← 色诺芬

会饮篇

§8.13-8.22

肉体之爱与灵魂之爱的对比及友爱的持久性

苏格拉底论述了肉体之爱如何引发厌倦、反感与剥削,而灵魂之爱则能建立持久互惠的友爱,并促进彼此的敬重与美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13

ὅτι μὲν γὰρ δὴ ἄνευ φιλίας συνουσία οὐδεμία ἀξιόλογος πάντες ἐπιστάμεθα. φιλεῖν γε μὴν τῶν μὲν τὸ ἦθος ἀγαμένων1 ἀνάγκη ἡδεῖα καὶ ἐθελουσία καλεῖται· τῶν δὲ τοῦ σώματος ἐπιθυμούντων πολλοὶ μὲν τοὺς τρόπους μέμφονται καὶ μισοῦσι τῶν ἐρωμένων·

因为我们大家都知道,没有友爱,任何交往都不值一提。对那些赞赏品行的人而言,爱恋被称为一种甜美而自愿的必然;而那些渴望肉体的人,许多人却挑剔并憎恶被爱者的性情举止。

§8.14

ἂν δὲ καὶ ἀμφότερα στέρξωσι, τὸ μὲν τῆς ὥρας ἄνθος ταχὺ δήπου παρακμάζει, ἀπολείποντος δὲ τούτου ἀνάγκη καὶ τὴν φιλίαν συναπομαραίνεσθαι, ἡ δὲ ψυχὴ ὅσονπερ ἂν χρόνον ἴῃ ἐπὶ τὸ φρονιμώτερον καὶ ἀξιεραστοτέρα γίγνεται.

即便他们两者都喜爱,青春的盛容也必然很快凋零,而一旦容貌消逝,友爱也必然随之衰竭;然而灵魂只要向着更有智慧的方向迈进,就会变得愈发值得被爱。

§8.15

καὶ μὴν ἐν μὲν τῇ τῆς μορφῆς χρήσει ἔνεστί τις καὶ κόρος, ὥστε ἅπερ καὶ πρὸς τὰ σιτία διὰ πλησμονήν, ταῦτα ἀνάγκη καὶ πρὸς τὰ παιδικὰ πάσχειν· ἡ δὲ τῆς ψυχῆς φιλία διὰ τὸ ἁγνὴ εἶναι καὶ ἀκορεστοτέρα ἐστίν, οὐ μέντοι, ὥς γʼ ἄν τις οἰηθείη, διὰ τοῦτο καὶ ἀνεπαφροδιτοτέρα, ἀλλὰ σαφῶς καὶ ἀποτελεῖται ἡ εὐχὴ ἐν ᾗ αἰτούμεθα τὴν θεὸν ἐπαφρόδιτα καὶ ἔπη καὶ ἔργα διδόναι.

再者,在享用容貌美色时也存在着某种厌足,以至于人们对待少年,必然如同因过饱而对待食物一样产生同样的感受;但灵魂的友爱由于其纯洁,更不易生厌——然而绝非如有人所想象的那样,它因此就缺少魅力,相反,我们祈求女神赐予兼具魅力的言辞与行为的那种祈愿,正会在此得到显明的实现。

§8.16

ὡς μὲν γὰρ ἄγαταί τε καὶ φιλεῖ τὸν ἐρώμενον θάλλουσα μορφῇ τε ἐλευθερίᾳ καὶ ἤθει αἰδήμονί τε καὶ γενναίῳ ψυχὴ εὐθὺς ἐν τοῖς ἥλιξιν ἡγεμονική τε ἅμα καὶ φιλόφρων οὖσα οὐδὲν ἐπιδεῖται λόγου· ὅτι δὲ εἰκὸς καὶ ὑπὸ τῶν παιδικῶν τὸν τοιοῦτον ἐραστὴν ἀντιφιλεῖσθαι, καὶ τοῦτο διδάξω.

因为,一个兼具高贵外貌与谦逊慷慨品行、一开始便在同龄人中既具统领力又满怀善意的灵魂,自然会赞赏并爱恋被爱者,这无需赘言;但这样一位爱者也理应得到少年的回爱,对此我也将予以说明。

§8.17

πρῶτον μὲν γὰρ τίς μισεῖν δύναιτʼ ἂν ὑφʼ οὗ εἰδείη καλός τε καὶ ἀγαθὸς νομιζόμενος; ἔπειτα δὲ ὁρῴη αὐτὸν τὰ τοῦ παιδὸς καλὰ μᾶλλον ἢ τὰ ἑαυτοῦ ἡδέα σπουδάζοντα; πρὸς δὲ τούτοις πιστεύοι2 μήτʼ ἂν παρά τι ποιήσῃ μήτʼ ἂν καμὼν ἀμορφότερος γένηται, μειωθῆναι ἂν τὴν φιλίαν;

首先,谁能憎恨一个自己明知视自己为高尚美善之人呢?其次,当少年看到这位爱者追求的是少年的美名与福祉而非爱者自身的享乐时,又怎会憎恨他?此外,如果少年深信,无论自己是否有过失,抑或因患病而容貌损减,两人的友爱都不会有所减少,那又怎会憎恨他?

§8.18

οἷς γε μὴν κοινὸν τὸ φιλεῖσθαι,3 πῶς οὐκ ἀνάγκη τούτους ἡδέως μὲν προσορᾶν ἀλλήλους, εὐνοϊκῶς δὲ διαλέγεσθαι, πιστεύειν δὲ καὶ πιστεύεσθαι, καὶ προνοεῖν μὲν ἀλλήλων, συνήδεσθαι δʼ ἐπὶ ταῖς καλαῖς πράξεσι, συνάχθεσθαι δὲ ἄν τι σφάλμα προσπίπτῃ, τότε δʼ εὐφραινομένους διατελεῖν, ὅταν ὑγιαίνοντες συνῶσιν, ἂν δὲ κάμῃ ὁπότερος οὖν, πολὺ συνεχεστέραν τὴν συνουσίαν ἔχειν, καὶ ἀπόντων ἔτι μᾶλλον ἢ παρόντων ἐπιμελεῖσθαι; οὐ ταῦτα πάντα ἐπαφρόδιτα; διά γέ τοι τὰ τοιαῦτα ἔργα ἅμα ἐρῶντες τῆς φιλίας καὶ χρώμενοι αὐτῇ εἰς γῆρας διατελοῦσι.

对于那些以互爱为纽带的人而言,他们怎能不必然以喜悦相互注视,以善意彼此交谈,互相信任与被信任,互相体恤关照,在美善的事迹中同享喜乐,在遭遇挫折灾祸时共同悲伤,在身心康泰相聚时始终欢愉,若无论哪一方生病则维持更为紧密的交往,在彼此分离时甚至比在身旁时更深切地相互挂念?难道这些不都充满了魅力吗?正是通过这样的行为,他们热爱着彼此的友爱并在践行中携手迈入晚年。

§8.19

τὸν δὲ ἐκ τοῦ σώματος κρεμάμενον διὰ τί ἀντιφιλήσειεν ἂν ὁ παῖς; πότερον ὅτι ἑαυτῷ μὲν νέμει ὧν ἐπιθυμεῖ, τῷ δὲ παιδὶ τὰ ἐπονειδιστότατα; ἢ διότι ἃ σπεύδει πράττειν παρὰ τῶν παιδικῶν, εἴργει μάλιστα τοὺς οἰκείους ἀπὸ τούτων;

反之,那个执念于肉体的人,少年又为何要回爱他呢?难道是因为他将自己所渴望的归于自己,却将最可耻的强加给少年?还是因为他急于从少年那里索取的事情,却最极力让自己的亲属远离它们?

§8.20

καὶ μὴν ὅτι γε οὐ βιάζεται, ἀλλὰ πείθει, διὰ τοῦτο μᾶλλον μισητέος. ὁ μὲν γὰρ βιαζόμενος ἑαυτὸν πονηρὸν ἀποδεικνύει, ὁ δὲ πείθων τὴν τοῦ ἀναπειθομένου ψυχὴν διαφθείρει.

况且,正因为他并非诉诸强力而是施以诱导说服,因而在这一点上他更应遭到憎恨。因为诉诸强力者仅仅证明了自身的邪恶,而诱导说服者却腐化了被说服者的灵魂。

§8.21

ἀλλὰ μὴν καὶ ὁ χρημάτων γε ἀπεμπολῶν τὴν ὥραν τί μᾶλλον στέρξει τὸν πριάμενον ἢ ὁ ἐν ἀγορᾷ πωλῶν καὶ ἀποδιδόμενος; οὐ μὴν ὅτι γε ὡραῖος ἀώρῳ, οὐδὲ ὅτι γε καλὸς οὐκέτι καλῷ καὶ ἐρῶντι οὐκ ἐρῶν ὁμιλεῖ, φιλήσει αὐτόν. οὐδὲ γὰρ ὁ παῖς τῷ ἀνδρὶ ὥσπερ γυνὴ κοινωνεῖ τῶν ἐν τοῖς ἀφροδισίοις εὐφροσυνῶν, ἀλλὰ νήφων μεθύοντα ὑπὸ τῆς ἀφροδίτης θεᾶται.

再者,为了金钱而出卖青春盛容的人,难道会比在市场上叫卖并售出货物的人更喜爱买主吗?绝不会因为容貌正茂者与青春已逝者交往,美貌者与不再美貌者交往,无爱者与满腔情欲者交往,少年就会爱上对方。因为少年并不像妇人那样与男子分享爱欲中的欢愉,而是在自身清醒的状态下旁观对方被情欲所沉醉。

§8.22

ἐξ ὧν οὐδὲν θαυμαστὸν εἰ καὶ τὸ ὑπερορᾶν ἐγγίγνεται αὐτῷ τοῦ ἐραστοῦ. καὶ σκοπῶν δʼ ἄν τις εὕροι ἐκ μὲν τῶν διὰ τοὺς τρόπους φιλουμένων οὐδὲν χαλεπὸν γεγενημένον, ἐκ δὲ τῆς ἀναιδοῦς ὁμιλίας πολλὰ ἤδη καὶ ἀνόσια πεπραγμένα.

由此看来,如果少年心中滋生出对爱者的蔑视,也就毫不足怪了。如果人们仔细考察便会发现,因品性而相爱的人从未产生过恶劣的结果,而由于无耻的交合,至今已犯下了许多不敬神明的恶行。

语法注3 条
  1. 8.13φιλεῖν γε μὴν τῶν μὲν τὸ ἦθος ἀγαμένων

    无冠词不定词 φιλεῖν 用作句子的主语,而属格短语 τῶν ... ἀγαμένων 起主格性属格(subjective genitive)的作用(即“赞赏品行之人的爱恋”)。在后半句的对比中,τῶν δὲ τοῦ σώματος ἐπιθυμούντων 则作为修饰 πολλοί 的部分属格(partitive genitive),前后两个属格短语在句法功能上并不相同却形成修辞上的呼应。

  2. 8.17ἔπειτα δὲ ὁρῴη αὐτὸν τὰ τοῦ παιδὸς καλὰ μᾶλλον ἢ τὰ ἑαυτοῦ ἡδέα σπουδάζοντα; πρὸς δὲ τούτοις πιστεύοι

    承接依附于前文反诘疑问句 τίς μισεῖν δύναιτʼ ἄν 的关系从句 ὑφʼ οὗ εἰδείη ...(由关系代词转为指示代词 αὐτόν),因语气同化而用希求法的动词 ὁρῴη 和 πιστεύοι 与 εἰδείη 并列出现。这两个希求法动词的逻辑主语具体化为被爱者少年(ὁ παῖς),延续了带有条件色彩的反诘语气:“当他看到……并且深信……时,谁又能憎恨他呢?”

  3. 8.18οἷς γε μὴν κοινὸν τὸ φιλεῖσθαι

    关系代词 οἷς 是与谓语形容词 κοινόν 及实质化被动不定词 τὸ φιλεῖσθαι(“被爱”)连用的领有与格(dative of possession),意为“对于那些互相被爱是共有的人而言”,即彼此相爱的人。其先行词 τούτους 充当主句不定词结构(πῶς οὐκ ἀνάγκη τούτους...)的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:8.13-8.22