← 色诺芬

会饮篇

§6.1-6.10

赫尔墨革涅斯受邀与叙拉古人的挑衅

苏格拉底引出一直沉默的赫尔墨革涅斯交谈,并提议让他伴着笛声说话以活跃气氛;叙拉古艺人因表演被冷落而嫉妒,出言嘲讽苏格拉底钻研天象,苏格拉底则制止了腓力普等人的反唇相讥,平息了争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ἐκ δὲ τούτου οἱ μὲν τὰ νικητήρια φιλήματα ἀπολαμβάνειν τὸν Κριτόβουλον ἐκέλευον, οἱ δὲ τὸν κύριον πείθειν, οἱ δὲ καὶ ἄλλα ἔσκωπτον. ὁ δὲ Ἑρμογένης κἀνταῦθα ἐσιώπα. καὶ ὁ Σωκράτης ὀνομάσας αὐτόν, ἔχοις ἄν, ἔφη, ὦ Ἑρμόγενες, εἰπεῖν ἡμῖν τί ἐστὶ παροινία; καὶ ὃς ἀπεκρίνατο· εἰ μὲν ὅ τι ἐστὶν ἐρωτᾷς, οὐκ οἶδα· τὸ μέντοι μοι δοκοῦν εἴποιμʼ ἄν.

于是,有人催促克利托布洛斯去领受胜利的亲吻,有人劝他去说服少年的监护人,还有人开着别的玩笑。然而赫尔墨革涅斯这时依旧保持沉默。苏格拉底便点着他的名字说:“赫尔墨革涅斯,你能告诉我们什么是酒后失态吗?”他回答道:“如果你问其定义是什么,我不知道;不过,我可以说说在我看来它是什么。”

§6.2

ἀλλʼ, ὃ δοκεῖ, τοῦτʼ, ἔφη. τὸ τοίνυν παρʼ οἶνον λυπεῖν τοὺς συνόντας, τοῦτʼ ἐγὼ κρίνω παροινίαν. οἶσθʼ οὖν, ἔφη, ὅτι καὶ σὺ νῦν ἡμᾶς λυπεῖς σιωπῶν; ἦ καὶ ὅταν λέγητʼ; ἔφη. οὐκ ἀλλʼ ὅταν διαλίπωμεν. ἦ οὖν λέληθέ σε ὅτι μεταξὺ τοῦ ὑμᾶς λέγειν οὐδʼ ἂν τρίχα, μὴ ὅτι λόγον ἄν τις παρείρειε;1

“那就说说你看来是什么吧,”苏格拉底说。“那么,在酒席上使同席之人感到不快,我认为这就是酒后失态。”“那么你知道吗,”苏格拉底说,“你现在保持沉默也让我们感到不快?”“难道在你们说话时也是如此吗?”他问。“不,是在我们停顿的时候。”“难道您没有注意到,在你们说话的间隙,哪怕一根头发也插不进去,更不用说一句话了?”

§6.3

καὶ ὁ Σωκράτης, ὦ Καλλία, ἔχοις ἄν τι, ἔφη, ἀνδρὶ ἐλεγχομένῳ βοηθῆσαι; ἔγωγʼ, ἔφη. ὅταν γὰρ ὁ αὐλὸς φθέγγηται, παντάπασι σιωπῶμεν. καὶ ὁ Ἑρμογένης, ἦ οὖν βούλεσθε, ἔφη, ὥσπερ Νικόστρατος ὁ ὑποκριτὴς τετράμετρα πρὸς τὸν αὐλὸν κατέλεγεν, οὕτω καὶ ὑπὸ τοῦ αὐλοῦ ὑμῖν διαλέγωμαι;

苏格拉底说:“卡利亚斯,你能为这位受到质问的人提供一点帮助吗?”“我能,”卡利亚斯说,“因为只要笛声一响,我们就完全安静下来。”赫尔墨革涅斯说:“那么你们愿意我像演员尼科斯特拉托斯伴着笛声朗诵四音步诗那样,也伴着笛声与你们交谈吗?”

§6.4

καὶ ὁ Σωκράτης, πρὸς τῶν θεῶν, ἔφη, Ἑρμόγενες, οὕτω ποίει. οἶμαι γάρ, ὥσπερ ἡ ᾠδὴ ἡδίων πρὸς τὸν αὐλόν, οὕτω καὶ τοὺς σοὺς λόγους ἡδύνεσθαι ἄν τι ὑπὸ τῶν φθόγγων, ἄλλως τε καὶ εἰ μορφάζοις, ὥσπερ ἡ αὐλητρίς, καὶ σὺ πρὸς τὰ λεγόμενα.

苏格拉底说:“凭诸神起誓,赫尔墨革涅斯,就这么办吧!因为我认为,正如歌曲伴着笛声更为悦耳,你的言辞经这音调点缀也会更加动听,尤其是如果你也像吹笛女那样,配合所说的话做出相应的身段动作。”

§6.5

καὶ ὁ Καλλίας ἔφη· ὅταν οὖν ὁ Ἀντισθένης ὅδʼ ἐλέγχῃ τινὰ ἐν τῷ συμποσίῳ, τί ἔσται τὸ αὔλημα; καὶ ὁ Ἀντισθένης εἶπε· Τῷ μὲν ἐλεγχομένῳ οἶμαι ἄν, ἔφη, πρέπειν συριγμόν.

卡利亚斯说:“那么,当这里的安提斯泰尼在宴席上驳斥某人时,伴奏的笛曲该是什么样呢?”安提斯泰尼说:“对于被驳斥的人,我认为报以嘘声最为合适。”

§6.6

τοιούτων δὲ λόγων ὄντων ὡς ἑώρα ὁ Συρακόσιος τῶν μὲν αὑτοῦ ἐπιδειγμάτων ἀμελοῦντας, ἀλλήλοις δὲ ἡδομένους, φθονῶν τῷ Σωκράτει εἶπεν· ἆρα σύ, ὦ Σώκρατες, ὁ φροντιστὴς ἐπικαλούμενος; οὐκοῦν κάλλιον, ἔφη, ἢ εἰ ἀφρόντιστος ἐκαλούμην. εἰ μή γε ἐδόκεις τῶν μετεώρων φροντιστὴς εἶναι.2

正当谈论着这些话时,叙拉古人见他们忽视自己的表演而自寻其乐,便出于对苏格拉底的嫉妒说道:“苏格拉底,你就是那个被称为‘思想者’的人吗?”“这难道不比被称为‘不用心思的人’更好吗?”苏格拉底说。“除非你被认为是在钻研高空悬浮之物(天象)。”

§6.7

οἶσθα οὖν, ἔφη ὁ Σωκράτης, μετεωρότερόν τι τῶν θεῶν; ἀλλʼ οὐ μὰ Δίʼ, ἔφη, οὐ τούτων σε λέγουσιν ἐπιμελεῖσθαι, ἀλλὰ τῶν ἀνωφελεστάτων. οὐκοῦν καὶ οὕτως ἄν, ἔφη, θεῶν ἐπιμελοίμην· ἄνωθεν μέν γε ὕοντες ὠφελοῦσιν, ἄνωθεν δὲ φῶς παρέχουσιν. εἰ δὲ ψυχρὰ λέγω, σὺ αἴτιος, ἔφη, πράγματά μοι παρέχων.

“那么你知道,”苏格拉底说,“有任何事物比诸神更崇高悬远吗?”“不,凭宙斯起誓,”他说,“人们不是说你在关心诸神,而是说你在关心那些最无用的东西。”“那么即便如此,”他说,“我也还是在关心诸神;因为他们从高处降雨惠泽我们,从高处提供光明。如果我说的话毫无趣味,那也是你找我的麻烦惹出来的。”

§6.8

ταῦτα μέν, ἔφη, ἔα· ἀλλʼ εἰπέ μοι πόσους ψύλλα πόδας ἐμοῦ ἀπέχει. ταῦτα γάρ σέ φασι γεωμετρεῖν. καὶ ὁ Ἀντισθένης εἶπε· σὺ μέντοι δεινὸς εἶ, ὦ Φίλιππε, εἰκάζειν· οὐ δοκεῖ σοι ὁ ἀνὴρ οὗτος λοιδορεῖσθαι βουλομένῳ ἐοικέναι; ναὶ μὰ τὸν Δίʼ, ἔφη, καὶ ἄλλοις γε πολλοῖς.

“这些话,”他说,“暂且搁下;但请告诉我,一只跳蚤离我有几脚那么远。因为他们说你用几何学测量这些东西。”安提斯泰尼说:“腓力普,你善于打比方;你难道不觉得这个人像是在故意辱骂人吗?”“凭宙斯起誓,正是如此,”他说,“而且他还像许多别的东西呢。”

§6.9

ἀλλʼ ὅμως, ἔφη ὁ Σωκράτης, σὺ αὐτὸν μὴ εἴκαζε, ἵνα μὴ καὶ σὺ λοιδορουμένῳ ἐοίκῃς. ἀλλʼ εἴπερ γε τοῖς πᾶσι καλοῖς καὶ τοῖς βελτίστοις εἰκάζω αὐτόν, ἐπαινοῦντι μᾶλλον ἢ λοιδορουμένῳ δικαίως ἂν εἰκάζοι μέ τις. καὶ νῦν σύγε λοιδορουμένῳ ἔοικας, εἰ πάντʼ αὐτοῦ βελτίων φῂς εἶναι.3

“但即便如此,”苏格拉底说,“你也不要把他比作任何东西,免得你自己也像个辱骂人的人。”“但如果我把他比作一切美好和至善的事物,人们理当认为我更像是在赞美他,而不是在辱骂他。”“如果你说自己在各个方面都比他强,那么你现在就已经像是个辱骂人的人了。”

§6.10

ἀλλὰ βούλει πονηροτέροις εἰκάζω αὐτόν; μηδὲ πονηροτέροις. ἀλλὰ μηδενί; μηδενὶ μηδὲ τούτων εἴκαζε. ἀλλʼ οὐ μέντοι γε σιωπῶν οἶδα ὅπως ἄξια τοῦ δείπνου ἐργάσομαι. καὶ ῥᾳδίως γʼ, ἂν ἃ μὴ δεῖ λέγειν, ἔφη, σιωπᾷς. αὕτη μὲν δὴ ἡ παροινία οὕτω κατεσβέσθη.

“那么你想让我把他比作更糟糕的东西吗?”“也不要比作更糟糕的。”“那么什么都不拿来比吗?”“这些事物里也哪一个都别拿来比。”“然而保持沉默的话,我不知道怎样才能挣得这顿晚餐。”“只要对不该说的话保持沉默,那是很容易办到的,”他说。这起酒席上的纷争就这样平息了。

语法注3 条
  1. 6.2οὐδʼ ἂν τρίχα, μὴ ὅτι λόγον ἄν τις παρείρειε

    成语句式 μὴ ὅτι 是表示“更不用说/休提……”的省略表达(源于 μὴ [εἴπω] ὅτι)。句中 ἄν 出现两次,与潜能希求法动词 παρείρειε 配合构成重复加强。

  2. 6.6εἰ μή γε ἐδόκεις τῶν μετεώρων φροντιστὴς εἶναι

    此条件从句是对苏格拉底前言(οὐκοῦν κάλλιον... ἢ εἰ... ἐκαλούμην)的反驳,省略了结论句(如 κάλλιον ἂν ἦν)。叙拉古人借此影射喜剧中将苏格拉底描绘为探求天象之人的刻板讥讽。

  3. 6.9εἰ πάντʼ αὐτοῦ βελτίων φῂς εἶναι

    πάντʼ 是关系宾格(πάντα,“在各方面”),αὐτοῦ 是比较属格(“比他”),均修饰比较级形容词 βελτίων,意为“如果你声称在一切方面都胜过他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:6.1-6.10