- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.3.1-1.3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊士兵因怀疑讨伐波斯国王而拒绝继续行军,克勒阿耳科斯通过一番声称与士兵同甘共苦的演说赢得了军队的信任,同时暗中与小居鲁士保持联络,并召集大会商讨后续对策。
ἐνταῦθα ἔμεινεν ὁ Κῦρος καὶ ἡ στρατιὰ ἡμέρας εἴκοσιν· οἱ γὰρ στρατιῶται οὐκ ἔφασαν ἰέναι τοῦ πρόσω·1 ὑπώπτευον γὰρ ἤδη ἐπὶ βασιλέα ἰέναι· μισθωθῆναι δὲ οὐκ ἐπὶ τούτῳ ἔφασαν. πρῶτος δὲ Κλέαρχος τοὺς αὑτοῦ στρατιώτας ἐβιάζετο ἰέναι· οἱ δʼ αὐτόν τε ἔβαλλον καὶ τὰ ὑποζύγια τὰ ἐκείνου, ἐπεὶ ἄρξαιντο προϊέναι.
小居鲁士与军队在此驻留了二十天;因为士兵们拒绝再往前走,他们此时已怀疑是去讨伐国王,并声称自己受雇并非为此目的。克勒阿耳科斯首先试图强迫自己的士兵前行;但每当他们开始向前行进,士兵们就用石块投掷他及其辎重牲口。
Κλέαρχος δὲ τότε μὲν μικρὸν ἐξέφυγε μὴ καταπετρωθῆναι,2 ὕστερον δʼ ἐπεὶ ἔγνω ὅτι οὐ δυνήσεται βιάσασθαι, συνήγαγεν ἐκκλησίαν τῶν αὑτοῦ στρατιωτῶν. καὶ πρῶτον μὲν ἐδάκρυε πολὺν χρόνον ἑστώς· οἱ δὲ ὁρῶντες ἐθαύμαζον καὶ ἐσιώπων· εἶτα δὲ ἔλεξε τοιάδε.
当时克勒阿耳科斯险些被乱石砸死;后来,当他意识到无法强行驱使士兵时,便召集了自己麾下士兵的大会。起初,他站在那里痛哭良久;士兵们看在眼里,甚觉惊异,皆肃静无声;随后他说了这样一番话:
ἄνδρες στρατιῶται, μὴ θαυμάζετε ὅτι χαλεπῶς φέρω τοῖς παροῦσι πράγμασιν. ἐμοὶ γὰρ ξένος Κῦρος ἐγένετο καί με φεύγοντα ἐκ τῆς πατρίδος τά τε ἄλλα ἐτίμησε καὶ μυρίους ἔδωκε δαρεικούς· οὓς ἐγὼ λαβὼν οὐκ εἰς τὸ ἴδιον κατεθέμην ἐμοὶ οὐδὲ καθηδυπάθησα, ἀλλʼ εἰς ὑμᾶς ἐδαπάνων.
“将士们,不要对我因眼下的局势而深感痛苦感到奇怪。因为小居鲁士成了我的宾主之友,当我被祖国流放时,他不仅在各方面厚待我,还赠与我一万达里克;我得到这笔钱后,并未留作私用,亦未挥霍享乐,而是花在了你们身上。
καὶ πρῶτον μὲν πρὸς τοὺς Θρᾷκας ἐπολέμησα, καὶ ὑπὲρ τῆς Ἑλλάδος ἐτιμωρούμην μεθʼ ὑμῶν, ἐκ τῆς Χερρονήσου αὐτοὺς ἐξελαύνων βουλομένους ἀφαιρεῖσθαι τοὺς ἐνοικοῦντας Ἕλληνας τὴν γῆν. ἐπειδὴ δὲ Κῦρος ἐκάλει, λαβὼν ὑμᾶς ἐπορευόμην, ἵνα εἴ τι δέοιτο ὠφελοίην αὐτὸν ἀνθʼ ὧν εὖ ἔπαθον ὑπʼ ἐκείνου.
起初,我同色雷斯人交战,并与你们一起代表希腊进行惩戒,将企图剥夺当地希腊居民土地的色雷斯人逐出赫尔松尼苏斯。及至小居鲁士召请我时,我便率领你们前来,以便在他有所需求时援助他,以报答我从他那里所蒙受的恩惠。
ἐπεὶ δὲ ὑμεῖς οὐ βούλεσθε συμπορεύεσθαι, ἀνάγκη δή μοι ἢ ὑμᾶς προδόντα τῇ Κύρου φιλίᾳ χρῆσθαι ἢ πρὸς ἐκεῖνον ψευσάμενον μεθʼ ὑμῶν εἶναι.3 εἰ μὲν δὴ δίκαια ποιήσω οὐκ οἶδα, αἱρήσομαι δʼ οὖν ὑμᾶς καὶ σὺν ὑμῖν ὅ τι ἂν δέῃ πείσομαι. καὶ οὔποτε ἐρεῖ οὐδεὶς ὡς ἐγὼ Ἕλληνας ἀγαγὼν εἰς τοὺς βαρβάρους, προδοὺς τοὺς Ἕλληνας τὴν τῶν βαρβάρων φιλίαν εἱλόμην, ἀλλʼ ἐπεὶ ὑμεῖς ἐμοὶ οὐ θέλετε πείθεσθαι, ἐγὼ σὺν ὑμῖν ἕψομαι καὶ ὅ τι ἂν δέῃ πείσομαι. νομίζω γὰρ ὑμᾶς ἐμοὶ εἶναι καὶ πατρίδα καὶ φίλους καὶ συμμάχους, καὶ σὺν ὑμῖν μὲν ἂν οἶμαι εἶναι τίμιος ὅπου ἂν ὦ, ὑμῶν δὲ ἔρημος ὢν οὐκ ἂν ἱκανὸς οἶμαι εἶναι οὔτʼ ἂν φίλον ὠφελῆσαι οὔτʼ ἂν ἐχθρὸν ἀλέξασθαι. ὡς ἐμοῦ οὖν ἰόντος ὅπῃ ἂν καὶ ὑμεῖς οὕτω τὴν γνώμην ἔχετε.4
然而,既然你们不愿随同前往,我便面临必然的抉择:要么背叛你们以维系小居鲁士的友谊,要么对他食言背信与你们站在一起。我这样做是否合乎正义,我尚不得而知,但我无论如何都要选择你们,并与你们共同承受必须承受的一切。绝不会有人说我把希腊人领入蛮族之地,却背叛希腊人而选择了蛮族的友谊。相反,既然你们不愿听从我,我便跟随你们,甘愿承受必须承受的一切。因为我认为,你们既是我的祖国,又是我的朋友与盟友;与你们在一起,我想无论身处何地我都能受人尊敬;可一旦失去你们,我想我既无力援助朋友,亦无力抵御敌人。因此,请你们坚信,你们走向何处,我便去向何处。”
ταῦτα εἶπεν· οἱ δὲ στρατιῶται οἵ τε αὐτοῦ ἐκείνου καὶ οἱ ἄλλοι ταῦτα ἀκούσαντες ὅτι οὐ φαίη παρὰ βασιλέα πορεύεσθαι ἐπῄνεσαν· παρὰ δὲ Ξενίου καὶ Πασίωνος πλείους ἢ δισχίλιοι λαβόντες τὰ ὅπλα καὶ τὰ σκευοφόρα ἐστρατοπεδεύσαντο παρὰ Κλεάρχῳ.
他说完了这番话;士兵们——既包括他本部的人,亦包括其他人——听到他说不去讨伐国王,皆大加赞许;塞尼亚斯和帕西昂部下有两千余人带上武器与辎重,转而驻扎在克勒阿耳科斯的营地旁。
Κῦρος δὲ τούτοις ἀπορῶν τε καὶ λυπούμενος μετεπέμπετο τὸν Κλέαρχον· ὁ δὲ ἰέναι μὲν οὐκ ἤθελε, λάθρᾳ δὲ τῶν στρατιωτῶν πέμπων αὐτῷ ἄγγελον ἔλεγε θαρρεῖν ὡς καταστησομένων τούτων εἰς τὸ δέον. μεταπέμπεσθαι δʼ ἐκέλευεν αὐτόν· αὐτὸς δʼ οὐκ ἔφη ἰέναι.
小居鲁士对这些变故深感困惑与忧虑,屡次派人传召克勒阿耳科斯;克勒阿耳科斯虽不愿前往,却背着士兵秘密遣使告诉他不必惊慌,事情定会妥善解决。他甚至敦促小居鲁士继续派人传召,而自己则坚称不肯前去。
μετὰ δὲ ταῦτα συναγαγὼν τούς θʼ ἑαυτοῦ στρατιώτας καὶ τοὺς προσελθόντας αὐτῷ καὶ τῶν ἄλλων τὸν βουλόμενον, ἔλεξε τοιάδε. ἄνδρες στρατιῶται, τὰ μὲν δὴ Κύρου δῆλον ὅτι οὕτως ἔχει πρὸς ἡμᾶς ὥσπερ τὰ ἡμέτερα πρὸς ἐκεῖνον· οὔτε γὰρ ἡμεῖς ἐκείνου ἔτι στρατιῶται, ἐπεί γε οὐ συνεπόμεθα αὐτῷ, οὔτε ἐκεῖνος ἔτι ἡμῖν μισθοδότης.
此后,克勒阿耳科斯召集了自己的士兵、前来归附他的人以及其余愿意前来的士兵,说了这番话:“将士们,显而易见,小居鲁士对待我们的态度正同我们对待他的态度一样;因为既然我们不再追随他,我们便不再是他的士兵,而他亦不再是发放我们军饷的主人。
ὅτι μέντοι ἀδικεῖσθαι νομίζει ὑφʼ ἡμῶν οἶδα· ὥστε καὶ μεταπεμπομένου αὐτοῦ οὐκ ἐθέλω ἐλθεῖν, τὸ μὲν μέγιστον αἰσχυνόμενος ὅτι σύνοιδα ἐμαυτῷ πάντα ἐψευσμένος αὐτόν,5 ἔπειτα καὶ δεδιὼς μὴ λαβών με δίκην ἐπιθῇ ὧν νομίζει ὑπʼ ἐμοῦ ἠδικῆσθαι.
然而,我知道他认为受了我们的亏负;因此即使他派人传召,我亦不愿前去,最主要的是我内心感到羞愧,自知在一切事情上都欺骗了他;其次是担心他擒获我之后,会因他自认为从我这里遭受的不公而对我施加惩罚。
ἐμοὶ οὖν δοκεῖ οὐχ ὥρα εἶναι ἡμῖν καθεύδειν οὐδʼ ἀμελεῖν ἡμῶν αὐτῶν, ἀλλὰ βουλεύεσθαι ὅ τι χρὴ ποιεῖν ἐκ τούτων. καὶ ἕως γε μένομεν αὐτοῦ σκεπτέον μοι δοκεῖ εἶναι ὅπως ἀσφαλέστατα μενοῦμεν, εἴ τε ἤδη δοκεῖ ἀπιέναι, ὅπως ἀσφαλέστατα ἄπιμεν, καὶ ὅπως τὰ ἐπιτήδεια ἕξομεν· ἄνευ γὰρ τούτων οὔτε στρατηγοῦ οὔτε ἰδιώτου ὄφελος οὐδέν.
因此在我看来,现在绝非高枕无忧或对自身漠不关心之时,而应商议在目前情况下我们应当做些什么。只要我们仍留在此地,我认为就必须考虑如何最安全地驻留;若认为应当立即撤离,就必须考虑如何最安全地撤退,以及如何取得给养;因为若无这些,无论是将领还是士卒都毫无用处。”
- 1.3.1τοῦ πρόσω
中性单数属格定冠词与副词 πρόσω 连用构成的部分属格,充当副词短语,意为“更向前”、“进一步”。与 ἰέναι 连用,表示拒绝继续向前行进。
- 1.3.2μικρὸν ἐξέφυγε μὴ καταπετρωθῆναι
表示躲避、逃脱的动词(ἐκφεύγω)后接带有冗余否定词 μή 的不定式结构,表示“险些被乱石砸死”。句中的 μή 仅起语法补充作用,译文无需译出否定含义。
- 1.3.5ἀνάγκη δή μοι ἢ ὑμᾶς προδόντα τῇ Κύρου φιλίᾳ χρῆσθαι ἢ πρὸς ἐκεῖνον ψευσάμενον μεθʼ ὑμῶν εἶναι
在非人称句式 ἀνάγκη [ἐστί] μοι 中,尽管前有与格代词 μοι,后接的不定式(χρῆσθαι 与 εἶναι)的逻辑主语仍由宾格分词(προδόντα 和 ψευσάμενον)充当,此乃不定式结构中逻辑主语的宾格一致现象。
- 1.3.6ὡς ἐμοῦ οὖν ἰόντος ὅπῃ ἂν καὶ ὑμεῖς οὕτω τὴν γνώμην ἔχετε
带有 ὡς 的属格独立结构(ὡς ἐμοῦ ... ἰόντος)与主句成语 οὕτω τὴν γνώμην ἔχετε(“抱有如此看法/请坚信”)呼应,用作表示主观意图或事实认定的依据,意为“请坚信我必将随你们同去”。
- 1.3.10σύνοιδα ἐμαυτῷ πάντα ἐψευσμένος αὐτόν
表示自知、内省的句式 σύνοιδα ἐμαυτῷ 可接与格或主格分词,此处采用了与主语一致的主格分词 ἐψευσμένος。πάντα 为充当副词用法的关系宾格(“在所有事情上”),而 αὐτόν 则是及物动词 ψεύδομαι 的直接宾语。
