- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.2.1-1.2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小居鲁士借口远征皮西迪亚人而在萨迪斯集结希腊雇佣军并启程向内地进军,抵至凯莱奈并在此接纳更多援军且检阅全军。
ἐπεὶ δʼ ἐδόκει ἤδη πορεύεσθαι αὐτῷ ἄνω, τὴν μὲν πρόφασιν ἐποιεῖτο ὡς Πισίδας βουλόμενος ἐκβαλεῖν παντάπασιν ἐκ τῆς χώρας· καὶ ἁθροίζει ὡς ἐπὶ τούτους τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικόν. ἐνταῦθα καὶ παραγγέλλει τῷ τε Κλεάρχῳ λαβόντι ἥκειν ὅσον ἦν αὐτῷ στράτευμα καὶ τῷ Ἀριστίππῳ συναλλαγέντι πρὸς τοὺς οἴκοι ἀποπέμψαι πρὸς ἑαυτὸν ὃ εἶχε στράτευμα· καὶ Ξενίᾳ τῷ Ἀρκάδι, ὃς αὐτῷ προειστήκει τοῦ ἐν ταῖς πόλεσι ξενικοῦ, ἥκειν παραγγέλλει λαβόντα τοὺς ἄλλους πλὴν ὁπόσοι ἱκανοὶ ἦσαν τὰς ἀκροπόλεις φυλάττειν.
当小居鲁士认为进军内地的大计已臻成熟时,便托辞要将皮西迪亚人彻底驱逐出境;于是打着进攻皮西迪亚人的名义,同时集结异族军队与希腊军队。此时,他一方面传令给克利阿库斯,命其率领麾下所有军队前来;另一方面传令给阿里斯提普斯,命其同本土政敌讲和后,将所率部队遣送至自己身边;又向统领驻防各城雇佣兵的阿卡迪亚人克塞尼亚斯下令,除留下足以防守卫城的人数外,率领其余全部部众前来。
ἐκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας, καὶ τοὺς φυγάδας ἐκέλευσε σὺν αὐτῷ στρατεύεσθαι, ὑποσχόμενος αὐτοῖς, εἰ καλῶς καταπράξειεν ἐφʼ ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσεσθαι πρὶν αὐτοὺς καταγάγοι οἴκαδε.1 οἱ δὲ ἡδέως ἐπείθοντο· ἐπίστευον γὰρ αὐτῷ· καὶ λαβόντες τὰ ὅπλα παρῆσαν εἰς Σάρδεις.
他还召集了围攻米利都的部队,并命令流亡者同自己一同出征,向他们许诺,一旦顺利实现出征的意图,在迎回他们重返家园之前绝不停歇。他们欣然遵从,因对其深信不疑,遂携持兵械赶赴萨迪斯。
Ξενίας μὲν δὴ τοὺς ἐκ τῶν πόλεων λαβὼν παρεγένετο εἰς Σάρδεις ὁπλίτας εἰς τετρακισχιλίους, Πρόξενος δὲ παρῆν ἔχων ὁπλίτας μὲν εἰς πεντακοσίους καὶ χιλίους, γυμνῆτας δὲ πεντακοσίους, Σοφαίνετος δὲ ὁ Στυμφάλιος ὁπλίτας ἔχων χιλίους, Σωκράτης δὲ ὁ Ἀχαιὸς ὁπλίτας ἔχων ὡς πεντακοσίους, Πασίων δὲ ὁ Μεγαρεὺς τριακοσίους μὲν ὁπλίτας, τριακοσίους δὲ πελταστὰς ἔχων παρεγένετο· ἦν δὲ καὶ οὗτος καὶ ὁ Σωκράτης τῶν ἀμφὶ Μίλητον στρατευομένων.
于是,克塞尼亚斯从各城率领约四千名重装步兵抵达萨迪斯;普罗克塞诺斯率领约一千五百名重装步兵与五百名轻装步兵前来;斯廷法洛斯人索派内托斯率领一千名重装步兵;阿哈伊亚人苏格拉底率领约五百名重装步兵;麦加拉人帕西昂率领三百名重装步兵与三百名轻装盾兵抵达;帕西昂与苏格拉底皆曾属于米利都周边的参战部队。
οὗτοι μὲν εἰς Σάρδεις αὐτῷ ἀφίκοντο. Τισσαφέρνης δὲ κατανοήσας ταῦτα, καὶ μείζονα ἡγησάμενος εἶναι ἢ ὡς ἐπὶ Πισίδας τὴν παρασκευήν,2 πορεύεται ὡς βασιλέα ᾗ ἐδύνατο τάχιστα ἱππέας ἔχων ὡς πεντακοσίους.
这些人便在萨迪斯集结于小居鲁士麾下。然而提萨斐尼察觉了这些动向,判断这番备战规模远非针对皮西迪亚人所必需,遂以最快速度率领约五百名骑兵驰往国王处。
καὶ βασιλεὺς μὲν δὴ ἐπεὶ ἤκουσε Τισσαφέρνους τὸν Κύρου στόλον, ἀντιπαρεσκευάζετο. Κῦρος δὲ ἔχων οὓς εἴρηκα ὡρμᾶτο ἀπὸ Σάρδεων· καὶ ἐξελαύνει διὰ τῆς Λυδίας σταθμοὺς τρεῖς παρασάγγας εἴκοσι καὶ δύο ἐπὶ τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα· γέφυρα δὲ ἐπῆν ἐζευγμένη πλοίοις.
国王从提萨斐尼处得悉小居鲁士进军之师后,便亦着手备战。小居鲁士率领前述兵力自萨迪斯出发,穿过吕底亚,行军三程,共二十二帕拉桑,抵达迈安德罗斯河。此河宽两普勒特戎,上面架有一座舟桥。
τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν ἕνα παρασάγγας ὀκτὼ εἰς Κολοσσάς, πόλιν οἰκουμένην καὶ εὐδαίμονα καὶ μεγάλην. ἐνταῦθα ἔμεινεν ἡμέρας ἑπτά· καὶ ἧκε Μένων ὁ Θετταλὸς ὁπλίτας ἔχων χιλίους καὶ πελταστὰς πεντακοσίους, Δόλοπας καὶ Αἰνιᾶνας καὶ Ὀλυνθίους.
渡过此河后,他穿过弗里吉亚,行军一程,共八帕拉桑,抵达人口稠密、富庶而庞大的城邑科洛西。在此驻留七日;色萨利人梅农率领一千名重装步兵与五百名轻装盾兵赶来会合,兵员包括多洛佩斯人、艾尼亚内斯人与奥林托斯人。
ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Κελαινάς, τῆς Φρυγίας πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. ἐνταῦθα Κύρῳ βασίλεια ἦν καὶ παράδεισος μέγας ἀγρίων θηρίων πλήρης, ἃ ἐκεῖνος ἐθήρευεν ἀπὸ ἵππου, ὁπότε γυμνάσαι βούλοιτο ἑαυτόν τε καὶ τοὺς ἵππους. διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός· αἱ δὲ πηγαὶ αὐτοῦ εἰσιν ἐκ τῶν βασιλείων· ῥεῖ δὲ καὶ διὰ τῆς Κελαινῶν πόλεως.
自此出发,行军三程,共二十帕拉桑,抵达弗里吉亚人口稠密、庞大且富庶的城邑凯莱奈。小居鲁士在此处建有宫殿与一座满是野兽的大兽苑,每当他欲使自己与马匹得到锻炼时,便骑马在苑中狩猎。迈安德罗斯河从兽苑中央穿流而过,其源头出自宫苑之中,并横穿凯莱奈城流去。
ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἐρυμνὰ ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει· ῥεῖ δὲ καὶ οὗτος διὰ τῆς πόλεως καὶ ἐμβάλλει εἰς τὸν Μαίανδρον· τοῦ δὲ Μαρσύου τὸ εὖρός ἐστιν εἴκοσι καὶ πέντε ποδῶν. ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ περὶ σοφίας,3 καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ ὅθεν αἱ πηγαί· διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας.
凯莱奈城内卫城下方、玛息阿河的源头处,还筑有大王的坚固宫殿;此河亦穿流城市,注入迈安德罗斯河;玛息阿河的宽度为二十五英尺。相传阿波罗曾在此击败在乐艺上向其挑战的玛息阿,将其剥皮,并将其皮悬挂在水源涌出的洞穴中;正因如此,这条河才得名玛息阿河。
ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει, λέγεται οἰκοδομῆσαι ταῦτά τε τὰ βασίλεια καὶ τὴν Κελαινῶν ἀκρόπολιν. ἐνταῦθα ἔμεινε Κῦρος ἡμέρας τριάκοντα· καὶ ἧκε Κλέαρχος ὁ Λακεδαιμόνιος φυγὰς ἔχων ὁπλίτας χιλίους καὶ πελταστὰς Θρᾷκας ὀκτακοσίους καὶ τοξότας Κρῆτας διακοσίους. ἅμα δὲ καὶ Σῶσις παρῆν ὁ Συρακόσιος ἔχων ὁπλίτας τριακοσίους, καὶ Σοφαίνετος Ἀρκάδας ἔχων ὁπλίτας χιλίους. καὶ ἐνταῦθα Κῦρος ἐξέτασιν καὶ ἀριθμὸν τῶν Ἑλλήνων ἐποίησεν ἐν τῷ παραδείσῳ, καὶ ἐγένοντο οἱ σύμπαντες ὁπλῖται μὲν μύριοι χίλιοι, πελτασταὶ δὲ ἀμφὶ τοὺς δισχιλίους.
相传薛西斯在希腊战役败北退却之时,便在此建造了这座宫殿与凯莱奈卫城。小居鲁士在此驻留三十日;拉刻代蒙流亡者克利阿库斯率领一千名重装步兵、八百名色雷斯轻装盾兵以及二百名克里特弓箭手抵达。同时,锡拉库萨人索西斯亦率领三百名重装步兵赶到,索派内托斯率领一千名阿卡迪亚重装步兵前来。在此,小居鲁士在兽苑中对希腊人进行了检阅与清点,全军计有重装步兵一万一千人,轻装盾兵约两千人。
- 1.2.2εἰ καλῶς καταπράξειεν ἐφʼ ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσεσθαι πρὶν αὐτοὺς καταγάγοι οἴκαδε
由分词 ὑποσχόμενος 所引出的间接引语中的条件句与 πρίν 时间从句。在直接引语中,原结构为将来一般假设条件句与带有 ἄν 的虚拟式时间从句(“ἢν καλῶς καταπράξω... οὐ πρόσθεν παύσομαι πρὶν ἂν ὑμᾶς καταγάγω”);由于主句主动词为过去时(ἐκέλευσε),从句动词均按次生时态序列转变为间接引语斜格祈愿式(καταπράξειεν 与 καταγάγοι)。
- 1.2.4μείζονα ἡγησάμενος εἶναι ἢ ὡς ἐπὶ Πισίδας τὴν παρασκευήν
在句法上,τὴν παρασκευήν 为不定式 εἶναι 的主语(宾格主语),μείζονα 为其谓语形容词,通过超步(hyperbaton)将主语置于后方。“ἢ ὡς + 介词短语”接于比较级之后,表示“比针对皮西迪亚人所需的规模还要大”。
- 1.2.8ἐρίζοντά οἱ περὶ σοφίας
附着代词 οἱ 为第三人称单数与格,在此作间接反身代词指代主语 Ἀπόλλων。分词 ἐρίζοντα(争胜、挑战)支配与格,意为“向他(阿波罗)挑战的玛息阿”。περὶ σοφίας 意为“在技艺(乐艺)方面”。
