← 色诺芬

长征记

§1.2.10-1.2.19

发放军饷与蒂里埃翁的阅兵演习

小居鲁士率军进驻小亚细亚腹地,获奇里乞亚王后厄庇阿克莎资助而补发欠饷。在蒂里埃翁举行的阅兵式上,希腊步兵阵列的发起冲锋导致异族军队与王后惊慌逃散。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.10

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Πέλτας, πόλιν οἰκουμένην. ἐνταῦθʼ ἔμεινεν ἡμέρας τρεῖς· ἐν αἷς Ξενίας ὁ Ἀρκὰς τὰ Λύκαια ἔθυσε καὶ ἀγῶνα ἔθηκε· τὰ δὲ ἆθλα ἦσαν στλεγγίδες χρυσαῖ· ἐθεώρει δὲ τὸν ἀγῶνα καὶ Κῦρος.

从那里出发,行军二程,共十帕拉桑,抵达人口稠密的城邑佩尔泰。在此驻留三日;期间,阿卡迪亚人克塞尼亚斯献祭庆祝吕开亚节并举办了竞技比赛,奖品为金质刮体板,小居鲁士也观看了比赛。

§1.2.11

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δώδεκα ἐς Κεράμων ἀγοράν, πόλιν οἰκουμένην, ἐσχάτην πρὸς τῇ Μυσίᾳ χώρᾳ. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας τριάκοντα εἰς Καΰστρου πεδίον, πόλιν οἰκουμένην. ἐνταῦθʼ ἔμεινεν ἡμέρας πέντε· καὶ τοῖς στρατιώταις ὠφείλετο μισθὸς πλέον ἢ τριῶν μηνῶν, καὶ πολλάκις ἰόντες ἐπὶ τὰς θύρας ἀπῄτουν. ὁ δὲ ἐλπίδας λέγων διῆγε καὶ δῆλος ἦν ἀνιώμενος· οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου ἔχοντα μὴ ἀποδιδόναι.1

从那里出发,行军二程,共十二帕拉桑,抵达人口稠密、紧邻密细亚境内的边城刻拉蒙阿戈拉。从那里出发,行军三程,共三十帕拉桑,抵达人口稠密的城邑卡伊斯托平原城。在此驻留五日;此时拖欠士兵的军饷已有三个月以上,士兵们屡屡前往小居鲁士门前索要。他只能用满怀希望之辞拖延度日,显露出极度的苦恼;因为手头有钱而不支付,并不合乎小居鲁士的为人作风。

§1.2.12

ἐνταῦθα ἀφικνεῖται Ἐπύαξα ἡ Συεννέσιος γυνὴ τοῦ Κιλίκων βασιλέως παρὰ Κῦρον· καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. τῇ δʼ οὖν στρατιᾷ τότε ἀπέδωκε Κῦρος μισθὸν τεττάρων μηνῶν. εἶχε δὲ ἡ Κίλισσα φυλακὴν περὶ αὑτὴν Κίλικας καὶ Ἀσπενδίους· ἐλέγετο δὲ καὶ συγγενέσθαι Κῦρον τῇ Κιλίσσῃ.

此时,奇里乞亚国王绪埃涅西斯的妻子厄庇阿克莎来到小居鲁士处;据说她给了小居鲁士巨额钱财。于是小居鲁士当即向全军补发了四个月的军饷。这位奇里乞亚王后身旁有奇里乞亚人与阿斯彭多斯人充当护卫;人们还相传小居鲁士曾与这位奇里乞亚王后同寝私通。

§1.2.13

ἐντεῦθεν δὲ ἐλαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Θύμβριον, πόλιν οἰκουμένην. ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφʼ ᾗ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτήν.

从那里出发,行军二程,共十帕拉桑,抵达人口稠密的城邑廷布里翁。路旁有一座被称为弗里吉亚国王弥达斯泉的泉水,相传弥达斯曾将美酒倒入泉中调和,从而捕获了萨堤罗斯。

§1.2.14

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Τυριάειον, πόλιν οἰκουμένην. ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς. καὶ λέγεται δεηθῆναι ἡ Κίλισσα Κύρου ἐπιδεῖξαι τὸ στράτευμα αὐτῇ· βουλόμενος οὖν ἐπιδεῖξαι ἐξέτασιν ποιεῖται ἐν τῷ πεδίῳ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων.

从那里出发,行军二程,共十帕拉桑,抵达人口稠密的城邑蒂里埃翁。在此驻留三日。据说奇里乞亚王后请求小居鲁士向她展示大军;小居鲁士欲展现军威,便在平原上对希腊人与异族部队进行了检阅。

§1.2.15

ἐκέλευσε δὲ τοὺς Ἕλληνας ὡς νόμος αὐτοῖς εἰς μάχην οὕτω ταχθῆναι καὶ στῆναι, συντάξαι δʼ ἕκαστον τοὺς ἑαυτοῦ. ἐτάχθησαν οὖν ἐπὶ τεττάρων·2 εἶχε δὲ τὸ μὲν δεξιὸν Μένων καὶ οἱ σὺν αὐτῷ, τὸ δὲ εὐώνυμον Κλέαρχος καὶ οἱ ἐκείνου, τὸ δὲ μέσον οἱ ἄλλοι στρατηγοί.

他命令希腊人按照临战惯例列阵挺立,各将领整饬本部兵马。于是希腊军排成四列纵深;梅农及其部属列于右翼,克利阿库斯及其部属列于左翼,其余将领居于中路。

§1.2.16

ἐθεώρει οὖν ὁ Κῦρος πρῶτον μὲν τοὺς βαρβάρους· οἱ δὲ παρήλαυνον τεταγμένοι κατὰ ἴλας καὶ κατὰ τάξεις· εἶτα δὲ τοὺς Ἕλληνας, παρελαύνων ἐφʼ ἅρματος καὶ ἡ Κίλισσα ἐφʼ ἁρμαμάξης. εἶχον δὲ πάντες κράνη χαλκᾶ καὶ χιτῶνας φοινικοῦς καὶ κνημῖδας καὶ τὰς ἀσπίδας ἐκκεκαλυμμένας.

于是小居鲁士首先检阅了异族军队;异族军按骑兵连与步兵队整队行进受阅;随后检阅希腊人,他乘战车巡行,奇里乞亚王后亦乘篷车随行。全军皆头戴青铜头盔,身披绯红战袍,佩戴胫甲,盾牌皆退去护套。

§1.2.17

ἐπειδὴ δὲ πάντας παρήλασε, στήσας τὸ ἅρμα πρὸ τῆς φάλαγγος μέσης, πέμψας Πίγρητα τὸν ἑρμηνέα παρὰ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων ἐκέλευσε προβαλέσθαι τὰ ὅπλα καὶ ἐπιχωρῆσαι ὅλην τὴν φάλαγγα. οἱ δὲ ταῦτα προεῖπον τοῖς στρατιώταις· καὶ ἐπεὶ ἐσάλπιγξε, προβαλόμενοι τὰ ὅπλα ἐπῇσαν. ἐκ δὲ τούτου θᾶττον προϊόντων3 σὺν κραυγῇ ἀπὸ τοῦ αὐτομάτου δρόμος ἐγένετο τοῖς στρατιώταις ἐπὶ τὰς σκηνάς, τῶν δὲ βαρβάρων φόβος πολύς,4 καὶ ἥ τε Κίλισσα ἔφυγεν ἐπὶ τῆς ἁρμαμάξης καὶ οἱ ἐκ τῆς ἀγορᾶς καταλιπόντες τὰ ὤνια ἔφυγον. οἱ δὲ Ἕλληνες σὺν γέλωτι ἐπὶ τὰς σκηνὰς ἦλθον. ἡ δὲ Κίλισσα ἰδοῦσα τὴν λαμπρότητα καὶ τὴν τάξιν τοῦ στρατεύματος ἐθαύμασε. Κῦρος δὲ ἥσθη τὸν ἐκ τῶν Ἑλλήνων εἰς τοὺς βαρβάρους φόβον ἰδών.

当他从全军面前巡行完毕后,在方阵正前方驻车,派遣译官皮格瑞斯前往希腊将领处,命令他们挺举兵刃,全阵推进。将领们将指令传达给士兵;号角吹响之时,士兵们端平兵械向前逼近。此后,随着他们在呐喊中越走越快,士兵们不约而同地化作奔跑,冲向营帐,异族部队陷入巨大恐慌之中,奇里乞亚王后乘篷车奔逃,集市中的商贩亦抛弃货物奔逃无踪。而希腊人则大笑着走回营帐。奇里乞亚王后目睹大军的雄姿与肃整的严整阵列,叹为观止。小居鲁士看到希腊人给异族带来的恐惧,心满意足。

§1.2.19

ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Ἰκόνιον, τῆς Φρυγίας πόλιν ἐσχάτην. ἐνταῦθα ἔμεινε τρεῖς ἡμέρας. ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Λυκαονίας σταθμοὺς πέντε παρασάγγας τριάκοντα. ταύτην τὴν χώραν ἐπέτρεψε διαρπάσαι τοῖς Ἕλλησιν ὡς πολεμίαν οὖσαν.

从那里出发,行军三程,共二十帕拉桑,抵达弗里吉亚最边远的城邑伊科尼翁。在此驻留三日。自此出发,穿过吕考尼亚,行军五程,共三十帕拉桑。小居鲁士以该地为敌国为由,准许希腊人对其肆意劫掠。

语法注4 条
  1. 1.2.11οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου ἔχοντα μὴ ἀποδιδόναι

    介词 πρός 接属格表示“合乎……的性格/作风”。宾格分词 ἔχοντα 充当不定式 ἀποδιδόναι 的逻辑主语(宾格不定式构词):“盖手头有钱而不支付,并不合乎小居鲁士的为人作风”。

  2. 1.2.15ἐτάχθησαν οὖν ἐπὶ τεττάρων

    介词 ἐπί 接数词属格是表示阵列纵深(队列深度)的军事惯用语,意为“排成四列纵深”。

  3. 1.2.17θᾶττον προϊόντων

    独立属格结构。其逻辑主语(士兵们)未在从属分词短语内直接点明,可由上下文及前文补全;主句紧随出现与格 τοῖς στρατιώταις,属于独立属格的主语与主句成分指代重合的松散独立属格(loosely constructed genitive absolute)用法。

  4. 1.2.18τῶν δὲ βαρβάρων φόβος πολύς

    省略系词(ἦν 或 ἐγένετο)的简洁描写句。τῶν βαρβάρων 为领属属格或关系属格:“异族人中产生了极大恐慌”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.2.10-1.2.19