- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:8.1-8.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙拉古人离场后,苏格拉底列举在座各人的爱恋对象,开启了对爱神爱罗斯的赞颂;在与安提斯泰尼一番诙谐打趣后,他转而讨论卡利亚斯对奥托吕科斯的爱。苏格拉底区分了天上与世俗两位阿佛洛狄忒,称赞卡利亚斯的爱恋属于追求灵魂与美德的天上之爱,而非肉体之爱。
ὁ μὲν δὴ Συρακόσιος ἐξελθὼν συνεκροτεῖτο· ὁ δὲ Σωκράτης πάλιν αὖ καινοῦ λόγου κατῆρχεν. ἆρʼ, ἔφη, ὦ ἄνδρες, εἰκὸς ἡμᾶς παρόντος δαίμονος μεγάλου καὶ τῷ μὲν χρόνῳ ἰσήλικος τοῖς ἀειγενέσι θεοῖς, τῇ δὲ μορφῇ νεωτάτου, καὶ μεγέθει πάντα ἐπέχοντος, ψυχῇ δὲ ἀνθρώπου ἱδρυμένου, Ἔρωτος, μὴ [;ἂν]; ἀμνημονῆσαι,1 ἄλλως τε καὶ ἐπειδὴ πάντες ἐσμὲν τοῦ θεοῦ τούτου θιασῶται;
叙拉古人在掌声中退席后,苏格拉底又重新开启了新的话题:“诸位,当一位伟大的神明在此临在,他在岁月上与永生的诸神同龄,在形态上最为年轻,在广大上包容万物,却又安居于人的灵魂之中——这就是爱神爱罗斯——难道我们不加提及是合乎情理的吗?特别是鉴于我们大家都是这位神明的信奉者。
ἐγώ τε γὰρ οὐκ ἔχω χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ἐρῶν τινος διατελῶ, Χαρμίδην δὲ τόνδε οἶδα πολλοὺς μὲν ἐραστὰς κτησάμενον, ἔστι δὲ ὧν2 καὶ αὐτὸν ἐπιθυμήσαντα· Κριτόβουλός γε μὴν ἔτι καὶ νῦν ἐρώμενος ὢν ἤδη ἄλλων ἐπιθυμεῖ.
就我而言,我说不出有什么时候不是一直在爱着什么人;至于这里的卡尔米德,我知道他不仅拥有过许多爱慕者,自己也有过渴望慕求的人;而克里托布洛斯呢,即便现在仍是被爱者,却已经开始慕求别人了。
ἀλλὰ μὴν καὶ ὁ Νικήρατος, ὡς ἐγὼ ἀκούω, ἐρῶν τῆς γυναικὸς ἀντερᾶται. Ἑρμογένη γε μὴν τίς ἡμῶν οὐκ οἶδεν ὡς, ὅ τι ποτʼ ἐστὶν ἡ καλοκἀγαθία, τῷ ταύτης ἔρωτι κατατήκεται;3 οὐχ ὁρᾶτε ὡς σπουδαῖαι μὲν αὐτοῦ αἱ ὀφρύες, ἀτρεμὲς δὲ τὸ ὄμμα, μέτριοι δὲ οἱ λόγοι, πραεῖα δὲ ἡ φωνή, ἱλαρὸν δὲ τὸ ἦθος; τοῖς δὲ σεμνοτάτοις θεοῖς φίλοις χρώμενος οὐδὲν ἡμᾶς τοὺς ἀνθρώπους ὑπερορᾷ;
不仅如此,据我听说,尼克拉托斯也深爱着自己的妻子并得到同样的回应。至于赫尔墨革涅斯,我们中有谁不知道,无论‘高尚美善’究竟是什么,他都在对它的爱恋中消融身心?难道你们没看见他的双眉多么严肃,目光多么沉稳,言谈多么得体,声音多么温和,性情多么愉悦吗?而且他虽然与最崇高的诸神结交为友,却丝毫没有藐视我们这些凡人。
σὺ δὲ μόνος, ὦ Ἀντίσθενες, οὐδενὸς ἐρᾷς; ναὶ μὰ τοὺς θεούς, εἶπεν ἐκεῖνος, καὶ σφόδρα γε σοῦ. καὶ ὁ Σωκράτης ἐπισκώψας ὡς δὴ θρυπτόμενος εἶπε· μὴ νῦν μοι ἐν τῷ παρόντι ὄχλον πάρεχε· ὡς γὰρ ὁρᾷς, ἄλλα πράττω. καὶ ὁ Ἀντισθένης ἔλεξεν· ὡς σαφῶς μέντοι σὺ μαστροπὲ σαυτοῦ ἀεὶ τοιαῦτα ποιεῖς· τοτὲ μὲν τὸ δαιμόνιον προφασιζόμενος οὐ διαλέγῃ μοι, τοτὲ δʼ ἄλλου του ἐφιέμενος.
唯独你,安提斯泰尼,难道没有爱恋任何人吗?”那人回答说:“凭诸神起誓,有,而且极为热烈地爱着你!”苏格拉底便开玩笑地摆出一副傲娇拿乔的姿态说道:“现在暂且别来烦我; 因为正如你所见,我正忙着别的事呢。”安提斯泰尼说:“你这个当自己的皮条客的家伙,总是这么做,真是显而易见:一会儿拿神异灵迹当借口不肯同我交谈,一会儿又去追求别的人。”
καὶ ὁ Σωκράτης ἔφη· πρὸς τῶν θεῶν, ὦ Ἀντίσθενες, μόνον μὴ συγκόψῃς με· τὴν δʼ ἄλλην χαλεπότητα ἐγώ σου καὶ φέρω καὶ οἴσω φιλικῶς. ἀλλὰ γάρ, ἔφη, τὸν μὲν σὸν ἔρωτα κρύπτωμεν, ἐπειδὴ καὶ ἔστιν οὐ ψυχῆς ἀλλʼ εὐμορφίας τῆς ἐμῆς.
苏格拉底说道:“凭诸神起誓,安提斯泰尼,只要你别动手打我就行;至于你别的严酷脾气,我都以友善的态度承受了,并将继续承受。不过,”他说,“我们还是把你的爱恋隐匿起来吧,既然它针对的不是我的灵魂,而是我的美貌。
ὅτι γε μὴν σύ, ὦ Καλλία, ἐρᾷς Αὐτολύκου πᾶσα μὲν ἡ πόλις οἶδε, πολλοὺς δʼ οἶμαι καὶ τῶν ξένων. τούτου δʼ αἴτιον τὸ πατέρων τε ὀνομαστῶν ἀμφοτέρους ὑμᾶς εἶναι καὶ αὐτοὺς ἐπιφανεῖς.4
至于你,卡利亚斯,你爱恋奥托吕科斯,全城皆知,我想许多异邦人也同样知晓。究其原因,乃是因为你们两人都拥有名声显赫的父亲,而且你们自己也引人瞩目。
ἀεὶ μὲν οὖν ἔγωγε ἠγάμην τὴν σὴν φύσιν, νῦν δὲ καὶ πολὺ μᾶλλον, ἐπεὶ ὁρῶ σε ἐρῶντα οὐχ ἁβρότητι χλιδαινομένου οὐδὲ μαλακίᾳ θρυπτομένου, ἀλλὰ πᾶσιν ἐπιδεικνυμένου ῥώμην τε καὶ καρτερίαν καὶ ἀνδρείαν καὶ σωφροσύνην. τὸ δὲ τοιούτων ἐπιθυμεῖν τεκμήριόν ἐστι τῆς τοῦ ἐραστοῦ φύσεως.
我一向钦佩你的本性,而现在尤甚,因为我看到你所爱恋的人,既不沉溺于娇奢,也不放任于软弱,而是向所有人展现出力量、忍耐、勇敢与节制。渴望具有这种品质的人,正是爱者自身本性的明证。
εἰ μὲν οὖν μία ἐστὶν Ἀφροδίτη ἢ διτταί, Οὐρανία τε καὶ Πάνδημος, οὐκ οἶδα· καὶ γὰρ Ζεὺς ὁ αὐτὸς δοκῶν εἶναι πολλὰς ἐπωνυμίας ἔχει· ὅτι γε μέντοι χωρὶς ἑκατέρᾳ βωμοί τε καὶ ναοί εἰσι καὶ θυσίαι τῇ μὲν Πανδήμῳ ῥᾳδιουργότεραι, τῇ δὲ Οὐρανίᾳ ἁγνότεραι, οἶδα.
至于阿佛洛狄忒究竟是一位还是两位——天上的与世俗的——我并不知晓;因为宙斯虽然被认为是同一位神,却也拥有诸多别名;然而我确实知道,她们各自拥有独立的祭坛和神庙,献给世俗阿佛洛狄忒的祭礼较为草率,而献给天上阿佛洛狄忒的祭礼则更为纯洁。
εἰκάσαις δʼ ἂν καὶ τοὺς ἔρωτας τὴν μὲν Πάνδημον τῶν σωμάτων ἐπιπέμπειν, τὴν δʼ Οὐρανίαν τῆς ψυχῆς τε καὶ τῆς φιλίας καὶ τῶν καλῶν ἔργων. ὑφʼ οὗ δὴ καὶ σύ, ὦ Καλλία, κατέχεσθαι μοι δοκεῖς ἔρωτος.
人们大概也可以推测,世俗阿佛洛狄忒带来的是对肉体的爱欲,而天上阿佛洛狄忒带来的则是对灵魂、友爱与美善之行的爱慕。在我看来,卡利亚斯,你正是被这后一种爱恋所掌控。
τεκμαίρομαι δὲ τῇ τοῦ ἐρωμένου καλοκἀγαθίᾳ καὶ ὅτι σε ὁρῶ τὸν πατέρα αὐτοῦ παραλαμβάνοντα εἰς τὰς πρὸς τοῦτον συνουσίας. οὐδὲν γὰρ τούτων ἐστὶν ἀπόκρυφον πατρὸς τῷ καλῷ τε κἀγαθῷ ἐραστῇ.
我之所以这样推断,是凭借被爱者的高尚美善,也是因为我看到你在与他交往时总是将他的父亲一同请来。因为对于一位高尚美善的爱者而言,这其中没有任何事情是需要向父亲隐瞒的。”
καὶ ὁ Ἑρμογένης εἶπε· νὴ τὴν Ἥραν, ἔφη, ὦ Σώκρατες, ἄλλα τέ σου πολλὰ ἄγαμαι καὶ ὅτι νῦν ἅμα χαριζόμενος Καλλίᾳ καὶ παιδεύεις αὐτὸν οἷόνπερ χρὴ εἶναι. νὴ Δίʼ, ἔφη, ὅπως δὲ καὶ ἔτι μᾶλλον εὐφραίνηται, βούλομαι αὐτῷ μαρτυρῆσαι ὡς καὶ πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς ἢ ὁ τοῦ σώματος ἔρως.
赫尔墨革涅斯说道:“凭赫拉起誓,苏格拉底,除了你的许多其他长处之外,我特别钦佩你现在既在取悦卡利亚斯,同时又在教导他应当成为怎样的人。”“凭宙斯起誓,”苏格拉底说,“为了让他更加欢喜,我还想向他证明,灵魂之爱远胜于肉体之爱。”
- 8.1ἆρʼ, ἔφη, ὦ ἄνδρες, εἰκὸς ἡμᾶς παρόντος δαίμονος μεγάλου ... μὴ [ἂν] ἀμνημονῆσαι
无人称表达 εἰκός (ἐστι) 支配由代词宾格与不定式构成的宾格不定式结构(ἡμᾶς ... μὴ ἀμνημονῆσαι)。借助期待肯定回答的疑问词 ἆρα(相当于 ἆρʼ οὐ)与双重否定(μὴ ἀμνημονῆσαι,“不忘记/不略而不提”)构成反诘语气,意在强调“理当赞颂”。其间插入的长句 παρόντος δαίμονος μεγάλου ... 是独立属格结构,交代了神明临在这一背景与缘由。
- 8.2ἔστι δὲ ὧν
希腊语常见惯用语 ἔστιν οἵ(“有些人……”)的属格变形。此处关系代词采用属格 ὧν,是因为它受其后分词 ἐπιθυμήσαντα(渴望)的支配(ἐπιθυμέω 要求属格宾语),意为“其中也有一些是他自己所爱慕的人”。
- 8.3Ἑρμογένη γε μὴν τίς ἡμῶν οὐκ οἶδεν ὡς ... κατατήκεται
提置句式(先取构词,prolepsis)。从属从句(ὡς ... κατατήκεται)的逻辑主语赫尔墨革涅斯被提前置于句首,作主句动词 οἶδεν 的直接宾语(宾格 Ἑρμογένη)。整句的语法结构即“我们中有谁不知道赫尔墨革涅斯正消融于……”。
- 8.7τὸ πατέρων τε ὀνομαστῶν ἀμφοτέρους ὑμᾶς εἶναι καὶ αὐτοὺς ἐπιφανεῖς
带冠词不定式 τὸ ... εἶναι 构成解释 τούτου (αἴτιον) 的主格表语。不定式 εἶναι 带有宾格主语 ἀμφοτέρους ὑμᾶς(以及同位语 αὐτούς),并由两个表语成分并列补足:表示出身的属格 πατέρων ... ὀνομαστῶν(“属于名门父亲”)与宾格形容词 ἐπιφανεῖς(“自身显要”)。
