阿科斯极为愤慨并深感恼怒。

§1.5.12

τῇ δὲ αὐτῇ ἡμέρᾳ Κλέαρχος ἐλθὼν ἐπὶ τὴν διάβασιν τοῦ ποταμοῦ καὶ ἐκεῖ κατασκεψάμενος τὴν ἀγορὰν ἀφιππεύει ἐπὶ τὴν ἑαυτοῦ σκηνὴν διὰ τοῦ Μένωνος στρατεύματος σὺν ὀλίγοις τοῖς περὶ αὐτόν· Κῦρος δὲ οὔπω ἧκεν, ἀλλʼ ἔτι προσήλαυνε· τῶν δὲ Μένωνος στρατιωτῶν ξύλα σχίζων τις ὡς εἶδε Κλέαρχον διελαύνοντα, ἵησι τῇ ἀξίνῃ· καὶ οὗτος μὲν αὐτοῦ ἥμαρτεν· ἄλλος δὲ λίθῳ καὶ ἄλλος, εἶτα πολλοί, κραυγῆς γενομένης.

同一天,克勒阿科斯前往河流渡口,并在那里视察了集市后,带着少数随从穿过门农的营地骑马返回自己的营帐。此时小居鲁士尚未到达,仍在中途行进。门农的一名正在劈木柴的士兵看到克勒阿科斯骑马经过,便用斧头朝他掷去;此人未击中他,但另一人投来石头,接着又一人,随后呼喊声四起,许多人纷纷投掷石头。

§1.5.13

ὁ δὲ καταφεύγει εἰς τὸ ἑαυτοῦ στράτευμα, καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα· καὶ τοὺς μὲν ὁπλίτας αὐτοῦ ἐκέλευσε μεῖναι τὰς ἀσπίδας πρὸς τὰ γόνατα θέντας, αὐτὸς δὲ λαβὼν τοὺς Θρᾷκας καὶ τοὺς ἱππέας οἳ ἦσαν αὐτῷ ἐν τῷ στρατεύματι πλείους ἢ τετταράκοντα, τούτων δὲ οἱ πλεῖστοι Θρᾷκες, ἤλαυνεν ἐπὶ τοὺς Μένωνος, ὥστʼ ἐκείνους ἐκπεπλῆχθαι καὶ αὐτὸν Μένωνα, καὶ τρέχειν ἐπὶ τὰ ὅπλα· οἱ δὲ καὶ ἕστασαν ἀποροῦντες τῷ πράγματι.

克勒阿科斯逃回自己的营地,随即下令全军戒备武装;他命令重装步兵将盾牌靠在膝盖上原地待命,自己则率领色雷斯人和军中的四十多名骑兵——其中多数是色雷斯人——向门农的部队冲去,致使对方全军乃至门农本人惊恐失措,奔向武器;也有些人不知所措地呆立在原地。

§1.5.14

ὁ δὲ Πρόξενος (ἔτυχε γὰρ ὕστερος προσιὼν καὶ τάξις αὐτῷ ἑπομένη τῶν ὁπλιτῶν) εὐθὺς οὖν εἰς τὸ μέσον ἀμφοτέρων ἄγων ἔθετο τὰ ὅπλα καὶ ἐδεῖτο τοῦ Κλεάρχου μὴ ποιεῖν ταῦτα. ὁ δʼ ἐχαλέπαινεν ὅτι αὐτοῦ ὀλίγου δεήσαντος καταλευσθῆναι3 πράως λέγοι τὸ αὑτοῦ πάθος, ἐκέλευσέ τε αὐτὸν ἐκ τοῦ μέσου ἐξίστασθαι.

这时普罗克塞诺斯(因为他恰好随后赶来,有一队重装步兵紧随其后)立即带兵插入两军中间并令士兵放下武器就地戒备,恳求克勒阿科斯不要采取这种行动。然而克勒阿科斯因自己险些被乱石砸死,而普罗克塞诺斯却将他的遭遇轻描淡写地诉说而大为恼怒,命令他离开两军之间。

§1.5.15

ἐν τούτῳ δʼ ἐπῄει καὶ Κῦρος καὶ ἐπύθετο τὸ πρᾶγμα· εὐθὺς δʼ ἔλαβε τὰ παλτὰ εἰς τὰς χεῖρας καὶ σὺν τοῖς παροῦσι τῶν πιστῶν ἧκεν ἐλαύνων εἰς τὸ μέσον, καὶ λέγει τάδε. Κλέαρχε καὶ Πρόξενε καὶ οἱ ἄλλοι οἱ παρόντες Ἕλληνες, οὐκ ἴστε ὅ τι ποιεῖτε. εἰ γάρ τινα ἀλλήλοις μάχην συνάψετε, νομίζετε ἐν τῇδε τῇ ἡμέρᾳ ἐμέ τε κατακεκόψεσθαι καὶ ὑμᾶς οὐ πολὺ ἐμοῦ ὕστερον·4 κακῶς γὰρ τῶν ἡμετέρων ἐχόντων πάντες οὗτοι οὓς ὁρᾶτε βάρβαροι πολεμιώτεροι ἡμῖν ἔσονται τῶν παρὰ βασιλεῖ ὄντων.

在此期间小居鲁士也赶到了,获悉了事情经过;他立即手持标枪,与在场的亲信侍从一同骑马冲入两军之间,说道: “克勒阿科斯、普罗克塞诺斯,以及在场的各位希腊人,你们不知道自己在做什么。如果你们彼此爆发交战,你们要明白,就在今天我便会被斩杀殆尽,而你们在我之后不久也将大难临头;因为一旦我们的形势恶化,你们所看到的这一切蛮族军队,对我们的敌意将远甚于波斯国王身边的军队。”

§1.5.17

ἀκούσας ταῦτα ὁ Κλέαρχος ἐν ἑαυτῷ ἐγένετο· καὶ παυσάμενοι ἀμφότεροι κατὰ χώραν ἔθεντο τὰ ὅπλα.

克勒阿科斯听罢恢复了理智;双方停手,并在各自的原位放下了武器。

语法注4 条
  1. 1.5.9δῆλος ἦν Κῦρος ὡς σπεύδων

    谓语形容词 δῆλος 用于人称句结构(相当于非人称结构 δῆλον ἦν ὅτι...),主语 Κῦρος 被提升为主句主语,后接 ὡς 与分词 σπεύδων。该结构字面意为“居鲁士显现为正急迫赶路”,ὡς 强调表现出来的主观态度与意图。

  2. 1.5.9τῇ βασιλέως ἀρχῇ πλήθει μὲν χώρας καὶ ἀνθρώπων ἰσχυρὰ οὖσα, τοῖς δὲ μήκεσι τῶν ὁδῶν καὶ τῷ διεσπάσθαι τὰς δυνάμεις ἀσθενής

    短语 τῇ βασιλέως ἀρχῇ 是分词短语 τῷ προσέχοντι τὸν νοῦν(“对于留心观察的人”)所支配的与格宾语;然而后续的 ἰσχυρὰ οὖσα ... ἀσθενής 却使用了主格阴性单数,构成了语义破格结构(anacoluthon),在逻辑上将帝国(ἡ ἀρχή)视为主格主语,来作 συνιδεῖν ἦν 的说明对象。

  3. 1.5.14ὀλίγου δεήσαντος καταλευσθῆναι

    由前接主语 αὐτοῦ 与人称动词 δέω 的分词 δεήσαντος(带属格 ὀλίγου)构成的属格独立结构。固定短语 ὀλίγου δέω 与不定式 καταλευσθῆναι(被乱石砸死)连用,表示“差一点……”或“险些……”,在此指克勒阿科斯险些丧命。

  4. 1.5.16ἐμέ τε κατακεκόψεσθαι καὶ ὑμᾶς οὐ πολὺ ἐμοῦ ὕστερον

    此处使用了动词 κατακόπτω 的完成被动将来时不定式 κατακεκόψεσθαι,而非单纯将来时。该时态着重强调动作的“立即实现”以及结果的“彻底与不可逆”,生动传达了一旦发生内讧自己必将立遭诛戮斩绝的必然结局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.5.9-1.5.17