- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:9.1-9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕孔称赞苏格拉底后与儿子离席散步,随后上演了狄奥尼索斯与阿里阿德涅的热烈哑剧表演,深受感染的宾客们纷纷赶往妻子身边或誓言结婚,酒宴就此结束。
οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν. Αὐτόλυκος δὲ (ἤδη γὰρ ὥρα ἦν αὐτῷ) ἐξανίστατο εἰς περίπατον· καὶ ὁ Λύκων ὁ πατὴρ αὐτῷ συνεξιὼν ἐπιστραφεὶς εἶπε· Νὴ τὴν Ἥραν, ὦ Σώκρατες, καλός γε κἀγαθὸς δοκεῖς μοι ἄνθρωπος εἶναι.
这番话便到此结束了。奥托吕科斯(因为此时已到了他的时间)起立去散步;他的父亲吕孔同他一起退席,转过身来说:“凭赫拉起誓,苏格拉底,在我看来你真是一个高尚美善的人。”
ἐκ δὲ τούτου πρῶτον μὲν θρόνος τις ἔνδον κατετέθη, ἔπειτα δὲ ὁ Συρακόσιος εἰσελθὼν εἶπεν· ὦ ἄνδρες, Ἀριάδνη εἴσεισιν εἰς τὸν ἑαυτῆς τε καὶ Διονύσου θάλαμον· μετὰ δὲ τοῦθʼ ἥξει Διόνυσος ὑποπεπωκὼς παρὰ θεοῖς καὶ εἴσεισι πρὸς αὐτήν, ἔπειτα παιξοῦνται πρὸς ἀλλήλους.
此后,首先是在内室设了一座宝座,接着叙拉古人走进来宣布:“诸位,阿里阿德涅将进入她与狄奥尼索斯的新房;随后,在诸神那里略带醉意的狄奥尼索斯将前来并走进她那里,接着他们将互相戏耍。”
ἐκ τούτου πρῶτον μὲν ἡ Ἀριάδνη ὡς νύμφη κεκοσμημένη παρῆλθε καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου. οὔπω δὲ φαινομένου τοῦ Διονύσου ηὐλεῖτο ὁ βακχεῖος ῥυθμός. ἔνθα δὴ ἠγάσθησαν τὸν ὀρχηστοδιδάσκαλον. εὐθὺς μὲν γὰρ ἡ Ἀριάδνη ἀκούσασα τοιοῦτόν τι ἐποίησεν ὡς πᾶς ἂν ἔγνω ὅτι ἀσμένη ἤκουσε· καὶ ὑπήντησε μὲν οὒ οὐδὲ ἀνέστη, δήλη δʼ ἦν μόλις ἠρεμοῦσα.1
紧接着,阿里阿德涅先如新娘般装扮好走了出来,坐在宝座上。在狄奥尼索斯尚未露面之时,笛子奏起了巴克科斯节奏。这时人们对舞蹈教师赞赏不已。因为阿里阿德涅一听到乐声,便做出了任谁都能看出她是欣喜倾听的神态;她虽未起步相迎也未站起身来,但显然极力忍耐才勉强保持不动。
ἐπεί γε μὴν κατεῖδεν αὐτὴν ὁ Διόνυσος, ἐπιχορεύσας ὥσπερ ἂν εἴ τις φιλικώτατα2 ἐκαθέζετο ἐπὶ τῶν γονάτων, καὶ περιλαβὼν ἐφίλησεν αὐτήν. ἡ δʼ αἰδουμένῃ μὲν ἐῴκει, ὅμως δὲ φιλικῶς ἀντιπεριελάμβανεν. οἱ δὲ συμπόται ὁρῶντες ἅμα μὲν ἐκρότουν, ἅμα δὲ ἐβόων αὖθις.
待狄奥尼索斯望见她时,便踩着舞步走近,极尽温存地坐在她的膝上,搂着她吻了起来。她虽似含羞,却也温情地反抱住他。同席的人们见状,一边鼓掌,一边齐声喝彩要求再来一次。
ὡς δὲ ὁ Διόνυσος ἀνιστάμενος συνανέστησε μεθʼ ἑαυτοῦ τὴν Ἀριάδνην, ἐκ τούτου δὴ φιλούντων τε καὶ ἀσπαζομένων ἀλλήλους σχήματα παρῆν θεάσασθαι. οἱ δʼ ὁρῶντες ὄντως καλὸν μὲν τὸν Διόνυσον, ὡραίαν δὲ τὴν Ἀριάδνην, οὐ σκώπτοντας δὲ ἀλλʼ ἀληθινῶς τοῖς στόμασι φιλοῦντας, πάντες ἀνεπτερωμένοι ἐθεῶντο.
而当狄奥尼索斯站起身来扶着阿里阿德涅一同起身时,此后便可观赏到他们彼此亲吻拥抱的种种身姿了。旁观者们见狄奥尼索斯当真英俊,阿里阿德涅正是艳丽,而且并非逢场作戏,而是实心实意地以唇相吻,全都心潮澎湃地注视着。
καὶ γὰρ ἤκουον τοῦ Διονύσου μὲν ἐπερωτῶντος αὐτὴν εἰ φιλεῖ αὐτόν, τῆς δὲ οὕτως ἐπομνυούσης ὥστε μὴ μόνον τὸν Διόνυσον ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας συνομόσαι ἂν3 ἦ μὴν τὸν παῖδα καὶ τὴν παῖδα ὑπʼ ἀλλήλων φιλεῖσθαι. ἐῴκεσαν γὰρ οὐ δεδιδαγμένοις τὰ σχήματα ἀλλʼ ἐφειμένοις πράττειν ἃ πάλαι ἐπεθύμουν.
因为他们听见狄奥尼索斯问她是否爱他,而她起誓之笃,不仅是狄奥尼索斯,就连在场的所有人都敢一同发誓:这对少男少女确确实实相爱至深。因为他们看起来不像是受过动作指点的人,倒像是被准许去实现自己久已企盼的事情。
τέλος δὲ οἱ συμπόται ἰδόντες περιβεβληκότας τε ἀλλήλους καὶ ὡς εἰς εὐνὴν ἀπιόντας, οἱ μὲν ἄγαμοι γαμεῖν ἐπώμνυσαν, οἱ δὲ γεγαμηκότες ἀναβάντες ἐπὶ τοὺς ἵππους ἀπήλαυνον πρὸς τὰς ἑαυτῶν γυναῖκας, ὅπως τούτων τύχοιεν.4 Σωκράτης δὲ καὶ τῶν ἄλλων οἱ ὑπομείναντες πρὸς Λύκωνα καὶ τὸν υἱὸν σὺν Καλλίᾳ περιπατήσοντες ἀπῆλθον. αὕτη τοῦ τότε συμποσίου κατάλυσις ἐγένετο.
最后,客人们见他们互相依偎、仿佛要去就寝似地离去,未婚者发誓要成家,已婚者则翻身上马飞奔回自己的妻子身边,好去得到这些。苏格拉底和留下的其他人则同卡利亚斯一起离开,前去与吕孔及其儿子一同散步。当年那场酒宴至此便宣告散席。
- 9.3δήλη δʼ ἦν μόλις ἠρεμοῦσα
形容词 δῆλος(明显的)采用人称构型,在性数格上与主语(阿里阿德涅)一致,后接补充性分词 ἠρεμοῦσα(即 δῆλός εἰμι + 分词,相当于非人称结构“显然她勉强才保持不动”)。
- 9.4ὥσπερ ἂν εἴ τις φιλικώτατα
惯用的比较-条件短语 ὥσπερ ἂν εἰ(“正如某人……那样”)。它与最高级副词 φιλικώτατα 一并修饰动词 ἐκαθέζετο,表达一种假定性的极为亲热的举止方式。
- 9.6ὥστε μὴ μόνον τὸν Διόνυσον ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας συνομόσαι ἂν
由 ὥστε 引导的结果从句中接 ἂν + 不定词(συνομόσαι,不定过去时不定词)。这是把带 ἄν 的直陈式过去时或祈愿式(潜在/条件结论)转化为间接的不定词结构,意为“以至于在场的所有人都会一同发誓”。
- 9.7ὅπως τούτων τύχοιεν
由 ὅπως 引导的目的从句,接希求式(τύχοιεν,因主句动词 ἀπήλαυνον 为过去时态而采用历史时序的希求式)。中性复数属格代词 τούτων(“这些事”,指前文所见的相拥就寝等情景)作动词 τυγχάνω(获得)的属格宾语。
