← 色诺芬

长征记

§1.5.1-1.5.8

穿过阿拉伯荒原与贵族泥淖救援车队

小居鲁士沿幼发拉底河穿过阿拉伯荒原,军队在此狩猎各种野兽,后遭遇严重饥荒及驮兽折损,最终抵达培莱。在车队陷于泥泞难行之处时,小居鲁士身边的波斯贵族身着华服毅然跳入泥淖,以极高的纪律性迅速将马车抬出脱困。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Ἀραβίας τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ ἔχων σταθμοὺς ἐρήμους πέντε παρασάγγας τριάκοντα καὶ πέντε. ἐν τούτῳ δὲ τῷ τόπῳ ἦν μὲν ἡ γῆ πεδίον ἅπαν ὁμαλὲς ὥσπερ θάλαττα, ἀψινθίου δὲ πλῆρες· εἰ δέ τι καὶ ἄλλο ἐνῆν ὕλης ἢ καλάμου, ἅπαντα ἦσαν εὐώδη ὥσπερ ἀρώματα·

从那里出发,他穿过阿拉伯,幼发拉底河位于其右侧,前进了五个荒原驿程,三十五帕拉桑。在这片地域,土地全部平坦如海,长满了苦艾;若有其他杂木或芦苇,也全都像香料一般芳香。

§1.5.2

δένδρον δʼ οὐδὲν ἐνῆν, θηρία δὲ παντοῖα, πλεῖστοι ὄνοι ἄγριοι, πολλαὶ δὲ στρουθοὶ αἱ μεγάλαι· ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες· ταῦτα δὲ τὰ θηρία οἱ ἱππεῖς ἐνίοτε ἐδίωκον. καὶ οἱ μὲν ὄνοι, ἐπεί τις διώκοι, προδραμόντες ἕστασαν· πολὺ γὰρ τῶν ἵππων ἔτρεχον θᾶττον· καὶ πάλιν, ἐπεὶ πλησιάζοιεν οἱ ἵπποι, ταὐτὸν ἐποίουν, καὶ οὐκ ἦν λαβεῖν, εἰ μὴ διαστάντες οἱ ἱππεῖς θηρῷεν διαδεχόμενοι.1 τὰ δὲ κρέα τῶν ἁλισκομένων ἦν παραπλήσια τοῖς ἐλαφείοις, ἁπαλώτερα δέ.

此处没有树木,却有各种各样的野兽,极多的野驴和大量的鸵鸟;此外还有鸨和瞪羚;骑兵们有时会追捕这些野兽。野驴在有人追赶时,便会先奔跑一段然后停住站立,因为它们跑得比马快得多;而当马匹接近时,它们又重复同样的举动,除非骑兵们拉开距离分段接力围捕,否则便无法将其捕获。被捕获的野驴肉质与鹿肉相似,但更加鲜嫩。

§1.5.3

στρουθὸν δὲ οὐδεὶς ἔλαβεν· οἱ δὲ διώξαντες τῶν ἱππέων ταχὺ ἐπαύοντο· πολὺ γὰρ ἀπέσπα φεύγουσα, τοῖς μὲν ποσὶ δρόμῳ, ταῖς δὲ πτέρυξιν αἴρουσα,2 ὥσπερ ἱστίῳ χρωμένη. τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι λαμβάνειν· πέτονται γὰρ βραχὺ ὥσπερ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι. τὰ δὲ κρέα αὐτῶν ἥδιστα ἦν.

然而没有任何人抓到过鸵鸟;追赶的骑兵很快就放弃了,因为鸵鸟在奔逃时拉开极远的距离,双足疾奔,双翼高举,犹如扬帆一般。至于鸨,只要有人迅速将其惊起,便能捕获;因为它们像鹧鸪一样只能飞很短的距离,很快就会筋疲力尽。它们的肉极为鲜美。

§1.5.4

πορευόμενοι δὲ διὰ ταύτης τῆς χώρας ἀφικνοῦνται ἐπὶ τὸν Μάσκαν ποταμόν, τὸ εὖρος πλεθριαῖον. ἐνταῦθα ἦν πόλις ἐρήμη, μεγάλη, ὄνομα δʼ αὐτῇ Κορσωτή· περιερρεῖτο δʼ αὕτη ὑπὸ τοῦ Μάσκα κύκλῳ.

行军穿过这片土地,他们到达了宽一普勒特隆的马斯卡斯河。这里有一座荒废的大城,名叫科尔索特;该城四周被马斯卡斯河环绕。

§1.5.5

ἐνταῦθʼ ἔμειναν ἡμέρας τρεῖς καὶ ἐπεσιτίσαντο. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς ἐρήμους τρισκαίδεκα παρασάγγας ἐνενήκοντα τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ ἔχων, καὶ ἀφικνεῖται ἐπὶ Πύλας. ἐν τούτοις τοῖς σταθμοῖς πολλὰ τῶν ὑποζυγίων ἀπώλετο ὑπὸ λιμοῦ· οὐ γὰρ ἦν χόρτος οὐδὲ ἄλλο οὐδὲν δένδρον, ἀλλὰ ψιλὴ ἦν ἅπασα ἡ χώρα· οἱ δὲ ἐνοικοῦντες ὄνους ἀλέτας παρὰ τὸν ποταμὸν ὀρύττοντες καὶ ποιοῦντες εἰς Βαβυλῶνα ἦγον καὶ ἐπώλουν καὶ ἀνταγοράζοντες σῖτον ἔζων.

他们在此停留了三天并补充了给养。从那里出发,幼发拉底河位于其右侧,他前进了十三个荒原驿程,九十帕拉桑,到达培莱。在这些驿程中,许多驮兽因饥饿而死亡;因为既没有草料,也没有任何其他树木,全境光秃荒芜;当地居民在河边开采磨石并加以制作,运往巴比伦出售,以此换购粮食维持生计。

§1.5.6

τὸ δὲ στράτευμα ὁ σῖτος ἐπέλιπε, καὶ πρίασθαι οὐκ ἦν εἰ μὴ ἐν τῇ Λυδίᾳ ἀγορᾷ ἐν τῷ Κύρου βαρβαρικῷ, τὴν καπίθην ἀλεύρων ἢ ἀλφίτων τεττάρων σίγλων.3 ὁ δὲ σίγλος δύναται ἑπτὰ ὀβολοὺς καὶ ἡμιωβέλιον Ἀττικούς· ἡ δὲ καπίθη δύο χοίνικας Ἀττικὰς ἐχώρει. κρέα οὖν ἐσθίοντες οἱ στρατιῶται διεγίγνοντο.

全军粮食告罄,除了在小居鲁士蛮族部队中的吕底亚市场上购买之外别无他途,一卡皮特小麦粉或大麦粉索价四西格罗斯。一西格罗斯合七个半阿提卡奥博尔;一卡皮特能盛两阿提卡霍伊尼克斯。因此士兵们只能靠吃肉维持生命。

§1.5.7

ἦν δὲ τούτων τῶν σταθμῶν οὓς πάνυ μακροὺς ἤλαυνεν,4 ὁπότε ἢ πρὸς ὕδωρ βούλοιτο διατελέσαι ἢ πρὸς χιλόν. καὶ δή ποτε στενοχωρίας καὶ πηλοῦ φανέντος ταῖς ἁμάξαις δυσπορεύτου ἐπέστη ὁ Κῦρος σὺν τοῖς περὶ αὐτὸν ἀρίστοις καὶ εὐδαιμονεστάτοις καὶ ἔταξε Γλοῦν καὶ Πίγρητα λαβόντας τοῦ βαρβαρικοῦ στρατοῦ συνεκβιβάζειν τὰς ἁμάξας.

在这些驿程中,有的他行军极长,那是每当他希望能一直赶到有水或有草料的地方。有一次,出现了一处狭窄泥泞、马车难以通行的地方,小居鲁士便与身边最高贵、最富有的人一同驻足,命令格卢斯和皮格雷斯带领部分蛮族军队协助将马车拉出。

§1.5.8

ἐπεὶ δʼ ἐδόκουν αὐτῷ σχολαίως ποιεῖν, ὥσπερ ὀργῇ ἐκέλευσε τοὺς περὶ αὐτὸν Πέρσας τοὺς κρατίστους συνεπισπεῦσαι τὰς ἁμάξας. ἔνθα δὴ μέρος τι τῆς εὐταξίας ἦν θεάσασθαι. ῥίψαντες γὰρ τοὺς πορφυροῦς κάνδυς ὅπου ἔτυχεν ἕκαστος ἑστηκώς, ἵεντο ὥσπερ ἂν δράμοι τις ἐπὶ νίκῃ καὶ μάλα κατὰ πρανοῦς γηλόφου, ἔχοντες τούτους τε τοὺς πολυτελεῖς χιτῶνας καὶ τὰς ποικίλας ἀναξυρίδας, ἔνιοι δὲ καὶ στρεπτοὺς περὶ τοῖς τραχήλοις καὶ ψέλια περὶ ταῖς χερσίν· εὐθὺς δὲ σὺν τούτοις εἰσπηδήσαντες εἰς τὸν πηλὸν θᾶττον ἢ ὥς τις ἂν ᾤετο5 μετεώρους ἐξεκόμισαν τὰς ἁμάξας.

然而由于觉得他们动作迟缓,小居鲁士仿佛发怒一般,命令随从的高贵波斯人一同催促进度拉出马车。在那里确实得以目睹优良纪律的一个典范。因为他们就在各自站立之处脱下紫色长袍,犹如参加竞速争胜一般飞奔而去,甚至顺着极为陡峭的山坡冲下,身上还穿着奢华的束腰外衣和绣花长裤,有些人颈项戴着项圈,手腕戴着手镯;他们随即穿着这些服饰跃入泥淖,比人们所料想的还要迅速地将马车悬空抬出。

语法注5 条
  1. 1.5.2εἰ μὴ διαστάντες οἱ ἱππεῖς θηρῷεν διαδεχόμενοι

    该条件句承接上文表示过去反复动作的语境(ἐπεὶ... πλησιάζοιεν 与未完成过去时 ταὐτὸν ἐποίουν),因而使用祈愿语气动词 θηρῷεν 代替带 ἄν 的虚拟语气(过去反复条件句)。分词 διαστάντες(拉开间隔)与 διαδεχόμενοι(接力、轮替)共同修饰动词,说明捕获野驴必须具备的接力围猎战术。

  2. 1.5.3ταῖς δὲ πτέρυξιν αἴρουσα

    可理解为 αἴρουσα 的不及物用法,或省略了反身宾语/动作宾语(如 ἑαυτήν 或承接前词),而 ταῖς πτέρυξιν 作工具与格(振动双翼)。后文的 ὥσπερ ἱστίῳ χρωμένη(如同用帆一般)进一步说明双翼的功用,形成振翼如扬帆助跑的生动意象。

  3. 1.5.6τὴν καπίθην ἀλεύρων ἢ ἀλφίτων τεττάρων σίγλων

    τὴν καπίθην 为表示分配的对格(“每卡皮特”),ἀλεύρων ἢ ἀλφίτων 为表示内容/材料的属格,τεττάρων σίγλων 则是表示价格的属格(“售四西格罗斯”)。三个名词短语未加介词并置,紧凑地表现出飞涨的物价与交易单位。

  4. 1.5.7ἦν δὲ τούτων τῶν σταθμῶν οὓς πάνυ μακροὺς ἤλαυνεν

    τούτων τῶν σταθμῶν 是部分属格,整体受制于惯用句式 ἦν οὕς(即 ἔστιν οἵ“有人/有些”的过去形式,意为“其中有些驿程是……”)。关系代名词 οὕς 作为 ἤλαυνεν 的内宾格/路程对格(进军若干驿程)。

  5. 1.5.8θᾶττον ἢ ὥς τις ἂν ᾤετο

    由比较级副词 θᾶττον 结合连词 ἢ ὡς 以及带 ἄν 的潜在结构(此处为 ἄν 搭配未完成过去时直陈式 ᾤετο,表示对过去的推测/潜在可能),意为“比人们所能料想的还要迅速”,属于古典希腊语常见的惯用比较从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.5.1-1.5.8