- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.4.1-1.4.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士率军经由伊苏斯穿过奇里乞亚与叙利亚的关隘抵达密利安德鲁斯,将领克塞尼亚斯和帕西昂乘船逃逸。小居鲁士宽宏大量地拒绝追捕逃将,并免除其人质家眷的惩罚,赢得了军心的爱戴。
ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα ἐπὶ τὸν Ψάρον ποταμόν, οὗ ἦν τὸ εὖρος τρία πλέθρα. ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα παρασάγγας πέντε ἐπὶ τὸν Πύραμον ποταμόν, οὗ ἦν τὸ εὖρος στάδιον. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας πεντεκαίδεκα εἰς Ἰσσούς, τῆς Κιλικίας ἐσχάτην πόλιν ἐπὶ τῇ θαλάττῃ οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα.
从那里出发,他前进了两个驿程,十帕拉桑,到达普萨罗斯河,该河宽三普勒特隆。从那里出发,他前进了一个驿程,五帕拉桑,到达皮拉莫斯河,该河宽一斯塔德。从那里出发,他前进了两个驿程,十五帕拉桑,到达伊苏斯;这是奇里乞亚边境上的一座濒海城市,规模庞大且十分繁荣。
ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· καὶ Κύρῳ παρῆσαν αἱ ἐκ Πελοποννήσου νῆες τριάκοντα καὶ πέντε καὶ ἐπʼ αὐταῖς ναύαρχος Πυθαγόρας Λακεδαιμόνιος. ἡγεῖτο δʼ αὐταῖς Ταμὼς Αἰγύπτιος ἐξ Ἐφέσου, ἔχων ναῦς ἑτέρας Κύρου πέντε καὶ εἴκοσιν, αἷς ἐπολιόρκει Μίλητον, ὅτε Τισσαφέρνει φίλη ἦν, καὶ συνεπολέμει Κύρῳ πρὸς αὐτόν.
他们在那里停留了三天;来自伯罗奔尼撒的三十五艘船只赶来与小居鲁士会合,指挥这些船只的海军将领是拉刻代蒙人毕达哥拉斯。从以弗所率领这些船只前来的,是埃及人塔摩斯,他还统领着属于小居鲁士的另外二十五艘战船;当米利都亲附提萨斐尼时,他曾率这些船只围攻米利都,并与小居鲁士并肩同提萨斐尼作战。
παρῆν δὲ καὶ Χειρίσοφος Λακεδαιμόνιος ἐπὶ τῶν νεῶν, μετάπεμπτος ὑπὸ Κύρου, ἑπτακοσίους ἔχων ὁπλίτας, ὧν ἐστρατήγει παρὰ Κύρῳ.1 αἱ δὲ νῆες ὥρμουν παρὰ τὴν Κύρου σκηνήν. ἐνταῦθα καὶ οἱ παρὰ Ἀβροκόμα μισθοφόροι Ἕλληνες ἀποστάντες ἦλθον παρὰ Κῦρον τετρακόσιοι ὁπλῖται καὶ συνεστρατεύοντο ἐπὶ βασιλέα.
随船同来的还有拉刻代蒙人海里索福斯,他是应小居鲁士征召而来的,率领七百名重装步兵,他在小居鲁士麾下统帅这支部队。船只就停泊在小居鲁士的帐篷旁。在这里,原先服役于阿布罗科马斯麾下的希腊雇佣兵也背叛了后者,共有四百名重装步兵投奔小居鲁士,一同参与讨伐国王的远征。
ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα παρασάγγας πέντε ἐπὶ πύλας τῆς Κιλικίας καὶ τῆς Συρίας. ἦσαν δὲ ταῦτα δύο τείχη, καὶ τὸ μὲν ἔσωθεν τὸ πρὸ τῆς Κιλικίας Συέννεσις εἶχε καὶ Κιλίκων φυλακή, τὸ δὲ ἔξω τὸ πρὸ τῆς Συρίας βασιλέως ἐλέγετο φυλακὴ φυλάττειν. διὰ μέσου δὲ ῥεῖ τούτων ποταμὸς Κάρσος ὄνομα, εὖρος πλέθρου. ἅπαν δὲ τὸ μέσον τῶν τειχῶν ἦσαν στάδιοι τρεῖς· καὶ παρελθεῖν οὐκ ἦν βίᾳ· ἦν γὰρ ἡ πάροδος στενὴ καὶ τὰ τείχη εἰς τὴν θάλατταν καθήκοντα, ὕπερθεν δʼ ἦσαν πέτραι ἠλίβατοι· ἐπὶ δὲ τοῖς τείχεσιν ἀμφοτέροις ἐφειστήκεσαν πύλαι.
从那里出发,他前进了一个驿程,五帕拉桑,到达奇里乞亚与叙利亚的关隘。这里是两道城墙:内侧靠近奇里乞亚的城墙由叙厄涅西斯和奇里乞亚守军把守;外侧靠近叙利亚的城墙据说是国王的守军在驻守。在两道城墙之间流淌着一条名为卡耳索斯的河流,宽一普勒特隆。城墙之间的全部间距为三斯塔德;若想强行通过是不可能的;因为通道狭窄,城墙直延展至海边,上方则是陡峭险峻的绝壁;两道城墙上均设有大门。
ταύτης ἕνεκα τῆς παρόδου Κῦρος τὰς ναῦς μετεπέμψατο, ὅπως ὁπλίτας ἀποβιβάσειεν εἴσω καὶ ἔξω τῶν πυλῶν, καὶ βιασόμενος τοὺς πολεμίους2 εἰ φυλάττοιεν ἐπὶ ταῖς Συρίαις πύλαις, ὅπερ ᾤετο ποιήσειν ὁ Κῦρος τὸν Ἀβροκόμαν, ἔχοντα πολὺ στράτευμα. Ἀβροκόμας δὲ οὐ τοῦτʼ ἐποίησεν, ἀλλʼ ἐπεὶ ἤκουσε Κῦρον ἐν Κιλικίᾳ ὄντα, ἀναστρέψας ἐκ Φοινίκης παρὰ βασιλέα ἀπήλαυνεν, ἔχων, ὡς ἐλέγετο, τριάκοντα μυριάδας στρατιᾶς.
正是为了通过这处隘口,小居鲁士调来了舰队,以便将重装步兵投送到关门内侧和外侧,如果敌军把守叙利亚关门,便以武力将其突破——小居鲁士本以为拥有庞大军队的阿布罗科马斯会这样做。然而阿布罗科马斯并未如此行事,相反,当他听说小居鲁士已在奇里乞亚境内时,便从腓尼基折返,率部撤向国王,据传他率领着三十万大军。
ἐντεῦθεν ἐξελαύνει διὰ Συρίας σταθμὸν ἕνα παρασάγγας πέντε εἰς Μυρίανδον, πόλιν οἰκουμένην ὑπὸ Φοινίκων ἐπὶ τῇ θαλάττῃ· ἐμπόριον δʼ ἦν τὸ χωρίον καὶ ὥρμουν αὐτόθι ὁλκάδες πολλαί. ἐνταῦθʼ ἔμεινεν ἡμέρας ἑπτά· καὶ Ξενίας ὁ Ἀρκὰς καὶ Πασίων ὁ Μεγαρεὺς ἐμβάντες εἰς πλοῖον καὶ τὰ πλείστου ἄξια ἐνθέμενοι ἀπέπλευσαν, ὡς μὲν τοῖς πλείστοις ἐδόκουν φιλοτιμηθέντες3 ὅτι τοὺς στρατιώτας αὐτῶν τοὺς παρὰ Κλέαρχον ἀπελθόντας ὡς ἀπιόντας εἰς τὴν Ἑλλάδα πάλιν καὶ οὐ πρὸς βασιλέα εἴα Κῦρος τὸν Κλέαρχον ἔχειν. ἐπεὶ δʼ ἦσαν ἀφανεῖς, διῆλθε λόγος ὅτι διώκει αὐτοὺς Κῦρος τριήρεσι· καὶ οἱ μὲν ηὔχοντο ὡς δειλοὺς ὄντας αὐτοὺς ληφθῆναι, οἱ δʼ ᾤκτιρον εἰ ἁλώσοιντο.
从那里出发,他穿过叙利亚,前进了一个驿程,五帕拉桑,到达密利安德鲁斯,这是一座由腓尼基人居住的海滨城市;此地是一处商埠,停泊着许多商船。他在那里停留了七天;此时,阿卡迪亚人克塞尼亚斯与墨伽拉人帕西昂登上一艘商船,装上最值钱的财物,扬帆逃离。大多数人认为,这是因为小居鲁士允许克勒阿耳科斯保留先前投奔过去的手下士兵——那些士兵此前以为是要折回希腊而非讨伐国王——致使二人自尊心受挫。当他们去向不明时,有传言说小居鲁士正派三列桨战船追击他们;有人祈祷他们被抓获,认为他们是胆小鬼;另有人则怜悯他们若被俘获会遭逢不幸。
Κῦρος δὲ συγκαλέσας τοὺς στρατηγοὺς εἶπεν· ἀπολελοίπασιν ἡμᾶς Ξενίας καὶ Πασίων. ἀλλʼ εὖ γε μέντοι ἐπιστάσθων ὅτι οὔτε ἀποδεδράκασιν· οἶδα γὰρ ὅπῃ οἴχονται· οὔτε ἀποπεφεύγασιν· ἔχω γὰρ τριήρεις ὥστε ἑλεῖν τὸ ἐκείνων πλοῖον· ἀλλὰ μὰ τοὺς θεοὺς οὐκ ἔγωγε αὐτοὺς διώξω, οὐδʼ ἐρεῖ οὐδεὶς ὡς ἐγὼ ἕως μὲν ἂν παρῇ τις χρῶμαι, ἐπειδὰν δὲ ἀπιέναι βούληται, συλλαβὼν καὶ αὐτοὺς κακῶς ποιῶ καὶ τὰ χρήματα ἀποσυλῶ. ἀλλὰ ἴτωσαν, εἰδότες ὅτι κακίους εἰσὶ περὶ ἡμᾶς ἢ ἡμεῖς περὶ ἐκείνους. καίτοι ἔχω γε αὐτῶν καὶ τέκνα καὶ γυναῖκας ἐν Τράλλεσι φρουρούμενα· ἀλλʼ οὐδὲ τούτων στερήσονται, ἀλλʼ ἀπολήψονται τῆς πρόσθεν ἕνεκα περὶ ἐμὲ ἀρετῆς.
然而小居鲁士召集了众将领,说道:“克塞尼亚斯和帕西昂背弃了我们。但让他们清楚地知道,他们既非暗中逃脱——因为我知道他们去了何处;亦非真正逃跑成功——因为我拥有足以截获其船只的三列桨战船。然而凭诸神起誓,我决不会追击他们;亦无人能说:当某人在我身边时我便加以使用,而一旦他意欲离去,我便逮捕他、残害他并剥夺其财物。让他们走吧,让他们明白,他们待我们比我们待他们更为不义。话虽如此,我手中确实掌握着他们在特拉勒斯受看守的子女和妻子;但他们连家眷也不会被剥夺,相反,念及他们先前对我展现的忠勇,他们仍将领回自己的家眷。”
- 1.4.3ὧν ἐστρατήγει παρὰ Κύρῳ
关系代词 ὧν 指代先行词 ἑπτακοσίους … ὁπλίτας,作表统领支配的动词 στρατηγέω 的宾语而采用属格。虽然先行词为宾格,但关系代词依从句中动词支配属格的要求而采用属格。
- 1.4.5καὶ βιασόμενος τοὺς πολεμίους
将来时分词 βιασόμενος 由连词 καὶ 与前面的目的从句 ὅπως … ἀποβιβάσειεν 并列,共同表示主动词 μετεπέμψατο 的目的(“为了强行突破”)。这是用连词将目的从句与将来时表目的的分词并列的句式交替(破格构文)例证。
- 1.4.7ὡς μὲν τοῖς πλείστοις ἐδόκουν φιλοτιμηθέντες
人称构文:此处以克塞尼亚斯和帕西昂作为插入句中限定动词 ἐδόκουν 的主语(补充不定式承上下文省略),取代非人称结构 ὡς ἐδόκει τοῖς πλείστοις,而主格分词 φιλοτιμηθέντες 则配合主动词 ἀπέπλευσαν 表原因。这是古典希腊语中动词 δοκέω 的标准人称构文用法。
