← 色诺芬

会饮篇

§8.34-8.43

斯巴达的重德之爱与对卡利亚斯的劝诫

苏格拉底对比了斯巴达基于德性的友爱与他邦基于肉体的爱恋,规劝卡利亚斯效法先贤以德性和政治才干来赢取抱负远大的奥托吕科斯的敬重;当卡利亚斯请求苏格拉底为自己向城邦引荐牵线时,苏格拉底以脚踏实地践行真德为条件欣然应允。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.34

καὶ μαρτύρια δὲ ἐπήγετο ὡς ταῦτα ἐγνωκότες εἶεν καὶ Θηβαῖοι καὶ Ἠλεῖοι· συγκαθεύδοντας γοῦν αὐτοῖς ὅμως παρατάττεσθαι ἔφη τὰ παιδικὰ εἰς τὸν ἀγῶνα, οὐδὲν τοῦτο σημεῖον λέγων ὅμοιον. ἐκείνοις μὲν γὰρ ταῦτα νόμιμα, ἡμῖν δʼ ἐπονείδιστα. δοκοῦσι δʼ ἔμοιγε οἱ μὲν παραταττόμενοι ἀπιστοῦσιν ἐοικέναι μὴ χωρὶς γενόμενοι οἱ ἐρώμενοι οὐκ ἀποτελῶσι τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα.1

而且鲍萨尼亚斯还引证说,底比斯人和厄利斯人也都认识到了这一点;无论如何,他说他们的爱童虽与爱者同榻而卧,却依然与他们并肩列阵奔赴战场——但他所说的这一论据根本不切合。因为对他们来说这是惯常习俗,对我们而言却是可耻之事。至少在我看来,那些并肩列阵的人倒像是疑心自己的爱童一旦与自己分开,就不会去成就勇士之举一般。

§8.35

Λακεδαιμόνιοι δὲ οἱ νομίζοντες, ἐὰν καὶ ὀρεχθῇ τις σώματος, μηδενὸς ἂν ἔτι καλοῦ κἀγαθοῦ τοῦτον τυχεῖν, οὕτω τελέως τοὺς ἐρωμένους ἀγαθοὺς ἀπεργάζονται ὡς καὶ μετὰ ξένων κἂν μὴ ἐν τῇ αὐτῇ [;πόλει]; ταχθῶσι τῷ ἐραστῇ, ὁμοίως αἰδοῦνται τοὺς παρόντας ἀπολείπειν. θεὰν γὰρ οὐ τὴν Ἀναίδειαν ἀλλὰ τὴν Αἰδῶ νομίζουσι.

相反,拉刻代蒙人认为,哪怕某人贪恋肉体,他也将再也无法获得任何崇高美善之物;他们将被爱者造就成如此纯粹的善人,以至于即便与异乡人同行、即便没有与爱者编在同一列,他们也同样以弃身边之人而逃为耻。因为他们所尊崇的神明不是‘无耻’,而是‘羞耻心’。

§8.36

δοκοῦμεν δʼ ἄν μοι πάντες ὁμόλογοι γενέσθαι περὶ ὧν λέγω, εἰ ὧδε ἐπισκοποῖμεν, τῷ ποτέρως παιδὶ φιληθέντι2 μᾶλλον ἄν τις πιστεύσειεν ἢ χρήματα ἢ τέκνα ἢ χάριτας παρακατατίθεσθαι. ἐγὼ μὲν γὰρ οἶμαι καὶ αὐτὸν τὸν τῷ εἴδει τοῦ ἐρωμένου χρώμενον μᾶλλον ἂν ταῦτα πάντα τῷ τὴν ψυχὴν ἐρασμίῳ πιστεῦσαι.

在我看来,如果我们这样来考察,大家对我所说的话就会达成一致:以这两种方式中的哪一种被爱的少年,人们会更放心地将钱财或子女托付给他,或者更乐意向他施予恩德呢?因为我个人认为,就连那个享用被爱者形体之美的人自己,也宁愿将这一切托付给因灵魂而被爱的人。

§8.37

σοί γε μήν, ὦ Καλλία, δοκεῖ μοι ἄξιον εἶναι καὶ θεοῖς χάριν εἰδέναι ὅτι σοι Αὐτολύκου ἔρωτα ἐνέβαλον. ὡς μὲν γὰρ φιλότιμός ἐστιν εὔδηλον, ὃς τοῦ κηρυχθῆναι ἕνεκα νικῶν παγκράτιον πολλοὺς μὲν πόνους, πολλὰ δʼ ἄλγη ἀνέχεται.

况且,卡利亚斯啊,在我看来,你理应感激神明将对奥托吕科斯的爱慕植入你的心田。因为他胸怀抱负是显而易见的,他为了在搏击比赛中获胜并被宣告为胜者,承受了无数辛劳和痛苦。

§8.38

εἰ δὲ οἴοιτο μὴ μόνον ἑαυτὸν καὶ τὸν πατέρα κοσμήσειν, ἀλλʼ ἱκανὸς γενήσεσθαι διʼ ἀνδραγαθίαν καὶ φίλους εὖ ποιεῖν καὶ τὴν πατρίδα αὔξειν τροπαῖα τῶν πολεμίων ἱστάμενος, καὶ διὰ ταῦτα περίβλεπτός τε καὶ ὀνομαστὸς ἔσεσθαι καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβάροις, πῶς οὐκ οἴει αὐτόν, ὅντινʼ ἡγοῖτο εἰς ταῦτα συνεργὸν εἶναι κράτιστον, τοῦτον ταῖς μεγίσταις ἂν τιμαῖς περιέπειν;3

如果他认为自己不仅将为自己和父亲带来光荣,而且凭借勇德能够造福朋友,并能通过树立克敌战利碑来壮大祖国,且因此在希腊人和异邦人中都受到瞩目和享有威名;那么,难道你认为,对于他视为实现这些目标的最得力助手之人,他竟不会给予最高的礼遇吗?

§8.39

εἰ οὖν βούλει τούτῳ ἀρέσκειν, σκεπτέον μέν σοι ποῖα ἐπιστάμενος Θεμιστοκλῆς ἱκανὸς ἐγένετο τὴν Ἑλλάδα ἐλευθεροῦν, σκεπτέον δὲ ποῖά ποτε εἰδὼς Περικλῆς κράτιστος ἐδόκει τῇ πατρίδι σύμβουλος εἶναι, ἀθρητέον δὲ καὶ πῶς ποτε Σόλων φιλοσοφήσας νόμους κρατίστους τῇ πόλει κατέθηκεν, ἐρευνητέον δὲ καὶ ποῖα Λακεδαιμόνιοι ἀσκοῦντες κράτιστοι δοκοῦσιν ἡγεμόνες εἶναι· προξενεῖς δὲ καὶ κατάγονται ἀεὶ παρὰ σοὶ οἱ κράτιστοι αὐτῶν.

因此,如果你想取悦于他,你就必须考量地米斯托克利是掌握了何种知识从而有能力解放希腊;必须考量伯里克利究竟懂得什么才被视为祖国最优秀的谋臣;必须省视梭伦究竟是如何凭借求索智慧为城邦奠定了最佳的法律;还必须探究拉刻代蒙人究竟修习了何种技艺从而被公认为最卓越的统帅——况且你还是他们的邦客代理人,他们中最优秀的人总是下榻在你的宅邸。

§8.40

ὡς μὲν οὖν σοι ἡ πόλις ταχὺ ἂν ἐπιτρέψειεν αὑτήν, εἰ βούλει, εὖ ἴσθι. τὰ μέγιστα γάρ σοι ὑπάρχει· εὐπατρίδης εἶ, ἱερεὺς θεῶν τῶν ἀπʼ Ἐρεχθέως, οἳ καὶ ἐπὶ τὸν βάρβαρον σὺν Ἰάκχῳ ἐστράτευσαν, καὶ νῦν ἐν τῇ ἑορτῇ ἱεροπρεπέστατος δοκεῖς εἶναι τῶν προγεγενημένων, καὶ σῶμα ἀξιοπρεπέστατον μὲν ἰδεῖν τῆς πόλεως ἔχεις, ἱκανὸν δὲ μόχθους ὑποφέρειν.

因此,请确信,只要你愿意,城邦很快就会将自身托付给你。因为你拥有最宏大的资本:你出身贵族,是源于厄瑞克透斯谱系的诸神祭司——那些神明曾与伊阿克科斯一同出征抗击异邦人——而今在节日上,你被认为比历代前辈更具神圣威严;你还拥有全城邦中最体面威仪的体魄,足以经受辛劳磨难。

§8.41

εἰ δʼ ὑμῖν δοκῶ σπουδαιολογῆσαι μᾶλλον ἢ παρὰ πότον πρέπει, μηδὲ τοῦτο θαυμάζετε. ἀγαθῶν γὰρ φύσει καὶ τῆς ἀρετῆς φιλοτίμως ἐφιεμένων ἀεί ποτε τῇ πόλει συνεραστὴς ὢν διατελῶ.

如果你们觉得我谈论得过于严肃,超出了酒席上应有的分寸,也不必对此感到惊异。因为我始终与这城邦一道,是那些天生善良、热切追求德性之人的共同爱慕者。

§8.42

οἱ μὲν δὴ ἄλλοι περὶ τῶν ῥηθέντων διελέγοντο, ὁ δʼ Αὐτόλυκος κατεθεᾶτο τὸν Καλλίαν. καὶ ὁ Καλλίας δὲ παρορῶν εἰς ἐκεῖνον εἶπεν· οὐκοῦν σύ με, ὦ Σώκρατες, μαστροπεύσεις πρὸς τὴν πόλιν, ὅπως πράττω τὰ πολιτικὰ καὶ ἀεὶ ἀρεστὸς ὦ αὐτῇ;

其他人确实在就方才所说的话交谈,而奥托吕科斯则一直注视着卡利亚斯。卡利亚斯瞥了他一眼,说道:“这么说,苏格拉底,你会为我向城邦拉拢说合,好让我参与政治事务,并始终为城邦所喜爱吗?”

§8.43

ναὶ μὰ Δίʼ, ἔφη, ἂν ὁρῶσί γέ σε μὴ τῷ δοκεῖν ἀλλὰ τῷ ὄντι ἀρετῆς ἐπιμελούμενον. ἡ μὲν γὰρ ψευδὴς δόξα ταχὺ ἐλέγχεται ὑπὸ τῆς πείρας· ἡ δʼ ἀληθὴς ἀνδραγαθία, ἂν μὴ θεὸς βλάπτῃ, ἀεὶ ἐν ταῖς πράξεσι λαμπροτέραν τὴν εὔκλειαν συμπαρέχεται.

“对,以宙斯之名起誓,”他说,“只要人们看到你并非徒有虚表,而是切切实实地致力于追求德行。因为虚幻的声名很快就会被经验拆穿,而真正的勇德,只要没有神明的阻挠,总会在行事之中放射出更加璀璨的光彩。”

语法注3 条
  1. 8.34ἀπιστοῦσιν ἐοικέναι μὴ χωρὶς γενόμενοι οἱ ἐρώμενοι οὐκ ἀποτελῶσι τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα

    动词 ἀπιστέω 在此处含有“心存疑虑、唯恐”的担忧意味,后接引导顾虑从句的连接词 μή。从句内部的 οὐκ 用于直接否定动词 ἀποτελῶσι,表示顾虑某事“不会发生”:“担心被爱者一旦分开就不会完成勇士之举”。整句构成一种讽刺性的逻辑反转,指出这种并肩作战的安排恰恰暴露出对其英勇品质的不信任。

  2. 8.36τῷ ποτέρως παιδὶ φιληθέντι

    疑问副词 ποτέρως(“以两者中的何种方式”)直接修饰被动分词 φιληθέντι(“被爱的”),整体构成与格短语,作后文 πιστεύσειεν(“信任、托付”)的支配对象,意为“以两种方式中的哪一种被爱的少年”。这呼应了前文对“肉体之爱”与“灵魂之爱”的二者择一。

  3. 8.38πῶς οὐκ οἴει αὐτόν, ὅντινʼ ἡγοῖτο εἰς ταῦτα συνεργὸν εἶναι κράτιστον, τοῦτον ταῖς μεγίσταις ἂν τιμαῖς περιέπειν;

    该句的主干结构为反问句:πῶς οὐκ οἴει αὐτὸν ... τοῦτον ταῖς μεγίσταις ἂν τιμαῖς περιέπειν(“你怎么会认为他不会以最高的荣誉对待这个人呢?”)。关系从句 ὅντινʼ ἡγοῖτο...(“凡是他视为得力助手的人”)之后,通过指示代词 τοῦτον 进行复指与强化,从而梳理了长句插入后的指代关系。ἂν ... περιέπειν 构成了间接引语中的潜能不定词结构(相当于直接引语的 περιέποι ἄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:8.34-8.43