← 色诺芬

长征记

§1.3.12-1.3.21

遣使探询居鲁士意图与加薪促成进军

克勒阿耳科斯促请士兵共商去留,全军就返乡策略展开激烈辩论,最终决定派遣代表向小居鲁士探询其真实意图。小居鲁士声称目标是前往幼发拉底河讨伐仇敌阿布罗科马斯,并通过许诺增加五成军饷稳定了军心并继续进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.12

ὁ δʼ ἀνὴρ πολλοῦ μὲν ἄξιος ᾧ ἂν φίλος ᾖ, χαλεπώτατος δʼ ἐχθρὸς ᾧ ἂν πολέμιος ᾖ, ἔχει δὲ δύναμιν καὶ πεζὴν καὶ ἱππικὴν καὶ ναυτικὴν ἣν πάντες ὁμοίως ὁρῶμέν τε καὶ ἐπιστάμεθα· καὶ γὰρ οὐδὲ πόρρω δοκοῦμέν μοι αὐτοῦ καθῆσθαι. ὥστε ὥρα λέγειν ὅ τι τις γιγνώσκει ἄριστον εἶναι. ταῦτα εἰπὼν ἐπαύσατο.

“而这个人对于其朋友而言极有价值,对于其交战的敌人而言则是最可怕的死敌;况且他拥有步兵、骑兵与舰队力量,这些都是我们大家同样亲眼所见并深知的;因为在我看来,我们的营地离他绝不算远。因此,现在正是每个人陈述自己认为最善之策的时候。”说完这些,他便止住了话头。

§1.3.13

ἐκ δὲ τούτου ἀνίσταντο οἱ μὲν ἐκ τοῦ αὐτομάτου, λέξοντες ἃ ἐγίγνωσκον, οἱ δὲ καὶ ὑπʼ ἐκείνου ἐγκέλευστοι, ἐπιδεικνύντες οἵα εἴη ἡ ἀπορία ἄνευ τῆς Κύρου γνώμης καὶ μένειν καὶ ἀπιέναι.

接着有人站起身来,有些人是自发发言,陈述自己的想法;另一些人则是受克勒阿耳科斯的唆使,指出如果不经小居鲁士同意,无论驻留还是离开都会面临怎样的困境。

§1.3.14

εἷς δὲ δὴ εἶπε προσποιούμενος σπεύδειν ὡς τάχιστα πορεύεσθαι εἰς τὴν Ἑλλάδα στρατηγοὺς μὲν ἑλέσθαι ἄλλους ὡς τάχιστα,1 εἰ μὴ βούλεται Κλέαρχος ἀπάγειν· τὰ δʼ ἐπιτήδειʼ ἀγοράζεσθαι (ἡ δʼ ἀγορὰ ἦν ἐν τῷ βαρβαρικῷ στρατεύματι) καὶ συσκευάζεσθαι· ἐλθόντας δὲ Κῦρον αἰτεῖν πλοῖα, ὡς ἀποπλέοιεν· ἐὰν δὲ μὴ διδῷ ταῦτα, ἡγεμόνα αἰτεῖν Κῦρον ὅστις διὰ φιλίας τῆς χώρας ἀπάξει. ἐὰν δὲ μηδὲ ἡγεμόνα διδῷ, συντάττεσθαι τὴν ταχίστην, πέμψαι δὲ καὶ προκαταληψομένους τὰ ἄκρα, ὅπως μὴ φθάσωσι μήτε Κῦρος μήτε οἱ Κίλικες καταλαβόντες, ὧν πολλοὺς καὶ πολλὰ χρήματα ἔχομεν ἀνηρπακότες. οὗτος μὲν τοιαῦτα εἶπε· μετὰ δὲ τοῦτον Κλέαρχος εἶπε τοσοῦτον.

尤其是有一人假装急于以最快速度返回希腊,建议说:如果克勒阿耳科斯不愿率军返回,就应当尽快另选将领;购买粮食(集市设在蛮族军中)并收拾行装;去向小居鲁士索要船只,以便乘船回航;如果他不给船只,就向小居鲁士索要一名向导,带领大家穿越友好地区撤回;如果他连向导都不给,就应当火速列队布阵,并派遣部队抢先占领各处隘口高地,免得小居鲁士或奇里乞亚人抢先占领——我们已经掳获了奇里乞亚人的许多人员和大量财物。此人讲了这番话;在他之后,克勒阿耳科斯只说了这么一句:

§1.3.15

ὡς μὲν στρατηγήσοντα ἐμὲ ταύτην τὴν στρατηγίαν μηδεὶς ὑμῶν λεγέτω·2 πολλὰ γὰρ ἐνορῶ διʼ ἃ ἐμοὶ τοῦτο οὐ ποιητέον· ὡς δὲ τῷ ἀνδρὶ ὃν ἂν ἕλησθε πείσομαι ᾗ δυνατὸν μάλιστα, ἵνα εἰδῆτε ὅτι καὶ ἄρχεσθαι ἐπίσταμαι ὥς τις καὶ ἄλλος μάλιστα ἀνθρώπων.

“你们任何人切莫谈论由我来担任这次统帅之事;因为我看到了许多理由,表明我不应承担此职。但请你们把我视为将尽最大可能服从你们所选之人的人,好让你们知道,在服从指挥方面,我亦不输于世上的任何其他人。”

§1.3.16

μετὰ τοῦτον ἄλλος ἀνέστη, ἐπιδεικνὺς μὲν τὴν εὐήθειαν τοῦ τὰ πλοῖα αἰτεῖν κελεύοντος, ὥσπερ πάλιν τὸν στόλον Κύρου ποιουμένου,3 ἐπιδεικνὺς δὲ ὡς εὔηθες εἴη ἡγεμόνα αἰτεῖν παρὰ τούτου ᾧ λυμαινόμεθα τὴν πρᾶξιν. εἰ δὲ καὶ τῷ ἡγεμόνι πιστεύσομεν ὃν ἂν Κῦρος διδῷ, τί κωλύει καὶ τὰ ἄκρα ἡμῖν κελεύειν Κῦρον προκαταλαβεῖν;

在他之后,另一人站了起来,指出那个主张索要船只之人的愚蠢,仿佛小居鲁士正在调头返航一般;他又指出,向一个我们正在破坏其大业的人索要向导是多么荒谬。“如果我们连小居鲁士给予的向导都信得过,那又何妨让小居鲁士替我们抢先占领高地呢?

§1.3.17

ἐγὼ γὰρ ὀκνοίην μὲν ἂν εἰς τὰ πλοῖα ἐμβαίνειν ἃ ἡμῖν δοίη, μὴ ἡμᾶς ταῖς τριήρεσι καταδύσῃ, φοβοίμην δʼ ἂν τῷ ἡγεμόνι ὃν δοίη ἕπεσθαι, μὴ ἡμᾶς ἀγάγῃ ὅθεν οὐκ ἔσται ἐξελθεῖν· βουλοίμην δʼ ἂν ἄκοντος ἀπιὼν Κύρου λαθεῖν αὐτὸν ἀπελθών· ὃ οὐ δυνατόν ἐστιν.

就我而言,我决不敢登上他可能给我们的船只,唯恐他用三列桨战船将我们击沉;我亦害怕跟随他可能给我们的向导,唯恐他把我们引到一个无法脱身的地方;而在违背小居鲁士意愿撤离的情况下,我固然希望背着他悄然离去——但这绝无可能。

§1.3.18

ἀλλʼ ἐγώ φημι ταῦτα μὲν φλυαρίας εἶναι· δοκεῖ δέ μοι ἄνδρας ἐλθόντας πρὸς Κῦρον οἵτινες ἐπιτήδειοι σὺν Κλεάρχῳ ἐρωτᾶν ἐκεῖνον τί βούλεται ἡμῖν χρῆσθαι· καὶ ἐὰν μὲν ἡ πρᾶξις ᾖ παραπλησία οἵᾳπερ καὶ πρόσθεν ἐχρῆτο τοῖς ξένοις, ἕπεσθαι καὶ ἡμᾶς καὶ μὴ κακίους εἶναι τῶν πρόσθεν τούτῳ συναναβάντων· ἐὰν δὲ μείζων ἡ πρᾶξις τῆς πρόσθεν φαίνηται καὶ ἐπιπονωτέρα καὶ ἐπικινδυνοτέρα, ἀξιοῦν ἢ πείσαντα ἡμᾶς ἄγειν ἢ πεισθέντα πρὸς φιλίαν ἀφιέναι· οὕτω γὰρ καὶ ἑπόμενοι ἂν φίλοι αὐτῷ καὶ πρόθυμοι ἑποίμεθα καὶ ἀπιόντες ἀσφαλῶς ἂν ἀπίοιμεν· ὅ τι δʼ ἂν πρὸς ταῦτα λέγῃ ἀπαγγεῖλαι δεῦρο· ἡμᾶς δʼ ἀκούσαντας πρὸς ταῦτα βουλεύεσθαι.

因此我说,这些提议纯属无稽之谈;依我之见,应当挑选合适的人随克勒阿耳科斯一同前去晋见小居鲁士,询问他究竟打算如何使用我们;如果这次行动与他先前起用雇佣军的行动相仿,我们也应当跟随他,并且表现得不亚于先前跟随他内陆进军的那些人;如果这次行动显出比先前规模更大、更艰难且更危险,就应当要求他:要么说服我们率领我们前往,要么被我们说服并以友好的方式放我们离去。因为这样一来,如果我们追随,就会作为朋友充满热忱地追随他;如果我们离去,亦能安全地离去。无论他对此作何答复,都应带回此地报告;我们听取汇报后再行商议。”

§1.3.20

ἔδοξε ταῦτα, καὶ ἄνδρας ἑλόμενοι σὺν Κλεάρχῳ πέμπουσιν οἳ ἠρώτων Κῦρον τὰ δόξαντα τῇ στρατιᾷ. ὁ δʼ ἀπεκρίνατο ὅτι ἀκούει Ἀβροκόμαν ἐχθρὸν ἄνδρα ἐπὶ τῷ Εὐφράτῃ ποταμῷ εἶναι, ἀπέχοντα δώδεκα σταθμούς· πρὸς τοῦτον οὖν ἔφη βούλεσθαι ἐλθεῖν· κἂν μὲν ᾖ ἐκεῖ, τὴν δίκην ἔφη χρῄζειν ἐπιθεῖναι αὐτῷ, ἢν δὲ φύγῃ, ἡμεῖς ἐκεῖ πρὸς ταῦτα βουλευσόμεθα.

这一提议获得了通过。他们选出人选随同克勒阿耳科斯前往,向小居鲁士提出了全军商定的问题。小居鲁士回答说,他听说他的仇敌阿布罗科马斯正在幼发拉底河畔,相距十二个驿程;因此他说想前去讨伐此人;如果他在那里,他就打算对他施加惩罚;如果他逃跑了,“我们便在当地商讨对策。”

§1.3.21

ἀκούσαντες δὲ ταῦτα οἱ αἱρετοὶ ἀγγέλλουσι τοῖς στρατιώταις· τοῖς δὲ ὑποψία μὲν ἦν ὅτι ἄγει πρὸς βασιλέα, ὅμως δὲ ἐδόκει ἕπεσθαι. προσαιτοῦσι δὲ μισθόν· ὁ δὲ Κῦρος ὑπισχνεῖται ἡμιόλιον πᾶσι δώσειν οὗ πρότερον ἔφερον,4 ἀντὶ δαρεικοῦ τρία ἡμιδαρεικὰ τοῦ μηνὸς τῷ στρατιώτῃ· ὅτι δὲ ἐπὶ βασιλέα ἄγοι οὐδὲ ἐνταῦθα ἤκουσεν οὐδεὶς ἐν τῷ γε φανερῷ.

被选出的人听取了这番话后,向士兵们作了汇报。士兵们虽然怀疑他是去讨伐国王,但依然决定跟随。不过他们要求增加军饷;小居鲁士答应给所有人增加一半薪俸,由原先每名士兵每月一达里克增至三半达里克;然而,他是要率军讨伐国王一事,即便在此时,至少在公开场合仍无人听闻。

语法注4 条
  1. 1.3.14στρατηγοὺς μὲν ἑλέσθαι ἄλλους ὡς τάχιστα

    由 εἷς δὲ δὴ εἶπε 引导的间接引语中的祈使性不定词。接续的 ἀγοράζεσθαι、συσκευάζεσθαι、αἰτεῖν、συντάττεσθαι 及 πέμψαι 均为此 εἶπε(提议、吩咐)所管辖的一连串不定词。

  2. 1.3.15ὡς μὲν στρατηγήσοντα ἐμὲ ταύτην τὴν στρατηγίαν μηδεὶς ὑμῶν λεγέτω

    ὡς 加宾格未来分词与动词 λέγω 连用,表达一种假设或断言的看法:“你们中切莫有人把我说成是将要承担此统帅之职的人”。后半句相对应的 ὡς δὲ τῷ ἀνδρὶ... πείσομαι 则以 ὡς 表示“坚信我将……”的心态。

  3. 1.3.16ὥσπερ πάλιν τὸν στόλον Κύρου ποιουμένου

    由 ὥσπερ 引导的属格绝对结构,表示与事实相反的假设或比拟(“仿佛小居鲁士正在调转远征军返航一般”)。στόλον ποιεῖσθαι 为固定短语,意为“进行远征/行军”。

  4. 1.3.21ἡμιόλιον πᾶσι δώσειν οὗ πρότερον ἔφερον

    关系代词的格吸引现象。该处原结构应为省略了的先行词 τούτου(比较属格)加上关系代词 ὃ(ἔφερον 的宾格),在此关系代词 ὃ 被吸引为属格 οὗ,与表示“……的一倍半”的 ἡμιόλιον 构成比较结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.3.12-1.3.21