← 色诺芬

会饮篇

§7.1-7.5

苏格拉底倡议合唱并劝阻危险杂技

宾客们争执之际,苏格拉底提议大家齐声歌唱以化解气氛,随后劝阻叙拉古艺人表演危险奇特的杂技,建议代之以描摹诸女神的优雅舞蹈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐκ τούτου δὲ τῶν ἄλλων οἱ μὲν ἐκέλευον εἰκάζειν, οἱ δὲ ἐκώλυον. θορύβου δὲ ὄντος ὁ Σωκράτης αὖ πάλιν εἶπεν· ἆρα ἐπειδὴ πάντες ἐπιθυμοῦμεν λέγειν, νῦν ἂν μάλιστα καὶ ἅμα ᾄσαιμεν;1 καὶ εὐθὺς τοῦτʼ εἰπὼν ἦρχεν ᾠδῆς.

于是,其他人中有催促他打比方的,也有加以制止的。在一片喧闹之中,苏格拉底又说道:“既然我们大家都想说话,现在我们大家何不索性一起唱歌呢?”说完这话,他立刻起头唱起歌来。

§7.2

ἐπεὶ δʼ ᾖσεν, εἰσεφέρετο τῇ ὀρχηστρίδι τροχὸς τῶν κεραμεικῶν, ἐφʼ οὗ ἔμελλε θαυματουργήσειν. ἔνθα δὴ εἶπεν ὁ Σωκράτης· ὦ Συρακόσιε, κινδυνεύω ἐγώ, ὥσπερ σὺ λέγεις, τῷ ὄντι φροντιστὴς εἶναι· νῦν γοῦν σκοπῶ ὅπως ἂν ὁ μὲν παῖς ὅδε ὁ σὸς καὶ ἡ παῖς ἥδε ὡς ῥᾷστα διάγοιεν, ἡμεῖς δʼ ἂν μάλιστα εὐφραινοίμεθα θεώμενοι αὐτούς· ὅπερ εὖ οἶδα ὅτι καὶ σὺ βούλει.

等他唱完,有人为那个跳舞的少女搬来了一只陶工的旋盘,她打算在上面表演杂技。这时苏格拉底说道:“叙拉古人啊,正如你所说,我恐怕真成了个‘思想者’;至少我现在正在思考,怎样才能让你的这名少年和这名少女过得最为轻松,而我们在注视他们时也能得到最大的快乐;而这一点,我很清楚也是你自己所期望的。

§7.3

δοκεῖ οὖν μοι τὸ μὲν εἰς μαχαίρας κυβιστᾶν κινδύνου ἐπίδειγμα εἶναι, ὃ συμποσίῳ οὐδὲν προσήκει. καὶ μὴν τό γε ἐπὶ τοῦ τροχοῦ ἅμα περιδινουμένου γράφειν τε καὶ ἀναγιγνώσκειν θαῦμα μὲν ἴσως τί ἐστιν, ἡδονὴν δὲ οὐδὲ ταῦτα δύναμαι γνῶναι τίνʼ ἂν παράσχοι. οὐδὲ μὴν τό γε διαστρέφοντας τὰ σώματα καὶ τροχοὺς μιμουμένους ἥδιον ἢ ἡσυχίαν ἔχοντας τοὺς καλοὺς καὶ ὡραίους θεωρεῖν.2

因此在我看来,向刀丛中翻跟头乃是一种涉险的表演,这绝不适于宴饮。而且,在旋盘飞转的同时在上面书写和阅读,或许也是某种奇观,但我实在看不出这些东西能提供什么乐趣。看那些容貌俊美、年轻美貌的人扭曲身体、模仿旋盘,也绝不比看他们安闲宁静更为惬意。

§7.4

καὶ γὰρ δὴ οὐδὲ πάνυ τι σπάνιον τό γε θαυμασίοις ἐντυχεῖν, εἴ τις τούτου δεῖται, ἀλλʼ ἔξεστιν αὐτίκα μάλα τὰ παρόντα θαυμάζειν, τί ποτε ὁ μὲν λύχνος διὰ τὸ λαμπρὰν φλόγα ἔχειν φῶς παρέχει, τὸ δὲ χαλκεῖον λαμπρὸν ὂν φῶς μὲν οὐ ποιεῖ, ἐν αὑτῷ δὲ ἄλλα ἐμφαινόμενα παρέχεται· καὶ πῶς τὸ μὲν ἔλαιον ὑγρὸν ὂν αὔξει τὴν φλόγα, τὸ δὲ ὕδωρ, ὅτι ὑγρόν ἐστι, κατασβέννυσι τὸ πῦρ. ἀλλὰ γὰρ καὶ ταῦτα μὲν οὐκ εἰς ταὐτὸν τῷ οἴνῳ ἐπισπεύδει·3

因为实际上,如果有人需要的话,遇到奇异的事物也绝非罕见之举;我们尽可以即刻对眼前的寻常事物感到惊奇:究竟为什么油灯由于拥有明亮的火焰而提供光明,而铜器虽然锃亮却不发光,反而将别的事物映现在自身之中;以及为什么清油虽是液体却能助长火焰,而水因为是液体却能熄灭火焰。然而,就连这些思考也不会促成与美酒相同的欢愉。

§7.5

εἰ δὲ ὀρχοῖντο πρὸς τὸν αὐλὸν σχήματα ἐν οἷς Χάριτές τε καὶ Ὧραι καὶ Νύμφαι γράφονται, πολὺ ἂν οἶμαι αὐτούς γε ῥᾷον διάγειν καὶ τὸ συμπόσιον πολὺ ἐπιχαριτώτερον εἶναι.4 ὁ οὖν Συρακόσιος, ἀλλὰ ναὶ μὰ τὸν Δίʼ, ἔφη, ὦ Σώκρατες, καλῶς τε λέγεις καὶ ἐγὼ εἰσάξω θεάματα ἐφʼ οἷς ὑμεῖς εὐφρανεῖσθε.

但如果他们伴着笛声,舞出刻画美惠三女神、时序诸女神和水泽仙女的姿态,我想他们自己会轻松得多,宴席也会变得优雅得多。”于是叙拉古人说:“凭宙斯起誓,苏格拉底,你说得很对,我这就带来能让你们尽情欢悦的表演。”

语法注4 条
  1. 7.1ἆρα ἐπειδὴ πάντες ἐπιθυμοῦμεν λέγειν, νῦν ἂν μάλιστα καὶ ἅμα ᾄσαιμεν;

    由 ἆρα 与带 ἄν 的愿望式(ᾄσαιμεν)构成的疑问句,表示委婉的劝诱或提议。副词 ἅμα(一同、同时)针对前文众人争相发言的喧闹(θόρυβος)做出风趣的回应:既然大家都要同时出声,那么不如一起合唱。

  2. 7.3οὐδὲ μὴν τό γε διαστρέφοντας τὰ σώματα καὶ τροχοὺς μιμουμένους ἥδιον ἢ ἡσυχίαν ἔχοντας τοὺς καλοὺς καὶ ὡραίους θεωρεῖν.

    不定式 θεωρεῖν 担任主语,中性比较级形容词 ἥδιον 充当谓语(省略 ἐστί)。θεωρεῖν 的宾语是 τοὺς καλοὺς καὶ ὡραίους,而两个分词短语 διαστρέφοντας... 与 ἡσυχίαν ἔχοντας 作为宾语的宾补(陈述性格位的修饰)借由 ἤ 形成对比:注视那些年轻美貌之人扭曲身体,绝不比注视他们安闲平静更令人愉悦。

  3. 7.4ἀλλὰ γὰρ καὶ ταῦτα μὲν οὐκ εἰς ταὐτὸν τῷ οἴνῳ ἐπισπεύδει·

    小词连用 ἀλλὰ γάρ 用于打断或结束前述话题(“但是话说回来”)。εἰς ταὐτόν(朝向同一目标)接与格 τῷ οἴνῳ,意为“这些事情并不与美酒促成同一种目的”,即对物理自然现象的惊奇思考并不能带来酒宴所追求的和乐愉悦。

  4. 7.5εἰ δὲ ὀρχοῖντο ... πολὺ ἂν οἶμαι αὐτούς γε ῥᾷον διάγειν καὶ τὸ συμπόσιον πολὺ ἐπιχαριτώτερον εἶναι.

    条件从句为愿望式 εἰ ὀρχοῖντο。主句转入 οἶμαι 引出的间接引语,ἄν 修饰不定式 διάγειν 和 εἶναι(在直接引语中相当于 ἂν διάγοιεν 和 ἂν εἴη 的潜在愿望式),与条件从句的愿望式形成潜势条件句的一致对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:7.1-7.5