- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.2.20-1.2.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士遣梅农护送奇里乞亚王后回国,自身经卡帕多细亚处决叛乱者后率部顺遂越过山隘进入平原,抵达塔尔苏斯。大军进占并洗劫该城后,小居鲁士召见经劝说前来的绪埃涅西斯,双方互赠财礼并缔结安全誓约。
ἐντεῦθεν Κῦρος τὴν Κίλισσαν εἰς τὴν Κιλικίαν ἀποπέμπει τὴν ταχίστην ὁδόν·1 καὶ συνέπεμψεν αὐτῇ στρατιώτας οὓς Μένων εἶχε καὶ αὐτόν. Κῦρος δὲ μετὰ τῶν ἄλλων ἐξελαύνει διὰ Καππαδοκίας σταθμοὺς τέτταρας παρασάγγας εἴκοσι καὶ πέντε πρὸς Δάναν, πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· ἐν ᾧ Κῦρος ἀπέκτεινεν ἄνδρα Πέρσην Μεγαφέρνην, φοινικιστὴν βασίλειον, καὶ ἕτερόν τινα τῶν ὑπάρχων δυνάστην, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ.
从那里出发,小居鲁士沿最短路线将奇里乞亚王后送回奇里乞亚;并派遣梅农所统领的士兵及梅农本人护送她。小居鲁士则率领其余军马穿过卡帕多细亚,行军四程,共二十五帕拉桑,抵达人口稠密、规模宏大且富庶的城邑达纳。在此驻留三日;在此期间,小居鲁士处死了一名波斯人梅加费涅斯——一位官拜王室紫衣贵戚之人,以及其下属中的另一位权贵,指控他们图谋反对自己。
ἐντεῦθεν ἐπειρῶντο εἰσβάλλειν εἰς τὴν Κιλικίαν· ἡ δὲ εἰσβολὴ ἦν ὁδὸς ἁμαξιτὸς ὀρθία ἰσχυρῶς καὶ ἀμήχανος εἰσελθεῖν στρατεύματι, εἴ τις ἐκώλυεν. ἐλέγετο δὲ καὶ Συέννεσις εἶναι ἐπὶ τῶν ἄκρων φυλάττων τὴν εἰσβολήν· διὸ ἔμεινεν ἡμέραν ἐν τῷ πεδίῳ. τῇ δʼ ὑστεραίᾳ ἧκεν ἄγγελος λέγων ὅτι λελοιπὼς εἴη2 Συέννεσις τὰ ἄκρα, ἐπεὶ ᾔσθετο ὅτι τὸ Μένωνος στράτευμα ἤδη ἐν Κιλικίᾳ ἦν εἴσω τῶν ὀρέων, καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπʼ Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου.
从那里出发,他们试图攻入奇里乞亚;然而关隘是一条极度陡峭的车道,若有人防守阻击,大军根本无法通行。又传闻绪埃涅西斯正把守在山隘高处据险扼守;因此小居鲁士在平原上停留了一天。但次日,使者前来报告,称绪埃涅西斯已弃守隘口,因为他得知梅农的军队已经越过山脉进入奇里乞亚境内,并且听闻塔莫斯率领拉刻代蒙人及小居鲁士本人的三层桨战船正从爱奥尼亚绕航前往奇里乞亚。
Κῦρος δʼ οὖν ἀνέβη ἐπὶ τὰ ὄρη οὐδενὸς κωλύοντος, καὶ εἶδε τὰς σκηνὰς οὗ οἱ Κίλικες ἐφύλαττον. ἐντεῦθεν δὲ κατέβαινεν εἰς πεδίον μέγα καὶ καλόν, ἐπίρρυτον, καὶ δένδρων παντοδαπῶν σύμπλεων καὶ ἀμπέλων· πολὺ δὲ καὶ σήσαμον καὶ μελίνην καὶ κέγχρον καὶ πυροὺς καὶ κριθὰς φέρει. ὄρος δʼ αὐτὸ περιεῖχεν ὀχυρὸν καὶ ὑψηλὸν πάντῃ ἐκ θαλάττης εἰς θάλατταν.
于是小居鲁士在无人阻拦的情况下登上山岭,见到了奇里乞亚人此前扎营据守的营盘。从那里下山,进入一片广袤秀丽、灌溉充足的平原,其间长满了各类树木与葡萄藤;该地亦盛产芝麻、稷、粟、小麦与大麦。高耸险要的山峦环抱四周,从大海的一侧绵延至另一侧。
καταβὰς δὲ διὰ τούτου τοῦ πεδίου ἤλασε σταθμοὺς τέτταρας παρασάγγας πέντε καὶ εἴκοσιν εἰς Ταρσούς, τῆς Κιλικίας πόλιν μεγάλην καὶ εὐδαίμονα, οὗ ἦν τὰ Συεννέσιος βασίλεια τοῦ Κιλίκων βασιλέως· διὰ μέσου δὲ τῆς πόλεως ῥεῖ ποταμὸς Κύδνος ὄνομα, εὖρος δύο πλέθρων.
走下这片平原,小居鲁士行军四程,共二十五帕拉桑,抵达奇里乞亚繁华富庶的大城塔尔苏斯,奇里乞亚国王绪埃涅西斯的王宫便坐落于此;城中有一条名为居德诺斯河的河流穿城而过,河宽两普勒特隆。
ταύτην τὴν πόλιν ἐξέλιπον οἱ ἐνοικοῦντες μετὰ Συεννέσιος εἰς χωρίον ὀχυρὸν ἐπὶ τὰ ὄρη πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες· ἔμειναν δὲ καὶ οἱ παρὰ τὴν θάλατταν οἰκοῦντες ἐν Σόλοις καὶ ἐν Ἰσσοῖς.
全城居民除客栈酒肆的经营者外,皆跟随绪埃涅西斯弃城逃往山中的险要要塞;居住在海滨索洛伊和伊索斯的人也留了下来。
Ἐπύαξα δὲ ἡ Συεννέσιος γυνὴ προτέρα Κύρου πέντε ἡμέραις εἰς Ταρσοὺς ἀφίκετο· ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρέων τῇ εἰς τὸ πεδίον δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο· οἱ μὲν ἔφασαν ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων, οἱ δὲ ὑπολειφθέντας καὶ οὐ δυναμένους εὑρεῖν τὸ ἄλλο στράτευμα οὐδὲ τὰς ὁδοὺς εἶτα πλανωμένους ἀπολέσθαι· ἦσαν δʼ οὖν οὗτοι ἑκατὸν ὁπλῖται.
绪埃涅西斯的妻子厄庇阿克莎比小居鲁士提前五天抵达塔尔苏斯;但在越过山脉下往平原的途中,梅农部队所属的两个连队全军覆没;有人说他们是在劫掠时被奇里乞亚人砍杀,另有人说他们是落伍掉队、既找不到大队亦寻不得道路,随后在迷途彷徨中丧命;总之,死者有一百名重装步兵。
οἱ δʼ ἄλλοι ἐπεὶ ἧκον, τήν τε πόλιν τοὺς Ταρσοὺς διήρπασαν, διὰ τὸν ὄλεθρον τῶν συστρατιωτῶν ὀργιζόμενοι, καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ. Κῦρος δʼ ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν, μετεπέμπετο τὸν Συέννεσιν πρὸς ἑαυτόν· ὁ δʼ οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν3 ἔφη οὔτε τότε Κύρῳ ἰέναι ἤθελε, πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε καὶ πίστεις ἔλαβε.
其余部队赶到后,因同袍战死而怒不可遏,不仅将塔尔苏斯全城洗劫一空,亦劫掠了城中的王宫。小居鲁士入城之后,传召绪埃涅西斯前来相见;但绪埃涅西斯声称自己此前从未委身于任何凌驾于己之人手中,此时亦不愿面见小居鲁士,直到其妻说服了他并获得了信誓担保。
μετὰ δὲ ταῦτα ἐπεὶ συνεγένοντο ἀλλήλοις, Συέννεσις μὲν ἔδωκε Κύρῳ χρήματα πολλὰ εἰς τὴν στρατιάν, Κῦρος δὲ ἐκείνῳ δῶρα ἃ νομίζεται παρὰ βασιλεῖ τίμια, ἵππον χρυσοχάλινον καὶ στρεπτὸν χρυσοῦν καὶ ψέλια καὶ ἀκινάκην χρυσοῦν καὶ στολὴν Περσικήν, καὶ τὴν χώραν μηκέτι διαρπάζεσθαι· τὰ δὲ ἡρπασμένα ἀνδράποδα, ἤν που ἐντυγχάνωσιν, ἀπολαμβάνειν.4
此后,两人会面,绪埃涅西斯赠给小居鲁士巨额款项充作军饷,小居鲁士则回赠他波斯王室视为无上光荣的厚礼:配有黄金马衔的良驹、金项圈、手镯、金弯刀与波斯服饰,并许诺其领地不再受抢掠,被掳走的奴隶无论在何处被发现皆可收回。
- 1.2.20τὴν ταχίστην ὁδόν
表示方式或路线的宾格副词性用法,意为“沿最短路线”或“以最快捷的方式”。
- 1.2.21λελοιπὼς εἴη
间接引语中的迂回完成时祈愿语气(由完成时分词与 εἰμί 的祈愿式复合而成)。由于主句动词 ἧκεν 为历史时态,直接引语中的直陈语气完成时 λέλοιπε 依规则转为祈愿语气。
- 1.2.26εἰς χεῖρας ἐλθεῖν
习惯用语,视上下文可指“交手肉搏”或“落入某人之手/归降受制于人”。在此处指甘拜下风、委身降服于更强盛之人(κρείττονι ἑαυτοῦ)。
- 1.2.27καὶ τὴν χώραν μηκέτι διαρπάζεσθαι· τὰ δὲ ἡρπασμένα ἀνδράποδα, ἤν που ἐντυγχάνωσιν, ἀπολαμβάνειν
不定式 διαρπάζεσθαι 与 ἀπολαμβάνειν 用以表达小居鲁士与绪埃涅西斯达成的协议条款,承接前文所暗含的允诺或契约动词(即“许诺不再抢掠其领地,并准许收回被掳走的奴隶”)。
