- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:8.23-8.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底论述了贪恋肉体之爱是卑下且败坏人性的,而灵魂的友爱能促使双方修身立德,并援引神话中神明与英雄珍视灵魂纽带而非肉体欲望的例证展开论辩。
ὡς δὲ καὶ ἀνελεύθερος ἡ συνουσία τῷ τὸ σῶμα μᾶλλον ἢ τῷ τὴν ψυχὴν ἀγαπῶντι, νῦν τοῦτο δηλώσω. ὁ μὲν γὰρ παιδεύων λέγειν τε ἃ δεῖ καὶ πράττειν δικαίως ἂν ὥσπερ Χείρων καὶ Φοῖνιξ ὑπʼ Ἀχιλλέως τιμῷτο, ὁ δὲ τοῦ σώματος ὀρεγόμενος εἰκότως ἂν ὥσπερ πτωχὸς περιέποιτο. ἀεὶ γάρ τοι προσαιτῶν καὶ προσδεόμενος ἢ φιλήματος ἢ ἄλλου τινὸς ψηλαφήματος παρακολουθεῖ.
至于这种交往对于喜爱肉体者而言比对于喜爱灵魂者而言也更为卑下,我现在就来证明这一点。因为,教导少年言其所当言、行其所当行的人,理应像喀戎和福尼克斯受到阿喀琉斯尊敬那样受到尊敬;而贪求肉体的人,理所当然会被当作乞丐一般对待。因为他确实总是在乞求并索要亲吻或某种抚摩,亦步亦趋地尾随在后。
εἰ δὲ λαμυρώτερον λέγω, μὴ θαυμάζετε· ὅ τε γὰρ οἶνος συνεπαίρει καὶ ὁ ἀεὶ σύνοικος ἐμοὶ ἔρως κεντρίζει εἰς τὸν ἀντίπαλον ἔρωτα αὐτῷ παρρησιάζεσθαι.
如果我说得有些过于露骨,诸位不必感到惊奇;因为既有酒力助兴,而与我常驻相伴的厄罗斯又激励我,针对那与它敌对的厄罗斯畅所欲言。
καὶ γὰρ δὴ δοκεῖ μοι ὁ μὲν τῷ εἴδει τὸν νοῦν προσέχων μεμισθωμένῳ χῶρον ἐοικέναι. οὐ γὰρ ὅπως πλείονος ἄξιος γένηται ἐπιμελεῖται, ἀλλʼ ὅπως αὐτὸς ὅτι πλεῖστα ὡραῖα καρπώσεται. ὁ δὲ τῆς φιλίας ἐφιέμενος μᾶλλον ἔοικε τῷ τὸν οἰκεῖον ἀγρὸν κεκτημένῳ· πάντοθεν γοῦν φέρων ὅ τι ἂν δύνηται πλείονος ἄξιον ποιεῖ τὸν ἐρώμενον.
因为在我看来,那个专注于容貌形体的人,恰似租下田产的佃户;因为他并不关心如何让田产变得更有价值,而只关心自己如何尽可能多地收割时鲜作物。反之,追求友爱的人则更像是拥有自己田地的主人;无论如何,他从各处运来所能运来的一切,使被爱者变得更有价值。
καὶ μὴν καὶ τῶν παιδικῶν ὃς μὲν ἂν εἰδῇ ὅτι ὁ τοῦ εἴδους ἐπαρκῶν1 ἄρξει τοῦ ἐραστοῦ, εἰκὸς αὐτὸν τἆλλα ῥᾳδιουργεῖν· ὃς δʼ ἂν γιγνώσκῃ ὅτι ἂν μὴ καλὸς κἀγαθὸς ᾖ, οὐ καθέξει τὴν φιλίαν, τοῦτον προσήκει μᾶλλον ἀρετῆς ἐπιμελεῖσθαι.
再者,在少年当中,凡是知道凭借提供容貌就能支配爱者的人,往往会在其他方面怠惰度日;而凡是认识到若非兼具美好与德性就无法维系友爱的人,则理所当然会更加注重追求德行。
μέγιστον δʼ ἀγαθὸν τῷ ὀρεγομένῳ ἐκ παιδικῶν φίλον ἀγαθὸν ποιήσασθαι ὅτι ἀνάγκη καὶ αὐτὸν ἀσκεῖν ἀρετήν. οὐ γὰρ οἷόν τε πονηρὰ αὐτὸν ποιοῦντα ἀγαθὸν τὸν συνόντα ἀποδεῖξαι, οὐδέ γε ἀναισχυντίαν καὶ ἀκρασίαν παρεχόμενον ἐγκρατῆ καὶ αἰδούμενον τὸν ἐρώμενον ποιῆσαι.
对于那些渴望从少年身上造就益友的人而言,最大的裨益莫过于他自己也必然要磨砺德行。因为自身行恶事的人不可能使同伴成为善人,自己表现出无耻与放纵的人也绝不可能使被爱者变得自制而谦逊。
ἐπιθυμῶ δέ σοι, ἔφη, ὦ Καλλία, καὶ μυθολογῆσαι ὡς οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ θεοὶ καὶ ἥρωες τὴν τῆς ψυχῆς φιλίαν περὶ πλείονος ἢ τὴν τοῦ σώματος χρῆσιν ποιοῦνται.
卡利亚斯啊,他说,我还渴望向你讲述神话,说明不仅凡人,而且神明和英雄也都将灵魂的友爱看得高于肉体的享用。
Ζεύς τε γὰρ ὅσων μὲν θνητῶν οὐσῶν μορφῆς ἠράσθη, συγγενόμενος εἴα αὐτὰς θνητὰς εἶναι· ὅσων δὲ ψυχαῖς ἀγαθαῖς ἀγασθείη,2 ἀθανάτους τούτους ἐποίει· ὧν Ἡρακλῆς μὲν καὶ Διόσκουροί εἰσι, λέγονται δὲ καὶ ἄλλοι·
因为宙斯对于那些凡人女子,凡是贪恋其美貌的,在与之交合后便任凭她们保持凡胎;而对于那些由于其崇高灵魂而受到赞赏的人,宙斯都使其长生不死;其中便有赫拉克勒斯与狄俄斯库里兄弟,传说中还有其他人。
καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ καὶ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ "γάνυται δέ τʼ ἀκούων." τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που "πυκινὰ φρεσὶ μήδεα εἰδώς." τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. ἐξ οὖν συναμφοτέρων τούτων οὐχ ἡδυσώματος ὀνομασθεὶς ὁ Γανυμήδης ἀλλʼ ἡδυγνώμων ἐν θεοῖς τετίμηται.
我也断言,甘尼美德之所以被宙斯带上奥林匹斯山,绝非为了肉体,而是为了灵魂。他的名字本身也为此作证;因为在荷马的诗篇中确实有: “他听而心喜(ganytai),”此语意指“他听而欢愉”。又在别处有: “心中通晓深谋睿智(mēdea),”这反过来是指“心中明晓贤明计谋”。因此,从这两者的结合来看,甘尼美德绝非被命名为‘体质甘美者’,而是被命名为‘心智悦人者’,从而在诸神中享有荣耀。
ἀλλὰ μήν, ὦ Νικήρατε, καὶ Ἀχιλλεὺς Ὁμήρῳ πεποίηται οὐχ ὡς παιδικοῖς Πατρόκλῳ ἀλλʼ ὡς ἑταίρῳ ἀποθανόντι ἐκπρεπέστατα τιμωρῆσαι. καὶ Ὀρέστης δὲ καὶ Πυλάδης καὶ Θησεὺς καὶ Πειρίθους καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡμιθέων οἱ ἄριστοι ὑμνοῦνται οὐ διὰ τὸ συγκαθεύδειν ἀλλὰ διὰ τὸ ἄγασθαι ἀλλήλους τὰ μέγιστα καὶ κάλλιστα κοινῇ διαπεπρᾶχθαι.
此外,尼凯拉托斯啊,在荷马笔下,阿喀琉斯为死去的帕特罗克洛斯复仇,表现得无比英勇卓绝,并非因为将他视为宠童,而是将他视作挚友战友。俄瑞斯忒斯与皮拉得斯、忒修斯与珀里托俄斯,以及许多其他最卓越的半神之所以受到赞颂,并非由于同床共寝,而是由于彼此钦佩,共同成就了最伟大、最光辉的事业。
τί δέ, τὰ νῦν καλὰ ἔργα οὐ πάντʼ ἂν εὕροι τις ἕνεκα ἐπαίνου ὑπὸ τῶν καὶ πονεῖν καὶ κινδυνεύειν ἐθελόντων πραττόμενα μᾶλλον ἢ ὑπὸ τῶν ἐθιζομένων ἡδονὴν ἀντʼ εὐκλείας αἱρεῖσθαι; καίτοι Παυσανίας γε ὁ Ἀγάθωνος τοῦ ποιητοῦ ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασίᾳ ἐγκαλινδουμένων εἴρηκεν ὡς καὶ στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν τε καὶ ἐραστῶν.
难道不是吗?人们难道不会发现,当今一切美好的功业,全都是由那些甘愿劳苦、不惧危难的人为了博得赞誉而完成的,而非由那些习惯于弃美名而逐享乐的人所为?然而,诗人阿伽通的爱者鲍萨尼亚斯,在为沉溺于放纵之徒辩护时却宣称,由爱童与爱者共同组成的军队将会战力极强。
τούτους γὰρ ἂν ἔφη οἴεσθαι3 μάλιστα αἰδεῖσθαι ἀλλήλους ἀπολείπειν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου τε ἀφροντιστεῖν καὶ ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθιζόμενοι, οὗτοι μάλιστα αἰσχυνοῦνται αἰσχρόν τι ποιεῖν.
因为他说,他认为这些人最会以临阵脱逃背弃彼此为耻——这真是一种荒唐奇谈,如果说那些习惯于漠视责备并在彼此面前不知羞耻的人,竟会是对做出可耻之事最感到羞愧的人!
- 8.26ὁ τοῦ εἴδους ἐπαρκῶν
带冠词的现在分词 ὁ ἐπαρκῶν 名词化充当 ὅτι 引导的间接陈述句的主语。动词 ἐπαρκέω 支配属格(此处 τοῦ εἴδους 为部分/材质属格),表示“供给/提供(外貌之美)”。该短语泛指被爱少年自身,照应前面的假设关系从句 ὃς μὲν ἂν εἰδῇ。
- 8.29ὅσων δὲ ψυχαῖς ἀγαθαῖς ἀγασθείη
此从句与前句 ὅσων μὲν θνητῶν οὐσῶν μορφῆς ἠράσθη 形成对比。关系代词 ὅσων 作动词 ἄγαμαι 的宾语,与格 ψυχαῖς ἀγαθαῖς 充当表示赞赏原因或维度的“原因/方面与格”。相较于前句的过去直陈式 ἠράσθη,此处使用过去反复希求法 ἀγασθείη,表示在过去一般性/反复性条件从句中的动作。
- 8.33τούτους γὰρ ἂν ἔφη οἴεσθαι
语气小词 ἄν 紧置于言说动词 ἔφη 之前,但在句意上修饰从属不定式(代表直接引语中的推测希求式 οἴοιτο ἄν,或作用于下层的 αἰδεῖσθαι)。这是古典希腊语中 ἄν 前置到主句动词旁(hyperbaton)的常见语序倒装现象。
