- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:1.1.1-1.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大流士去世后,小居鲁士遭到兄长阿尔塔薛西斯的反叛指控,脱险返回封地后,利用各种借口和客友关系秘密召集希腊雇佣军,图谋夺取王位。
Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος· ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι.
大流士与帕鲁萨蒂丝育有二子,长子为阿尔塔薛西斯,幼子为小居鲁士。及至大流士身患重病,预感生命将尽,遂希望两个儿子皆能侍奉在侧。
ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε· Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον.
长子当时恰好在场;至于小居鲁士,大流士则从委任他为总督的辖区将他召来,并任命他为集结在卡斯托鲁斯平原的所有部队的统帅。于是小居鲁士带上提萨斐尼作为密友一同启程,并率领三百名希腊重装步兵上行,由帕拉西亚人克塞尼亚斯统领。
ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ. ὁ δὲ πείθεται καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν· ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν.
大流士去世,阿尔塔薛西斯即位之后,提萨斐尼向小居鲁士的兄长进谗言诬陷他,称其图谋反叛。国王信以为真,逮捕了小居鲁士欲将其处死;但其母为他求情,将其保释,并遣送回其总督领地。
ὁ δʼ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεται ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ, ἀλλά, ἢν δύνηται, βασιλεύσει ἀντʼ ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην.
小居鲁士在经历此等险境并蒙受耻辱离去后,便谋划如何不再受制于其兄长,并且如果可能的话,取而代之即位为王。其母帕鲁萨蒂丝襄助小居鲁士,因比起在位为王的阿尔塔薛西斯,她更为偏爱小居鲁士。
ὅστις δʼ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο1 ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τῶν παρʼ ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τε ἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ.
凡从国王处前来谒见他的人,他都好生相待,使其归去时比起忠于国王更忠于自己。对于身边的异族部众,他也悉心整饬,务使他们精于战事且对自己怀抱忠心。
τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος, ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα. ὧδε οὖν ἐποιεῖτο τὴν συλλογήν. ὁπόσας εἶχε φυλακὰς ἐν ταῖς πόλεσι παρήγγειλε τοῖς φρουράρχοις ἑκάστοις λαμβάνειν ἄνδρας Πελοποννησίους ὅτι πλείστους καὶ βελτίστους, ὡς ἐπιβουλεύοντος Τισσαφέρνους ταῖς πόλεσι. καὶ γὰρ ἦσαν αἱ Ἰωνικαὶ πόλεις Τισσαφέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως δεδομέναι, τότε δὲ ἀφειστήκεσαν πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου·
至于希腊军队,他则尽可能隐秘地加以集结,以便能趁国王毫无防备之时出其不意。他是这样进行征集的:他向自己驻军于各城邑的防长一一传令,以提萨斐尼企图谋取这些城邑为由,尽可能多地招募最精锐的伯罗奔尼撒士兵。因为爱奥尼亚各城邑起初本是国王赏赐给提萨斐尼的,但当时除米利都外,皆已反叛而归附小居鲁士。
ἐν Μιλήτῳ δὲ Τισσαφέρνης προαισθόμενος τὰ αὐτὰ ταῦτα βουλευομένους ἀποστῆναι πρὸς Κῦρον, τοὺς μὲν αὐτῶν ἀπέκτεινε τοὺς δʼ ἐξέβαλεν. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς φεύγοντας συλλέξας στράτευμα ἐπολιόρκει Μίλητον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ ἐπειρᾶτο κατάγειν τοὺς ἐκπεπτωκότας. καὶ αὕτη αὖ ἄλλη πρόφασις ἦν αὐτῷ τοῦ ἁθροίζειν στράτευμα.
在米利都,提萨斐尼预先察觉到有人企图如法炮制反叛而归附小居鲁士,遂将其中一部分人处决,另一部分人驱逐出境。小居鲁士接纳了流亡者,整编军队,从陆路与水路围攻米利都,试图迎回被驱逐者。这便成了他集结军队的又一借口。
πρὸς δὲ βασιλέα πέμπων ἠξίου ἀδελφὸς ὢν αὐτοῦ δοθῆναι οἷ ταύτας τὰς πόλεις μᾶλλον ἢ Τισσαφέρνην ἄρχειν αὐτῶν,2 καὶ ἡ μήτηρ συνέπραττεν αὐτῷ ταῦτα· ὥστε βασιλεὺς τὴν μὲν πρὸς ἑαυτὸν ἐπιβουλὴν οὐκ ᾐσθάνετο, Τισσαφέρνει δʼ ἐνόμιζε πολεμοῦντα αὐτὸν ἀμφὶ τὰ στρατεύματα δαπανᾶν· ὥστε οὐδὲν ἤχθετο αὐτῶν πολεμούντων. καὶ γὰρ ὁ Κῦρος ἀπέπεμπε τοὺς γιγνομένους δασμοὺς βασιλεῖ ἐκ τῶν πόλεων ὧν Τισσαφέρνους ἐτύγχανεν ἔχων.
另一方面,他派遣使节谒见国王,恳求道:由于自己是国王之弟,应将这些城邑赐予他,而非由提萨斐尼统治;其母亦在此事上全力相助。因此国王并未察觉针对自身的图谋,反而以为他是因为与提萨斐尼交战才将资财耗费于军队;故而对他们之间的交战丝毫不以为意。实际上,小居鲁士还将自己所占有的原属提萨斐尼的各城邑所征收的贡赋照常呈缴给国王。
ἄλλο δὲ στράτευμα αὐτῷ συνελέγετο ἐν Χερρονήσῳ τῇ κατʼ ἀντιπέρας Ἀβύδου τόνδε τὸν τρόπον. Κλέαρχος Λακεδαιμόνιος φυγὰς ἦν· τούτῳ συγγενόμενος ὁ Κῦρος ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους δαρεικούς. ὁ δὲ λαβὼν τὸ χρυσίον στράτευμα συνέλεξεν ἀπὸ τούτων τῶν χρημάτων καὶ ἐπολέμει ἐκ Χερρονήσου ὁρμώμενος τοῖς Θρᾳξὶ τοῖς ὑπὲρ Ἑλλήσποντον οἰκοῦσι καὶ ὠφέλει τοὺς Ἕλληνας· ὥστε καὶ χρήματα συνεβάλλοντο αὐτῷ εἰς τὴν τροφὴν τῶν στρατιωτῶν αἱ Ἑλλησποντιακαὶ πόλεις ἑκοῦσαι. τοῦτο δʼ αὖ οὕτω τρεφόμενον ἐλάνθανεν αὐτῷ τὸ στράτευμα.
另一支军队在阿比多斯对岸的色雷斯赫尔松尼斯按如下方式为他集结。拉刻代蒙人克利阿库斯是一名流亡者;小居鲁士与他相识后对其深为赏识,赐予他一万大流克金币。他接受了这笔黄金,便用这些资金招募了一支军队,以赫尔松尼斯为据点同居住在赫勒斯滂以北的色雷斯人交战,并援助希腊人;以致赫勒斯滂沿岸诸城邑也自愿向他出资以供士兵给养。这样,这支军队又以这种方式暗中为他供养起来。
Ἀρίστιππος δὲ ὁ Θετταλὸς ξένος ὢν ἐτύγχανεν αὐτῷ, καὶ πιεζόμενος ὑπὸ τῶν οἴκοι ἀντιστασιωτῶν ἔρχεται πρὸς τὸν Κῦρον καὶ αἰτεῖ αὐτὸν εἰς δισχιλίους ξένους καὶ τριῶν μηνῶν μισθόν, ὡς οὕτως περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν.3 ὁ δὲ Κῦρος δίδωσιν αὐτῷ εἰς τετρακισχιλίους καὶ ἓξ μηνῶν μισθόν, καὶ δεῖται αὐτοῦ μὴ πρόσθεν καταλῦσαι πρὸς τοὺς ἀντιστασιώτας πρὶν ἂν αὐτῷ συμβουλεύσηται. οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ ἐλάνθανεν αὐτῷ τρεφόμενον στράτευμα.
此外,色萨利人阿里斯提普斯恰好是他的客友,因在本土受到敌对党派的逼迫,便前来投奔小居鲁士,请求给他多至两千名雇佣军和三个月的军饷,以为凭此便可战胜政敌。小居鲁士给了他多至四千人的军资和六个月的军饷,并请求他在与自己商榷之前切莫与政敌讲和。这样,色萨利的那支军队又暗中为他供养起来。
Πρόξενον δὲ τὸν Βοιώτιον ξένον ὄντα ἐκέλευσε λαβόντα ἄνδρας ὅτι πλείστους παραγενέσθαι, ὡς ἐς Πισίδας βουλόμενος στρατεύεσθαι, ὡς πράγματα παρεχόντων τῶν Πισιδῶν τῇ ἑαυτοῦ χώρᾳ. Σοφαίνετον δὲ τὸν Στυμφάλιον καὶ Σωκράτην τὸν Ἀχαιόν, ξένους ὄντας καὶ τούτους, ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους, ὡς πολεμήσων Τισσαφέρνει σὺν τοῖς φυγάσι τοῖς Μιλησίων. καὶ ἐποίουν οὕτως οὗτοι.
他又命令身为客友的维奥蒂亚人普罗克塞诺斯尽可能多带部众前来,借口称有意远征皮西迪亚人,因为皮西迪亚人侵扰其领地。他又命令同样身为客友的斯廷法洛斯人索派内托斯与阿哈伊亚人苏格拉底尽可能多带部众前来,借口称将与米利都流亡者一同攻打提萨斐尼。这些人便照此实行。
- 1.1.5ὅστις δʼ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο
单数泛指关系代名词 ὅστις 与主句中的复数宾语 πάντας 形成呼应结构。字面意义为“凡从国王处到他那里来的任何人,他都把所有人如此处置后遣送回去”。未完成过去时 ἀφικνεῖτο 表反复发生的个体来访,在主句中被分词 διατιθείς 和动词 ἀπεπέμπετο 的宾语 πάντας 统揽受支配。
- 1.1.8δοθῆναι οἷ ταύτας τὰς πόλεις μᾶλλον ἢ Τισσαφέρνην ἄρχειν αὐτῶν
由 ἠξίου 统领的两个“宾格加不定式”结构通过 μᾶλλον ἤ(“宁可……而不愿……”)形成对比。前半句中 ταύτας τὰς πόλεις 是被动不定式 δοθῆναι 的逻辑主语,间接反身代词 οἷ(指代主语小居鲁士)作与格间接宾语;后半句中 Τισσαφέρνην 是主动不定式 ἄρχειν 的逻辑主语。需注意两分句中主语宾格与动词语态的对称设置。
- 1.1.10ὡς οὕτως περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν
分词 περιγενόμενος 与小词 ἄν 结合的结构,相当于将潜在或反事实条件句的结论部分(即 περιγένοιτο ἄν 或 περιεγένετο ἄν)转换为分词。连词 ὡς 表达主观理由或意图,意为“以为凭借这种方式便能战胜政敌”。
